Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἔγραψα μὲν καὶ Πλάτωνι παρακαλῶν ὅπως πράξησθε σωθῆναι τοὺς Λοκροὺς νεανίσκους, καὶ σοὶ δὲ τὰ αὐτὰ ἐπιστέλλων οὐχ ἁμαρτάνειν οἶμαι· ποιήσεις γὰρ ἄσμενος. οἶσθα δὲ τὴν πρὸς αὐτούς μοι ἑταιρείαν, καὶ ὅτι Διονύσιος ἐξηπάτηται, ὡς ἀδικούντων αὐτῶν ἔχων δόξαν. ἤδη πειρῷ τοῦτο ποιῆσαι θᾶττον. ἔρρωσο.