Fragmenta

Xenocrates of Chalcedon

Xenocrates of Chalcedon. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

73. Χρημάτων αὐτῷ κομισθέντων ἀπ’ Ἀλεξάνδρου, ἑστιάσας τοὺς κομίζοντας τὸν αὑτοῦ τρόπον, ἀπαγγείλατε, ἔφη, Ἀλεξάνδρῳ, ὅτι ἔστ’ ἂν οὕτω ζῶ, οὐ δέομαι ταλάντων πεντήκοτα. Τοσαῦτα γὰρ ἦν τὰ πεμφθέντα.

74. Ξενοκράτης εἴ ποτε σταμνίον οἴνου ἀνοίξειεν, οὐ ἔφθανεν ὁ οἶνος τρεπόμενος πρὶν ἀναλωθῆναι· καὶ τὰ ὄψα δὲ πολλάκις ἕωλα ἐξέῤῥιπτεν. Ἔνθεν καὶ ἡ παροιμία τὸ Ξενοκράτους τυρίον ἐπὶ τῶν ἐπὶ πολὺ παραμενόντων καὶ μὴ τάχιστα ἀναλισκομένων.

75. Ξενοκράτης διαιρῶν ἕκαστον μέρος τῆς ἡμέρας εἰς πρᾶξίν τινα καὶ τῇ σιωπῇ μέρος ἀπένεμε.

76. Ξενοκράτης νέον φιλοσοφεῖν βουλόμενον ἤρετο εἰ γεγεωμέτρηκε· τοῦ δ’ ἀποφήσαντος, ἀλλ’ εἰ ἠστρονόμηκε· καὶ τοῦτο ἀπειπόντος, ἀλλ’ εἰ τὰ τῶν ποιητῶν ἀνέγνωκεν· ὁ δὲ καὶ τοῦτο ἔξαρνος ἦν· ἄλλως δὲ εἰ γράμματα οἶδεν· οὐδὲ ταῦτα ᵃ ἔφη ἐκεῖνος εἰδέναι.

Πόκος τοίνυν, εἶπεν ὁ Ξενοκράτης, ὑπὸ γναφέως ᵇ οὐ πλύνεται.

77. Ξενοκράτης, ὁπότε τις αὐτῷ σχολάζειν ἤθελεν οὐδενὸς τῶν ἐγκυκλίων μαθημάτων μετειληφώς, ἄπιθι, εἶπε, λαβὰς οὐκ ἔχεις πρὸς φιλοσοφίαν· δεῖ γὰρ προμεμαλάχθαι διὰ τούτων τὴν ψυχήν.

78. Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γεγονέναι, προσηγόρευσε.