Dissertationum a Lucio digestarum reliquiae
Musonius Rufus
Musonius Rufus. C Musonii Rufi reliquiae. Hense, Otto, editor. Leipzig: Teubner, 1905.
Βίου καὶ γενέσεως παίδων κοινωνίαν κεφάλαιον εἶναι γάμου. Τὸν γὰρ γαμοῦντα, ἔφη, καὶ τὴν γαμουμένην ἐπὶ τούτῳ συνιέναι χρὴ ἑκάτερον θατέρῳ, ὥσθ’ ἅμα μὲν ἀλλήλοις βιοῦν, ἅμα δὲ ποιεῖσθαι, καὶ κοινὰ δὲ ἡγεῖσθαι πάντα καὶ μηδὲν ἴδιον, μηδ’ αὐτὸ τὸ
σῶμα. μεγάλη μὲν γὰρ γένεσις ἀνθρώπου, ἣν ἀποτελεῖ τοῦτο τὸ ζεῦγος. ἀλλ’ οὔπω τοῦτο ἱκανὸν τῷ γαμοῦντι, ὃ δὴ καὶ δίχα γάμου γένοιτ’ ἂν συμπλεκομένων ἄλλως, ὥσπερ καὶ τὰ ζῷα συμπλέκεται αὑτοῖς. δεῖ δὲ ἐν γάμῳ πάντως συμβίωσίν τε εἶναι καὶ κηδεμονίαν ἀνδρὸς καὶ γυναικὸς περὶ ἀλλήλους, καὶ ἐρρωμένους καὶ νοσοῦντας καὶ ἐν παντὶ καιρῷ, ἧς ἐφιέμενος ἑκάτερος ὥσπερ καὶ παιδοποιίας εἶσιν ἐπὶ γάμον. ὅπου μὲν οὖν ἡ κηδεμονία αὕτη τέλειός ἐστι, καὶ τελέως αὐτὴν οἱ συνόντες ἀλλήλοις παρέχονται, ἁμιλλώμενοι νικᾶν ὁ ἕτερος τὸν ἕτερον, οὗτος μὲν οὖν ὁ γάμος ᾗ προσήκει ἔχει καὶ ἀξιοζήλωτός ἐστι· καλὴ γὰρ ἡ τοιαύτη κοινωνία· ὅπου δ’ ἑκάτερος σκοπεῖ τὸ ἑαυτοῦ μόνον ἀμελῶν θατέρου, ἢ καὶ νὴ Δί’ ὁ ἕτερος οὕτως ἔχει, καὶ οἰκίαν μὲν οἰκεῖ τὴν αὐτήν, τῇ δὲ γνώμῃ βλέπει ἔξω, μὴ βουλόμενος τῷ ὁμόζυγι συντείνειν τε καὶ συμπνεῖν, ἐνταῦθ’ ἀνάγκη φθείρεσθαι μὲν τὴν κοινωνίαν, φαύλως δὲ ἔχειν τὰ πράγματα τοῖς συνοικοῦσιν, καὶ ἢ διαλύονται τέλεον ἀπ’ ἀλλήλων ἢ τὴν συμμονὴν χείρω ἐρημίας ἔχουσιν.Διὸ χρὴ τοὺς γαμοῦντας οὐκ εἰς γένος ἀφορᾶν εἰ ἐξ εὐπατριδῶν, οὐδ’ εἰς χρήματα εἰ πολλὰ κέκτηνταί τινες, οὐδ’ εἰς σώματα εἰ καλὰ ἔχουσιν. οὔτε γὰρ πλοῦτος οὔτε κάλλος οὔτ’ εὐγένεια κοινωνίαν μᾶλλον αὔξειν πέφυκεν, ὥσπερ οὐδ’ ὁμόνοιαν, οὐδ’ αὖ τὴν παιδοποιίαν κρείττω ταῦτα ἀπεργάζεται· ἀλλὰ σώματα μὲν πρὸς γάμον