Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀκούω σε τωθάζειν ἡμᾶς τῆς σοφίας παρὰ σίῳ. ἐγὼ δὲ ὁμολογῶ εἶναι σκυτοτόμος καὶ ἐργάζεσθαι τοιαῦτα, καὶ ἕτοιμος, εἰ δέοι, σκύτη τέμνειν αὖ πάλιν εἰς νουθεσίαν ἀνθρώπων ἀφρόνων καὶ οὕτω μετὰ πολλῆς χλιδῆς οἰομένων ζῆν παρὰ τὴν Σωκράτους βουλήν. ἔσται δὲ ὁ σωφρονιστὴς τῶν ἀφρόνων ὑμῶν παιδιῶν Ἀντισθένης· γράφεις γὰρ αὐτῷ κωμῳδῶν ἡμῶν τὰς διατριβάς. ἀλλὰ τούτων μέν, ὦ θεία φρήν, ἅλις πεπαίχθω πρὸς σέ μοι. μέμνησο μέντοι λιμοῦ καὶ δίψης· ταῦτα γὰρ δύναται μεγάλα τοῖς σωφροσύνην διώκουσιν.