Fragmenta

Xenocrates of Chalcedon

Xenocrates of Chalcedon. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

21. Οἱ δὲ περὶ Ξενοκράτην τὴν μὲν πρώτην ἀκολουθίαν ὑπεῖναι συνεχώρουν, τοῦτ’ ἔστιν ὅτι εἰ ἕν ἐστι τὸ ὄν, καὶ ἀδιαίρετον ἔσται· οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν· διὸ πάλιν μηδὲ ἓν μόνον τὸ ὄν, ἀλλὰ πλείω· διαιρετὸν μέντοι μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν· ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα· τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα πρώτας τινὰς ὑποτιθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ πρῶτα. Τὴν οὖν ἐκ τῆς διχοτομίας καὶ ἁπλῶς τῆς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενοκράτης οἴεται διαλύεσθαι, τὰς ἀτόμους εἰσαγαγὼν γραμμάς, καὶ ἁπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν ἀναλυθῆναι καὶ ἀναλωθῆναι, τῶν ἀτόμων γραμμῶν ἐξ ὧν ὑπίσταται τὰ ὄντα ἀτμήτων μενουσῶν καὶ ἀδιαιρέτων.

22. Ἐπεὶ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; Οὐδὲ γὰρ ἠγνόει τὴν φύσιν τοῦ μεγέθους, ἀλλ’ οὐδὲ τῷ εἴδει ἀδιαίρετον ἔλεγε· τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμμαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα· μήποτε οὖν ου πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν ἐνίστατο ὁ Ξενοκράτης· οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλεν, γεωμετρικὸς ὢν ἀνήρ, ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι, ὄντων ἀεί τινων ἀτμήτων μεγεθῶν, ἅτινα οὐδὲ ὑπὸ φύσεως ἰσχύει καθ’ αὑτὰ διαιρεῖσθαι διὰ σμικρότητα, ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω, τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκείνην δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντα οὐκ ἂν ὑπέμεινεν. Ὡς οὖν ὁ Πλᾶτων ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ σμικρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει.

23. Ἀλλὰ μὴν δέδεικται ἐν τῇ Φυσικῇ Ἀκροάσει, ἐν τοῖς περὶ κικήσεως λόγοις, ἐν οἷς ἀντέλεγε πρὸς Ξενοκράτην γραμμὰς ἀτόμους λέγοντα, ὅτι οὐκ εἰσὶν ἀδιαίρετοι γραμμαί, τοῦτ’ ἔστιν ὅτι οὐδὲν μέρος γραμμῆς ἐστιν ἀδιαίρετον, ἀλλ’ εἰς ἄπειρόν ἐστι διαιρετόν· οὐκ ἄρα ἐκ σημείων ἐστὶ γραμμή, οὐδ’ ἐκ γραμμῶν τὸ ἐπίπεδον, οὐδ’ ἐξ ἐπιπέδων τὸ στερεόν ταῦτα μὲν τὰ Ἀριστοτέλους, ὅπερ ἀεὶ ἔφην, ἀπαντῶντος πρὸς τὸ τοῦ λόγου φαινόμενον. Ῥητέον δὲ ὅτι εἴπερ τὰ ἐπίπεδα ἔλεγον μαθηματικὰ εἶναι, ὡς μῆκος μόνον καὶ πλάτος ἔχειν, οἱ ἐξ ἐπιπέδων τὰ στερεὰ λέγοντες καὶ εἰς τὰ ἐπίπεδα αὐτὰ ἀναλύοντες, καλῶς ὁ Ἀριστοτέλης καὶ ταῦτα αὐτοῖς ἐπήγαγε τὰ ἄτοπα καὶ τὰ ἑξῆς ἐπάξει. Εἰ δὲ φυσικὰ τὰ ἐπίπεδα λέγουσιν, ὡς μὴ μόνον μῆκος καὶ πλάτος ἀλλὰ καὶ βάθος ἔχειν, ὅπερ ἀρχὴν ἐν τοῖς φυσικοῖς καθιστάναι δυνατόν, οὐκέτι τῆ θέσει αὐτῶν ἕπεται τὰ ἄτοπα τὰ ἐπαγόμενα πρὸς τὰ ἐπίπεδα, ὡς μὴ βεβαθυσμένα. Ὅτι δὲ φυσικὰ καὶ οὐ

μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται, δῆλον ἐκ τοῦ ἔνυλα λέγειν αὐτά· διὸ καὶ τὴν ὕλην πρότερον παραδόντες διεσχηματίσθαι ταύτην εἴδεσί τε καὶ ἀριθμοῖς λέγουσι. Καὶ αὐτὸς δὲ ὁ Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι τάδε γέγραφεν· ἀρχαὶ μὲν ὦν τῶν γεννωμένων κτλ.