ἀποχρῶντα τὰ ὑγιῆ καὶ τὴν ἰδέαν μέσα καὶ αὐτουργεῖν ἱκανά, ἃ δὴ καὶ ἐπιβουλεύοιτ’ ἂν ὑπὸ τῶν ἀκολάστων ἧττον, καὶ ἐργάζοιτο μᾶλλον ὅσα σώματος ἔργα, καὶ παιδοποιοῖτο μὴ ἐνδεῶς. ψυχὰς δὲ ἐπιτηδειοτάτας εἶναι νομιστέον τὰς πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ ὅλως πρὸς ἀρετὴν εὐφυεστάτας. ποῖος μὲν γὰρ γάμος χωρὶς ὁμονοίας καλός; ποία δὲ κοινωνία χρηστή; πῶς δ’ ἂν ὁμονοήσειαν ἄνθρωποι
πονηροὶ ὄντες ἀλλήλοις; ἢ πῶς ἀγαθὸς πονηρῷ ὁμονοήσειεν; οὐδέν γε μᾶλλον ἢ ὀρθῷ ξύλῳ στρεβλὸν συναρμόσειεν ἄν, ἢ στρεβλὰ ἄμφω ὄντα ἀλλήλοιν. τὸ γὰρ δὴ στρεβλὸν τῷ τε ὁμοίῳ τῷ στρεβλῷ ἀνάρμοστον καὶ τῷ ἐναντίῳ τῷ εὐθεῖ ἔτι μᾶλλον. ἔστι δὴ καὶ ὁ πονηρὸς τῷ τε πονηρῷ οὐ φίλος οὐδ’ ὁμονοεῖ καὶ πολὺ ἧττον τῷ χρηστῷἌλλου δέ τινος φήσαντος, ὅτι ἐμπόδιον αὐτῷ δοκοίη εἶναι τῷ φιλοσοφεῖν γάμος καὶ ὁ σὺν γυναικὶ βίος, Πυθαγόρᾳ μέν, εἶπεν ὁ Μουσώνιος, οὐκ ἐμπόδιον ἦν, οὐδὲ Σωκράτει, οὐδὲ Κράτητι, ὧν ἕκαστος συνῴκησε γυναικί· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν ἄμεινον
ἐκείνων ἑτέρους φιλοσοφήσαντας. καίτοι γε Κράτης ἄοικός τε καὶ ἀσκευὴς καὶ ἀκτήμων τέλεον ἦν, ἀλλ’ ὅμως ἔγημεν· εἶτα μηδ’ ὑπόδυσιν ἔχων ἰδίαν ἐν ταῖς δημοσίαις Ἀθήνησι στοαῖς διημέρευε καὶ διενυκτέρευε μετὰ τῆς γυναικός· ἡμεῖς δὲ ἀπ’ οἰκίας ὁρμώμενοι, καὶ οἰκέτας τοὺς ὑπηρετοῦντας ἔχοντες ἔνιοι, τολμῶμεν ὅμως λέγειν ἐμπόδιον εἶναι φιλοσοφίᾳ γάμον; καὶ μὴν ὅ γε φιλόσοφος διδάσκαλος δήπου καὶ ἡγεμὼν πάντων τοῖς ἀνθρώποις ἐστὶ τῶν κατὰ φύσιν ἀνθρώπῳ προσηκόντων· κατὰ φύσιν δ’, εἴ τι ἄλλο, καὶ τὸ γαμεῖν φαίνεται ὄν. ἐπεὶ τοῦ χάριν ὁ τοῦ ἀνθρώπου δημιουργὸς πρῶτον μὲν ἔτεμε δίχα τὸ γένος ἡμῶν, εἶτ’ ἐποίησεν αὐτῷ διττὰ αἰδοῖα, τὸ μὲν εἶναι θήλεος τὸ δὲ ἄρρενος, εἶτα δὲ ἐνεποίησεν ἐπιθυμίαν ἰσχυρὰν ἑκατέρῳ θατέρου τῆς θ’ ὁμιλίας καὶ τῆς κοινωνίας καὶ πόθον ἰσχυρὸν ἀμφοῖν ἀλλήλων ἐνεκέρασεν, τῷ μὲν ἄρρενι τοῦ θήλεος τῷ δὲ θήλει τοῦ ἄρρενος; ἄρ’ οὖν 〈οὐ〉 γνώριμον, ὅτι ἐβούλετο συνεῖναί τε αὐτὼ καὶ συζῆν καὶ τὰ πρὸς τὸν βίον ἀλλήλοιν συμμηχανᾶσθαι, καὶ γένεσιν παίδων καὶ τροφὴν ἅμα ποιεῖσθαι, ὡς ἂν τὸ γένος ἡμῶν ἀίδιον ᾖ. τί δ’; εἰπέ μοι, πότερα προσήκει ἕκαστον ποιεῖν καὶ τὰ τοῦ πέλας, καὶ ὅπως οἶκοι ὦσιν ἐν τῇ πόλει αὐτοῦ, καὶ ὅπως ἡ πόλις μὴ ἔρημος ᾖ, καὶ ὅπως τὸ κοινὸν ἕξει καλῶς; εἰ μὲν γὰρ φῄς, ὡς τὸ αὑτοῦ σκεπτέον μόνον, ἀποφαίνεις τὸν ἄνθρωπον λύκου μηδὲν διαφέροντα μηδ’ ἄλλου θηρίου τῶν ἀγριωτάτων μηδενός, ἅπερ ἀπὸ βίας καὶ πλεονεξίας πέφυκε ζῆν, μὴ φειδόμενα μηδενὸς ἀφ’ ὅτου μέλλει καρποῦσθαί τι ἡδύ, ἄμοιρα μὲν κοινωνίας ὄντα, ἄμοιρα δὲ συνεργίας τῆς ἀπ’ ἀλλήλων, ἄμοιρα δὲ δικαίου παντός. εἰ δ’ ὁμολογήσεις τὴν ἀνθρωπείαν φύσιν μελίσσῃ μάλιστα προσεοικέναι, ἢ μὴ δύναται μόνη ζῆν, ἀπόλλυται γὰρ μονωθεῖσα, πρὸς ἓν δὲ καὶ κοινὸν ἔργον τῶν ὁμοφύλων συννένευκε καὶ συμπράττει καὶ συνεργάζεται τοῖς πλησίον· εἰ ταῦτα ταύτῃ ἔχει, καὶ ἔτι πρὸς τούτοις κακία μὲν ἀνθρώπου εἶναι ὑπείληπται ἀδικία τε καὶ ἀγριότης καὶ τὸ τοῦ πλησίον πράττοντος κακῶς ἀφροντιστεῖν, ἀρετὴ δὲ φιλανθρωπία καὶ χρηστότης καὶ δικαιοσύνη ἐστὶ καὶ τὸ εὐεργετικὸν εἶναι καὶ τὸ κηδεμονικὸν εἶναι τοῦ πέλας· οὕτω καὶ πόλεως ἑκάστῳ τῆς αὑτοῦ φροντιστέον καὶ τῇ πόλει οἶκον περιβλητέον. ἀρχὴ δὲ οἴκου περιβολῆς γάμος. ὥστε ὁ ἀναιρῶν ἐξ ἀνθρώπων γάμον ἀναιρεῖ μὲν οἶκον, ἀναιρεῖ δὲ πόλιν, ἀναιρεῖ δὲ σύμπαν τὸ ἀνθρώπειον γένος. οὐ γὰρ ἂν διαμένοι μὴ γενέσεως οὔσης, οὐδ’ ἂν γένεσις εἴη μὴ γάμου ὄντος, ἥ γε δικαία καὶ νόμιμος. ὅτι μὲν γὰρ οἶκος ἢ πόλις οὔτ’ ἐκ γυναικῶν συνίσταται μόνον οὔτ’ ἐξ ἀνδρῶν μόνον, ἀλλ’ ἐκ τῆς πρὸς ἀλλήλους κοινωνίας, δῆλον· ἀνδρῶν δὲ καὶ γυναικῶν κοινωνίας ἄλλην οὐκ ἂν εὕροι τις οὔτ’ ἀναγκαιοτέραν οὔτε προσφιλεστέραν. ποῖος γὰρ ἑταῖρος ἑταίρῳ οὕτω προσηνὴς ὡς γυνὴ καταθύμιος τῷ γεγαμηκότι; ποῖος δ’ ἀδελφὸς ἀδελφῷ; ποῖος δὲ γονεῦσιν υἱός; τίς δὲ ἀπὼν οὕτω ποθεινὸς ὡς ἀνὴρ γυναικὶ καὶ γυνὴ ἀνδρί; τίνος δὲ παρουσία μᾶλλον ἢ λύπην ἐλαφρύνειεν ἂν ἢ χαρὰν ἐπαυξήσειεν ἢ συμφορὰν ἐπανορθώσειεν; τίσι δὲ νενόμισται κοινὰ εἶναι πάντα, καὶ σώματα καὶ ψυχαὶ καὶ χρήματα, πλὴν ἀνδρὸς καὶ γυναικός; ταῦτά τοι καὶ πάντες ἄνθρωποι πρεσβυτάτην νομίζουσι πασῶν τὴν ἀνδρὸς καὶ γυναικὸς φιλίαν· καὶ οὐδὲ μήτηρ ἢ πατὴρ νοῦν ἔχων οὐδεὶς ἀξιοῖ φίλτερος 〈εἶναι〉 τῷ ἑαυτοῦ τέκνῳ τοῦ συνεζευγμένου γάμῳ. καὶ ὁ λόγος δὲ ἐκεῖνος φαίνεται δηλοῦν, ὅσον προτερεῖ τῆς γονέων πρὸς τέκνα φιλίας ἡ γυναικὸς πρὸς ἄνδρα, ὅτι Ἄδμητος δόσιν ταύτην λαβὼν παρὰ θεῶν, εἰ παράσχοῖ τὸν ἀνθ’ ἑαυτοῦ τεθνηξόμενον, ζῆσαι διπλασίω χρόνον τοῦ τεταγμένου αὐτῷ, τῶν μὲν γονέων οὐκ ἔτυχεν ἐθελόντων προαποθανεῖν αὐτοῦ καίτοι γεγηρακότων· ἡ γυνὴ δὲ ἡ γαμετὴ Ἄλκηστις, κομιδῇ νέα οὖσα, ἐδέξατο ἑτοίμως τὸν θάνατον πρὸ τοῦ ἀνδρός.Ὅτι δὲ μέγα καὶ ἀξιοσπούδαστον ὁ γάμος ἐστί, καὶ ταύτῃ δῆλον. θεοὶ γὰρ ἐπιτροπεύουσιν αὐτόν, καθὸ νομίζονται παρ’ ἀνθρώποις, μεγάλοι· πρώτη μὲν Ἥρα, καὶ διὰ τοῦτο ζυγίαν αὐτὴν προσαγορεύομεν· εἶτα Ἔρως, εἶτα Ἀφροδίτη· πάντας γὰρ τούτους ὑπολαμβάνομεν ἔργον πεποιῆσθαι τοῦτο, συνάγειν ἀλλήλοις πρὸς παιδοποιίαν ἄνδρα καὶ γυναῖκα. ποῦ μὲν γὰρ Ἔρως παραγένοιτ’ ἂν δικαιότερον ἢ ἐπὶ νόμιμον ἀνδρὸς καὶ γυναικὸς ὁμιλίαν; ποῦ δὲ Ἥρα; ποῦ δὲ Ἀφροδίτη; πότε δ’ ἂν εὐκαιρότερον εὔξαιτό τις τοῖς θεοῖς τούτοις ἢ πρὸς γάμον ἰών; τί δὲ καλοῦντες ἀφροδίσιον ἔργον προσηκόντως ἂν μᾶλλον καλοῖμεν ἢ τὴν γαμετῆς τῷ γεγαμηκότι σύνοδον; διὰ τί τοιγαροῦν φαίη τις ἂν θεοὺς μὲν οὕτω μεγάλους ἐπισκοπεῖν καὶ ἐπιτροπεύειν γάμον καὶ παιδοποιίαν, μὴ προσήκειν δὲ ἀνθρώπῳ ταῦτα; διὰ τί δὲ προσήκειν μὲν τῷ ἀνθρώπῳ ταῦτα, μὴ προσήκειν
