Fragmenta

Xenocrates of Chalcedon

Xenocrates of Chalcedon. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

55. Ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλλους ὁ Ξενοκράτης καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν, ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν. Καὶ τῶν λοιπῶν φιλοσόφων χωρὶς ἀποδείξεως τὴν τοιαύτην διαίρεσιν προσιεμένων αὐτὸς ἐδόκει καὶ ἀπόδειξιν συμπαραλαμβάνειν. Εἰ γὰρ ἔστι τι κεχωρισμένον πρᾶγμα τῶν ἀγαθῶν καὶ κακῶν καὶ τῶν μήτε ἀγαθῶν μήτε κακῶν, ἐκεῖνο ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. Καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ἓν τῶν τριῶν γενήσεται· εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἴτε δὲ κακόν ἐστιν, ἓν τῶν τριῶν ὑπάρξει, εἴτε οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι, πάλιν ἓν τῶν τριῶν καταστήσεται. Πᾶν ἄρα τὸ ὂν ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν, ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἔστιν. Δυνάμει δὲ καὶ οὗτος χωρὶς ἀποδείξεως προσήκατο τὴν διαίρεσιν, ἐπείπερ ὁ εἰς κατασκευὴν αὐτῆς παραληφθεὶς λόγος οὐχ ἕτερός ἐστιν αὐτῆς· ὅθεν εἰ ἐν ἑαυτῇ περιέσχηκε τὴν πίστιν ἡ ἀπόδειξις, ἔσται καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς ἀποδείξεως.

56. Ἐκεῖνοι μὲν γὰρ ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν, καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας, σημαινόμενα ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διεστῶτα, καὶ μηδεμίαν ἔχοντα κοινωνίαν.

57. Ἄξιον δ’ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγείαν ἀδιάφορον ἡγεῖσθαι, μηδὲ τὸν πλοῦτον ἀνωφελές, ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται, καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν.

58. Δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος περὶ τῆς ἀπὸ τῶν ζῴων Τροφῆς καὶ Πολέμων ἐν τοῖς περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, εἰργασμένη ἤδη καὶ ἐξομοιουμένη ταῖς τῶν ἀλόγων ψυχαῖς.

59. Ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος τὸ τοῦ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν.

60. Ξενοκράτης τὸν εὐδαίμονα βίον καὶ τὸν σπουδαῖον ἀποδείκνυσι τὸν αὐτόν, ἐπειδὴ πάντων τῶν βίων αἱρετώτατος ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· ἓν γὰρ τὸ αἱρετώτατον καὶ τὸ μέγιστον.