24. Εἰ δ’ ἔστιν ἀδιαίρετα μεγέθη καὶ ἀπαθῆ καὶ χωρὶς ποιότητος, ὡς οἱ περὶ Δημόκριτον ἔλεγον, καὶ Ξενοκράτης ἀτόμους γραμμὰς ὑποτιθέμενος, ἐξ ἐναντίας τοῖς μαθηματικοῖς ἂν ἀφομοιοῖντο.

25. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμὰς [εἰσάγει], ἵνα φεύγῃ ταυτὸν ἕν τε καὶ πολλὰ λέγειν· ἣν ἀντίφασιν κακῶς ὑπολαμβάνων ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ, ταυτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος· καίτοι ταυτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ, ταυτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον ἄντικρύς ἐστι ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν.

26. Ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν· αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο μοναχῶς τὴν ἀπορίαν, ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπ’ ἄπειρον, ἐνεργείᾳ δ’ οὔ, ἀδύνατον γὰρ ἐνεργείᾳ γενέσθαι τὸ ἄπειρον· ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν δι’ ἀπείρων ἐλεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον

γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. Διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν.

27. Εἴπομεν δὲ καὶ ἐν τῷ πρώτῳ λόγῳ, ὅτι τινὲς τὸν Ξενοκράτην ὑπώπτευσαν τὰς ἀτόμους εἰσηγεῖσθαι γραμμάς, καὶ ἐδείξαμεν ὡς ψευδὴς ἡ ὑπόνοια.

28. Ἐλέγχοιτο δ’ ἂν διὰ τοῦ προβλήματος τούτου καὶ ὁ Ξενοκράτειος λόγος ὁ τὰς ἀτόμους εἰσάγων γραμμάς. Ὅλως γὰρ εἰ ἔστι γραμμή, ἢ εὐθεῖά ἐστι καὶ δυνατὸν αὐτὴν δίχα τεμεῖν, ἢ περιφερής, καὶ μείζων ἐστὶν εὐθείας τινός· (πᾶσα γὰρ περιφερὴς πάντως ἔχει τινὰ εὐθεῖαν ἐλάσσονα) ἢ μικτή, καὶ πολλῷ πλέον αὕτη διαιρετή ἐστιν, εἴπερ ἐξ ἁπλῶν ἐστι διαιρετῶν. Ἀλλὰ ταῦτα μὲν εἰς ἄλλην ἀναβεβλήσθω θεωρίαν.

29. Ψυχὴ ἀριθμὸς ἑαυτὸν κινῶν.

30. Ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀνδρῶν τοὺς μὲν Ξενοκράτης προσηγάγετο, τῆς ψυχῆς τὴν οὐσίαν ἀριθμὸν αὐτὸν ὑφ’ ἑαυτοῦ κινούμενον ἀποφηνάμενος. — Οἱ μὲν γὰρ οὐδὲν ἄλλο ἢ γένεσιν ἀριθμοῦ δηλοῦσθαι νομίζουσι τῇ μίξει τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας· ἀμέριστον μὲν γὰρ εἶναι τὸ ἕν, μεριστὸν δὲ τὸ πλῆθος, ἐκ δὲ τούτων γίνεσθαι τὸν ἀριθμόν, τοῦ ἑνὸς ὁρίζοντος τὸ πλῆθος, καὶ τῇ ἀπειρίᾳ πέρας ἐντιθέντος, ἣν καὶ δυάδα καλοῦσιν ἀόριστον. — Τοῦτον δὲ μήπω ψυχὴν τὸν ἀριθμὸν εἶναι, τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἐνδεῖν αὐτῷ· τοῦ δὲ ταυτοῦ καὶ τοῦ ἑτέρου συμμιγέντων, ὧν τὸ μέν ἐστι κινήσεως ἀρχὴ καὶ μεταβολῆς, τὸ δὲ μονῆς, ψυχὴν γεγονέναι, μηδὲν ἧττον τοῦ ἱστάναι καὶ ἵστασθαι δύναμιν ἢ τοῦ κινεῖσθαι καὶ κινεῖν οὖσαν.

31. Πυθαγόρας [τὴν ψυχὴν ἀπεφήνατο] ἀριθμὸν αὑτὸν κινοῦντα, τὸν δ’ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Ὁμοίως δὲ καὶ Ξενοκράτης ᵇ.