δὲ τῷ φιλοσόφῳ; πότερον ⟨ὅτι⟩ κακίω εἶναι χρὴ τῶν ἄλλων τὸν φιλόσοφον; ἀλλ’ οὐ χρή, κρείττω δὲ καὶ δικαιότερον καὶ καλοκἀγαθικώτερον. ἢ ὅτι κακίων οὐκ ἔστι καὶ ἀδικώτερος ἀνὴρ τοῦ μὲν κηδομένου τῆς ἑαυτοῦ πόλεως ὁ μὴ κηδόμενος, τοῦ δὲ τὸ κοινὸν σκοποῦντος ὁ τὸ αὑτοῦ μόνον ὁρῶν; ἢ ὅτι φιλόπολις καὶ φιλάνθρωπος καὶ κοινωνικὸς μᾶλλον ἐστὶν ὁ μονήρη βίον αἱρούμενος τοῦ νέμοντος οἶκον καὶ ποιουμένου παῖδας καὶ πόλιν αὔξοντος τὴν ἑαυτοῦ, ἅπερ ὑπάρχει τῷ γαμοῦντι; ὅτι μὲν οὖν προσήκει τὸν φιλόσοφον γάμου καὶ παιδοποιίας ἐπιμελεῖσθαι, δῆλον. εἰ δὲ προσήκει τοῦτο, πῶς ἂν ὀρθῶς ἔχοι, ὦ νεανίσκε, ὁ λόγος ἐκεῖνος, ὃν σὺ ἀρτίως ἔλεγες, ὡς ἐμπόδιόν ἐστι τῷ φιλοσόφῳ γάμος; οὐ γὰρ δὴ φιλοσοφεῖν ἕτερόν τι φαίνεται ὂν ἢ τὸ ἃ πρέπει καὶ ἃ προσήκει λόγῳ μὲν ἀναζητεῖν, ἔργῳ δὲ πράττειν. Τότε μὲν δὴ τοιαῦτά τινα εἶπεν.Οἱ δὲ νομοθέται, οἷς αὐτὸ τοῦτο γέγονεν ἔργον ζητεῖν καὶ σκοπεῖν, τί μὲν ἀγαθὸν πόλει τί δὲ κακόν, καὶ τί μὲν ὠφελεῖ τί δὲ βλάπτει τὸ κοινόν, οὐχὶ δὲ καὶ οὗτοι πάντες συμφορώτατον μὲν ταῖς πόλεσιν ἐνόμισαν τὸ πληθύνεσθαι τοὺς τῶν πολιτῶν οἴκους, βλαβερώτατον δὲ τὸ μειοῦσθαι; καὶ ἀπαιδίαν μὲν ἢ ὀλιγοπαιδίαν τῶν πολιτῶν ὑπέλαβον εἶναι ἀλυσιτελές, τὸ δὲ ἔχειν παῖδας καὶ νὴ Δία πολλοὺς ἔχειν εἶναι λυσιτελές; τοῦτο μὲν γὰρ ἀμβλίσκειν ἀπεῖπον ταῖς γυναιξὶ καὶ ταῖς ἀπειθούσαις ζημίαν ἐπέθεσαν, τοῦτο δ’ ἀτοκίᾳ προστίθεσθαι καὶ τὴν κύησιν εἴργειν ἀπηγόρευσαν αὐταῖς, τοῦτο δὲ πολυπαιδίας ἔταξαν γέρα καὶ ἀνδρὶ
