Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Εἰδὼς ὅπως εἶχες πρὸς Σωκρατην ζῶντα καὶ πρὸς ἡμᾶς τοὺς ἐκείνου φίλους, καὶ ὅτι κατὰ τὸ εἰκὸς ἐθαύμασάς τε καὶ ἐσχετλίασας εἰ ὁ πρὸς σέ τε καὶ τὸν Κεῖον Πρόδικον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην διαμαχόμενος περὶ ἀρετῆς, ᾗ ἂν γένοιτο καὶ ὅπως ἂν γένοιτο καὶ ὅτι χρὴ ταύτης πάντας ἐφίεσθαι, οὗτος ὡς πονηρότατος καὶ ἀμαθέστατος τοῦ καλοῦ καὶ τοῦ δικαίου πρός τε θεοὺς καὶ πρὸς ἀνθρώπους τοῖς ἕνδεκα δόξαν ἀνῃρέθη, ἔγραψά σοι πυθόμενος ὅτι οἴκοι εἴης ἐν Χίῳ, περὶ τῶν ἔπειτα, ἵνα ἡσθείης.

(2) Ἀθηναῖοι γὰρ ἤδη ποτὲ ἀφυπνώσαντες Ἄνυτόν τε καὶ Μέλητον ὡς ἀνοσιουργοὺς προσκαλεσάμενοι ἀπέκτειναν ὅτι αἴτιοι τῇ πόλει ἐγένοντο τοσούτου κακοῦ. προφάσεις δὲ αὗται κατ’ αὐτοῖν εὑρέθησαν· κατηφεῖς μὲν γὰρ Ἀθηναῖοι περιῄεσαν μετὰ τὸν θάνατον αὐτοῦ παρὰ πάντων εὐθυνόμενοι τῶν γενομένων, ὅτι ἄρα οὐκ ἐχρῆν οὐκ ἀδικοῦντα αὐτὸν κατηγορηθῆναι, μὴ ὅτι ἀποκτιννύναι.

τί γὰρ εἰ τὴν πλάτανον ἢ τὸν κύνα ὤμνυε; τί δὲ εἰ ἀνηρώτα ἰδίᾳ καὶ κοινῇ πάντας ἀνθρώπους, ὅτι οὐδὲν εἰδεῖεν οὔτε δίκαιον οὔτε καλόν; εἶτα δὲ οἱ νέοι πάντες εἰς ἀκρασίαν καὶ ἀκοσμίαν ἐτρέποντο ἐν τῇ πόλει· ἀεὶ γὰρ τοῦτον καθοσονοῦν ᾐσχύνοντο.

(3) ἐκίνησε δὲ αὐτοὺς μάλιστα καὶ τὸ τοῦ νεανίσκου τοῦ Λακεδαιμονίου πάθος. ἧκε γάρ τις κατ’ ἔρωτα Σωκράτους συγγενέσθαι αὐτῷ, μὴ προειδὼς Σωκράτην, ἀλλ’ ἀκούων περὶ αὐτοῦ. ὡς δὲ ἡδομένῳ αὐτῷ τῆς ἀφίξεως ὄντι ἤδη περὶ τὰς πύλας τοῦ ἄστεος προσηγγέλθη ὅτι Σωκράτης, πρὸς ὃν ἐληλύθοι, τεθνήκοι, ἐς μὲν τὴν πύλην οὐκέτι εἰσῆλθε, διαπυθόμενος δὲ ὅπου εἴη ὁ τάφος, προσελθὼν διελέγετο τῇ στήλῃ καὶ ἐδάκρυε, καὶ ἐπειδὴ νὺξ κατέλαβεν αὐτόν, κοιμηθεὶς ἐπὶ τοῦ τάφου, ὄρθρου πολλοῦ φιλήσας τὴν ἐπικειμένην αὐτῷ κόνιν, πολλὰ δὲ περιασπασάμενος πάσῃ φιλότητι ᾤχετο ἀπιὼν Μέγαράδε.

(4) ᾔσθοντο οὖν καὶ τοῦτο Ἀθηναῖοι καὶ ὅτι μέλλοιεν Λακεδαιμονίοις διαβάλλεσθαι ἐπὶ τοῖς δεινοτάτοις, εἰ ἐκείνων μὲν οἱ υἱεῖς τοὺς παρ’ αὐτοῖς σοφοὺς δι’ ἔρωτος ποιοῦνται, αὐτοὶ δὲ ἀποκτιννύασι, καὶ οἳ μὲν τοσοῦτον διάστημα ἀφικνοῦνται ἰδεῖν Σωκράτην, οἳ δὲ οὐχ ὑπομένουσι παρ’ αὑτοῖς ἔχοντες αὐτὸν φυλάξαι. χαλεπηνάμενοι οὖν μόνον οὐ διέφαγον τὼ πονηρὼ ἄνδρε ἐκείνω, ὥστε τὴν μὲν πόλιν ἀπολελογῆσθαι ὅτι αὐτὴ τούτων οὐδὲν δρᾷ, τοὺς δ’ αἰτίους τεθνάναι. ἐκριφέντες οὖν οἷόν κοινὸν ἄγος τῶν Ἑλλήνων, μᾶλλον δὲ πάντων ἀνθρώπων, ὤνησαν μὲν ἡμᾶς, ὤνησαν δὲ καὶ τοὺς ἄλλους ταῦτα παθόντες. πάλιν οὖν συνελευσόμεθα Ἀθήναζε οἱ ἀναξίως ἀνασεσοβημένοι ὡς τὸ πρόσθεν.