32. Ἦσαν δὲ ἕτεροι, οἱ καὶ τὰ δύο ἅμα συμπλέκοντες εἰς τὴν ἀπόδοσιν τῆς ψυχῆς, τό τε κινεῖν καὶ τὸ γιγνώσκειν· ὡς ὁ τὴν ψυχὴν ἀποφηνάμενος ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τοῦ ἀριθμοῦ τὴν γνωστικὴν δύναμιν ἐνδεικνύμενος, διὰ δὲ τοῦ κινεῖν ἑαυτὸν τὴν κινητικήν.

33. Πυθαγόρας δὲ συμβολικῶς εἰκάζειν ἀεὶ καὶ τὸν θεὸν καὶ πάντα τοῖς ἀριθμοῖς εἰωθώς, ὡρίσατο καὶ τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα, ᾧ καὶ Ξενοκράτης ἠκολούθησεν· οὐχ ὅτι ἀριθμός ἐστιν ἡ ψυχή, ἀλλ’ ὅτι ἐν τοῖς ἀριθμητοῖς ἐστι καὶ ἐν τοῖς πεπληθυσμένοις, καὶ ὅτι ἡ ψυχή ἐστιν ἡ διακρίνουσα τὰ πράγματα τῷ μορφὰς καὶ τύπους ἑκάστοις ἐπιβάλλειν· αὕτη γάρ ἐστιν ἡ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν χωρίζουσα καὶ διάφορα αὐτὰ ἀποφαίνουσα τῇ τε ἑτερότητι τῶν εἰδῶν καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο ἀριθμητὰ ποιοῦσα τὰ πράγματα· ὅθεν οὐ παντάπασιν ἀπήλλακται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας.

34. Ξενοκράτης ἀριθμὸν αὐτὴν [τὴν ψυχὴν] θέμενος ἐν ποσῷ δοκεῖ.

35. Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος, βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων, ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει, ἐκ μὲν σὖν τῶν ἄκρων μόνον οὐ δηλοῖ τὸ, οὔτε ἀριθμὸς ἁπλῶς ἔσται, οὔτε κινητός· τοῦ μὲν γὰρ ὑφεῖται ᾗ τοῦ ἀμερίστου ἐκβέβληται· τοῦ δέ ἐστι κρείσσων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει· τὸ συναμφότερον οὖν ἄν πως εἴη, ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός· κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ’ ἑαυτοῦ κινητὸς λέγεται. Ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος, καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἵα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία, νοερὰ ᵃ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι, διαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς ᵇ φύσεως, ἀλλὰ κατ’ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς ᶜ· περὶ δὲ τὰ σώματα μεριζομένην, καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς· τῆς δὲ ψυχῆς τὴν ἀφ’ ἑαυτῆς εἰς ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγωγήν. Διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο· ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν,

ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα, συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸ γνωστικόν.

36. Οἱ δὲ ὑπὸ τὸ ποσόν· ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ φησι κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή· ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν· εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος, καὶ μὴ ἄλλο τι διὰ τούτου ᾐνίττετο.

37. Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ· καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν· ταύτην δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηθὲν ὁρᾶν κινοῦν, ὃ μὴ καὶ αὐτὸ κινεῖται.

38. Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχήν, εἰπὼν αὐτὴν ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων, ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρας· ἀρχὴ γὰρ πάντων ἀριθμὸς κατὰ αὐτούς· διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτοκίνητον.

39. [Ξενοκράτης] ἔλεγεν οὖν ἀριθμὸν μὲν τὴν ψυχὴν διὰ τὸ πλήρωμα εἰδῶν εἶναι τὴν ψυχὴν καὶ λόγον, ἐκ τῶν λόγων πάντων γὰρ ἐν ἑαυτῇ τοὺς λόγους ἔχει ὡς εἴπομεν· ἀριθμοὺς δὲ τὰ εἴδη ἐκάλουν ὡς εἴρηται, καὶ αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς φησιν· καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, ἀριθμὸν μὲν οὖν διὰ τοῦτο· κινοῦντα δὲ αὑτὸν διὰ τὸ αὐτόζων αὐτῆς· οὐ γὰρ ὑφ’ ἑτέρου αὐτῇ τὸ ζῆν, αὐτοζωὴ γάρ ἐστιν.

40. Τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν ἐστι· καὶ γὰρ τὸ αὐτὸ αὑτὸ κινοῦν ψυχή, καθάπερ Πλάτων ὥρισται.