Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ οἱ περὶ Γρύλλον τὸν υἱέα μου ἐποίουν ὅπερ ἦν εἰκὸς αὐτοὺς ποιεῖν, καὶ ὑμεῖς δὲ εὖ πράττετε γράψαντες ἡμῖν τὰ περὶ Σωκράτους. δεῖ μέντοι γε ἡμᾶς ἄνδρας ἀγαθοὺς γίνεσθαι κἀκεῖνον μὲν ἐπαινεῖν ὧν ἐβίωσε σωφρόνως καὶ ὁσίως καὶ εὐσεβῶς, αἰτιᾶσθαι δὲ καὶ ψέγειν τὴν τύχην καὶ τοὺς ἐπισυστάντας αὐτῷ, οἳ οὐκ εἰς μακρὰν τίσουσι δίκην. δεινὸν δὲ ποιοῦνται καὶ Λακεδαιμόνιοι (τὸ γὰρ πάθος ἤδη ἄχρι καὶ δεῦρο διῖκται) καὶ κακίζουσι τὸν δῆμον ἡμῶν, λέγοντες ὡς πάλιν ἀφραίνει, ἐπεὶ τὸν σοφώτατον καὶ παρὰ τῆς Πυθίας μαρτυρηθέντα σωφρονέστατον ἐπείσθησαν ἀποκτιννύναι .

(2) εἴ του δέοιντο οἱ Σωκράτους ἑταῖροι ὧν ἐπέμψαμεν, σημαίνετόν μοι· ἐπικουρήσομεν γάρ, ἐπειδὴ τοῦτο καλὸν καὶ ἀναγκαῖόν ἐστιν. εὖ ποιεῖτε τὸν Αἰσχίνην ἔχοντες ἐν αὑτοῖς, ὥστε γράφειν μοι· δοκεῖ μέντοι χρῆναι ἡμᾶς συγγράφειν ἅ ποτε εἶπεν ἁνὴρ καὶ ἔπραξε, καὶ αὕτη ἀπολογία γένοιτ’ ἂν

αὐτοῦ βελτίστη εἰς τὸ νῦν τε καὶ εἰς τὸ ἔπειτα, οὐκ ἐν δικαστηρίῳ ἀγωνιζομένων ἡμῶν, ἀλλ’ εἰς ἅπαντα τὸν βίον παρατιθέντων τὴν ἀρετὴν τἀνδρός. καί φημι δὴ ἀδικήσειν τὴν κοινὴν ἑταιρείαν καί, ὡς ἐκεῖνος ἔλεγε, τὴν ἀλήθειαν, εἰ μὴ ἄσμενοι γράψαιμεν.

(3) ἤδη δέ μοι καὶ Πλάτωνος περιέπεσε σύγγραμμα τοιοῦτον, ὅπου τοὔνομα ἦν τὸ Σωκράτους καὶ διάλεξίς οὐ φαύλη πρός τινας. οἶμαι τοίνυν περὶ Μέγαρα ἀνέγνων  ὡς λέγεταί τινα τῶν Μεγαρέων τῶν τοιούτων. ἡμεῖς μέντοι φαμέν, οὐχ ὅτι τοιαῦτα οὐκ ἀκηκόαμεν , ἀλλ’ ὅτι τοιαῦτα οὐ δυνάμεθα ἀπομνημονεύειν· οὐδὲ γὰρ ἐσμὲν ποιηταί, ὥσπερ καὶ αὐτός, κἂν πάνυ ἀπαρνῆται ποιητικήν. θρυπτόμενος γὰρ πρὸς τοὺς καλούς φησι μηδὲν εἶναι ποίημα αὐτοῦ, Σωκράτους μέντοι νέου καὶ καλοῦ ὄντος. ἔρρωσθόν μοι ὡς ἁρμονιωδεστάτω ἄνδρε.