καὶ γυναικί, καὶ τὴν ἀπαιδίαν ἐπιζήμιον κατέστησαν. πῶς οὖν οὐκ ἂν ἡμεῖς ἄδικα καὶ παράνομα δρῷμεν ἐναντία δρῶντες τῇ βουλήσει τῶν νομοθετῶν, θείων καὶ θεοφιλῶν ἀνδρῶν, οἷς ἕπεσθαι νομίζεται καλὸν καὶ συμφέρον; δρῷμεν δ’ ἂν ἐναντία τὴν πολυπαιδίαν τὴν ἑαυτῶν κωλύοντες. πῶς δ’ οὐχὶ καὶ εἰς τοὺς πατρῴους θεοὺς ἐξαμαρτάνοιμεν ἂν καὶ εἰς τὸν ὁμόγνιον Δία ταῦτα πράττοντες; ὥσπερ γὰρ ὁ περὶ ξένους ἄδικος εἰς τὸν ξένιον ἁμαρτάνει Δία, καὶ ὁ περὶ φίλους εἰς τὸν φίλιον, οὕτως ὅστις εἰς τὸ ἑαυτοῦ γένος ἄδικος, εἰς τοὺς πατρῴους ἁμαρτάνει θεοὺς καὶ εἰς τὸν ὁμόγνιον Δία, τὸν ἐπόπτην τῶν ἁμαρτημάτων τῶν περὶ τὰ γένη· ὁ δέ γε περὶ τοὺς θεοὺς ἁμαρτάνων ἀσεβής. καὶ μὴν ὅτι καλὸν καὶ λυσιτελὲς παίδων ἀνατροφὴ πολλῶν μάθοι τις ἂν λογισάμενος, ὡς μὲν ἔντιμος ἐν πόλει πολύπαις ἀνήρ, ὡς δ’ αἰδῶ παρέχει τοῖς πλησίον, ὡς δὲ δύναται πλέον πάντων τῶν ὁμοίων, ἄν γε μὴ ὁμοίως παίδων εὐπορῶσιν. καθάπερ γάρ, οἶμαι, πολύφιλος ἀφίλου ἀνδρὸς δυνατώτερος, οὕτω καὶ πολὺ μᾶλλον ὁ πολύπαις τοῦ μὴ ἔμπαιδος ἢ τοῦ ὀλίγους κεκτημένου παῖδας, καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ περ ἐγγύτερον υἱὸς ἑκάστῳ ἢ φίλος. ἄξιον δὲ νοῆσαι ποῖόν τι καὶ θέαμά ἐστιν ἀνὴρ πολύπαις ἢ γυνὴ σὺν ἀθρόοις ὁρώμενοι τοῖς ἑαυτῶν παισίν· οὔτε γὰρ πομπὴν πεμπομένην θεοῖς οὕτω καλὴν θεάσαιτ’ ἄν τις οὔτε χορείαν ἐπὶ ἱεροῖς κόσμῳ χορευόντων οὕτως ἀξιοθέατον, ὡς χορὸν παίδων πολλῶν προηγουμένων ἐν πόλει πατρὸς τοῦ ἑαυτῶν ἢ μητρός, 〈καὶ〉 χειραγωγούντων τοὺς γονεῖς ἢ τρόπον ἕτερον περιεπόντων κηδεμονικῶς. τί μὲν τούτου κάλλιον τοῦ θεάματος; τί δὲ τῶν γονέων τούτων ζηλωτότερον, ἄλλως τε κἂν ἐπιεικεῖς ὦσι; τίσι δ’ ἂν ἄλλοις οὕτω προθύμως ἢ συνεύξαιτό τις ἀγαθὰ παρὰ θεῶν, ἢ συμπράξειεν αὐτοῖς εἰς ὅ τι δέοιντο; νὴ Δία· φησίν 〈ἀλλὰ . . . 〉.