Epistulae, Decretum, Orationes
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
4. Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν.
Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγίνου ξυντόμως. Ἔῤῥωσο.
5. Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖχθαι, πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇ
318
καὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεόμεθα. Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρους ἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων. Ἔῤῥωσο. 6. Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν.
Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι. λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔῤῥωσο.