Epistula ad Hipparchum

Lysis

Lysis Epistula ad Hipparchum. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μετὰ τὸ Πυθαγόραν ἐξ ἀνθρώπων γενέσθαι οὐδέποκα διασκεδασθήσεσθαι τὸ τῶν ὁμιλητᾶν ἄθροισμα ἐς τὸν ἐμαυτοῦ θυμὸν ἐβαλόμαν· ἐπεὶ δὲ παρ’ ἐλπίδας ὥσπερ ἀπὸ ναὸς φορτίδος ἐν ἐρήμῳ πελάγει λυθείσας

ἄλλος ἄλλοσε φορεύμενοι διεσπάρημες, ὅσιον κἀμὲ μεμνᾶσθαι τῶν τήνῳ θείων καὶ σεπτῶν παραγγελμάτων, μηδὲ κοινὰ ποιῆσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἐλευσινίαιν θεαῖν μύστήρια διαγέεσθαι· κατ’ ἰσότατα γὰρ ἄδικοι καὶ ἀσεβέες ἑκάτεροι τοὶ ταῦτα πράττοντες.

(2) καλὸν δὲ ἀναλογίζεσθαι, ὅσον χρόνω μᾶκος διαγάγομες ἐκμετρήσαντες, ἀπορρυπτόμενοι σπίλως τὼς ἐν τοῖς στάθεσιν ἁμῶν ἐγκεκολαμμένως, ἕως ποκὰ διελθόντων ἐτέων ἐγενόμεθα δεκτικοὶ τῶν τήνω λόγων. καθάπερ γὰρ οἱ βαφεῖς προεκκαθάραντες ἔστυψαν τὰ βάψιμα τῶν ἱματίων, ὅπως ἀνέκπλυτον τὰν βαφὰν ἀναπίωντι καὶ μηδέποκα γενησουμέναν ἐξίταλον, τὸν αὐτὸν τρόπον ὁ δαιμόνιος ἀνὴρ παρεσκεύαζε τὼς φιλοσοφίας ἐρασθέντας, ὅπως μὴ διαψευσθῇ περί τινα τῶν ἐλπιζομένων ἐσεῖσθαι καλῶν τε κἀγαθῶν.

(3) οὐ γὰρ κιβδήλως ἐνεπορεύετο λόγως, οὐδὲ πάγας ταῖς τοὶ πολλοὶ τῶν σοφιστᾶν τὼς νέως ἐμπλέκοντι ποι’ οὐδὲν κράγυον σχολά ζοντες, ἀλλὰ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἦς ἐπιστάμων. τοὶ δὲ πρόσχημα ποιησάμενοι τὰν τήνω διδασκαλίαν πολλὰ καὶ δεινὰ δρῶντι, σαγανεύοντες οὐ κατὰ κόσμον τὼς νέως. τοιγαροῦν χαλεπώς τε καὶ προαλεῖς ἀπεργάζονται τὼς ἀκούοντας· ἐγκίρναντι γὰρ ἤθεσι τεταραγμένοις τε καὶ θολεροῖς θεωρήματα καὶ λόγως ἐλευθέρως, καθάπερ εἴ τις εἰς φρέαρ βαθὺ βορβόρω πλῆρες ἐγχέας καθαρὸν καὶ διειδὲς ὕδωρ τόν τε βόρβορον ἀνετάραξε καὶ τὸ ὕδωρ ἀφάνιξεν. ὁ αὐτὸς δὴ τρόπος τῶν οὕτω διδασκόντων τε καὶ διδασκομένων·

(4) πυκναὶ γὰρ καὶ δασεῖαι λόχμαι περὶ τὰς φρένας καὶ τὰν καρδίαν πεφύκαντι τῶν μὴ καθαρῶς ὀργιασθέντων, πᾶν τὸ ἅμερον καὶ πρᾷον καὶ λογιστικὸν ἐπισκιάζουσαι καὶ κωλύουσαι προφανῆμεν αὐξηθέν. ἐγκαταδεδύκαντι δὲ τῷ δάσει τούτῳ παντοῖαι κακότατες ἐκβοσκόμεναι καὶ μηδαμῶς ἐῶσαι προκύψαι τὸν λόγον. ὀνομάξαιμι δ’ ἂν αὐτῶν πρᾶτον ἐπελθὼν τὰς ματέρας, ἀκρασίαν τε καὶ πλεονεξίαν· ἄμφω δὲ πολύγονοι πεφύκαντι.

(5) τὰς μὲν ὦν ἀκρασίας ἐξεβλάστασαν ἄθεσμοι γάμοι καὶμέθαι καὶ φθοραὶ καὶ παρὰ φύσιν ἁδοναὶ καὶ σφοδραί τινες ὁρμαὶ μέχρι βαράθρων καὶ κρημνῶν ἐκδιώκουσαι· ἤδη γάρ τινας ἀνάγκαξαν ἐπιθυμίαι μήτε ματέρων μήτε θυγατέρων ἀποσχέσθαι, καὶ δὴ παρωσάμεναι πόλιν καὶ νόμως κατὰ τύραννον περιαγαγῶσαι τὼς ἀγκῶνας, ὡς αἰχμαλώτω; ἐπὶ τὸν ἔσχατον ὄλεθρον μετὰ βίας ἄγουσαι κατέστασαν. τᾶς δὲ πλεονεξίας ἐκπεφύκαντι ἁρπαγαί τε καὶ λᾳστεῖαι, τροκτονίαι ἱεροσυλίαι φαρμακεῖαι, καὶ ὅσα τούτων ἀδελφά.

(6) δεῖ ὦν τόγε πρᾶτον τὰς ὕλας, ταῖς ἐνδιαιτῆται ταῦτα τὰ πάθη, πυρὶ καὶ σιδάρῳ καὶ πάσαις μαχαναῖς ἐκκαθάραντα καὶ ῥυσάμενον τὸν λογισμὸν ἐλεύθερον τῶν τοσούτων παθέων τὸ τηνικάδε ἐμφυτεύοντά τι χρηστὸν αὐτῷ παραδιδόμεν. τάπερ ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπουδᾶς, οὐκ ἐτήρησας δ’, ὦ γενναῖε, γευσάμενος

Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. (7) λέγοντι δὲ πολλοί τυ καὶ δαμοσίᾳ φιλοσοφέν, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὅς γε Δαμοῖ τᾷ ἑαυτοῦ θυγατρὶ τὰ ὑπομνάματα παρακαταθέμενος ἐπέσκαψε μηδενὶ τῶν ἐκτὸς τᾶς οἰκίας παραδιδόμεν. ἃ δὲ δυναμένα πολλῶν χρημάτων ἀποδόσθαι τὼς λόγως οὐκ ἐβουλάθη, πενίαν δὲ καὶ τὰς τῶ πατρὸς ἐπισκάψιας ἐνόμιξε χρυσῶ τιμιωτέρας ἦμεν. φαντὶ δὲ ὅτι καὶ Δαμὼ θνάσκοισα Βιστάλᾳ τᾷ ἑαυτᾶς θυγατρὶ τὰν αὐτὰν ἐπιστολὰν ἐπέστειλεν. ἁμὲς δὲ ἄνδρες ἐόντες οὐ γνασίως αὐτῷ ποτιφερόμεθα, ἀλλὰ παραβάται τᾶν ὁμολογιᾶν γινόμεθα. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή, τέθνακάς μοι.