21. Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.
Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει. Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι. Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν. Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· εἰ δὲ μὴ, τοὐναντίον. Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ’ ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις· ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα. Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου
390
καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν. Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμοῤῥώδεας, ἢ ἐν φύμασιν· ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή· κράτιστον δὲ τούτοις διαιτᾷν. Ὡς δὲ ἔφην ἐν τῷ προῤῥητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ’ ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους. Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει. Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους
392
δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις· ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.
23. Δημόκριτος Ἱπποκράτει περὶ φύσιος ἀνθρώπου.
Χρὴ πάντας ἀνθρώπους ἰητρικὴν τέχνην ἐπίστασθαι, ὦ Ἱππόκρατες,
394
καλὸν γὰρ ἅμα καὶ ξυμφέρον ἐς τὸν βίον, τουτέων δὲ μάλιστα τοὺς παιδείας καὶ λόγων ἴδριας γεγενημένους. Ἱστορίην σοφίης γὰρ δοκέω ἰητρικῆς ἀδελφὴν καὶ ξύνοικον· σοφίη μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται. Αὔξεται δὲ νόος παρεούσης ὑγείης, ἣν καλὸν προνοέειν τοὺς ἐσθλὰ φρονέοντας· ἕξεως δὲ σωματικῆς ἀλγεούσης, οὐδὲ προθυμίην ἄγει νόος ἐς μελέτην ἀρετῆς· νοῦσος γὰρ παρεοῦσα δεινῶς ψυχὴν ἀμαυροῖ, φρόνησιν ἐς συμπαθείην ἄγουσα. Φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε· ὁ μὲν ἐγκέφαλος φρουρέει τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσι συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσιες ἀναγκαίῃ ἀρηρυῖαι δεσπότην φύλακα διανοίης καλύπτουσιν ἐγκέφαλον. Τριχῶν εὐκοσμία χρῶτα κοσμεῦσα· τὸ δὲ τῶν ὀμμάτων ὁρητικὸν ἐν πολυχίτωνι φωλεῦον ὑγροῦ εὐσταθείᾳ, ὑπὸ μέτωπον κολασίῃ συνίδρυται, θεωρίης δὲ αἴτιον· ἀκριβὴς δὲ κόρη φύλακα ταρσὸν εὐκαιρίης ὑπομένει. Διπλοῖ δὲ ῥώθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτνίην. Μαλακὴ δὲ χειλέων ἁφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβῆ τε διάρθρωσιν παρέσχηκε κυβερνωμένη. Γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμφοις συνηρμοσμένον. Ἐνδοχεῖα δὲ μύθων ὦτα δημιουργὸς ἀνέῳγεν, οἷς ἐπεὼν ὁ μῦθος οὐκ ἀσφαλὴς διήκονος ἀλογιστίης γίνεται. Λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχυροῖς ὀδόντων θριγκοῖσι πεφρούρηται. Βρόγχος δὲ καὶ φάρυγξ ἡρμοσμένοι ἀλλήλοις γειτνιῶσιν· ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλίης τροφὴν προπέμπει λάβρον ὠθεύμενος. Κω νοειδὴς
396
δὲ καρδίη βασιλὶς, ὀργῆς τιθηνὸς, πρὸς πᾶσαν ἐπιβουλὴν ἐνδέδυκε θώρακα. Θαμιναὶ δὲ πνευμόνων σήραγγες ἠέρι διαδύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν. Τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν, σὺν λοβοῖς πολλάκις κοίλῃ περίπλοοις, ἔσται ἧπαρ ἐπιθυμίης αἴτιον· χλωρὴ δὲ χολὴ, πρὸς ἥπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηΐου ὑπερβλύσασα γίνεται. Βλαβερὸς δὲ σώματος ἀνθρωπίνου καὶ ἀνωφελὴς ἔνοικος, σπλὴν ἀπέναντι εὕδει πρᾶγμα μηδὲν αἰτούμενος. Μέση δὲ τουτέων χορηγεῖ πανδέκτειρα κοιλίη, καὶ εὐνάζεται διοικέουσα τὴν πέψιν. Ἔνοχα δὲ κοιλίης, συνθέσιος δημιουργίῃ συνδονεύμενα, εἱλεῖται περὶ κοιλίην ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια. Δίδυμοι δὲ νεφροὶ ἰσχίοισιν ἐνιδρυσμένοι καὶ ἠμφιεσμένοι δημῷ, οὔρων ἐκκρίσιος οὐκ ἀλλότριοι πεφύκασιν. Κύριος δὲ ἁπάσης κοιλίης ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριείληφε, μόνου σπληνὸς ἄτερ. Ἑξῆς νευρώδης κύστις ἰσχίῳ στόμα ἐνιδρυσμένη, συμπεπλεγμένων ἀγγείων, οὔρων ἐκκρίσιος αἰτίη γίνεται. Ἡ δὲ γειτνιῶσα ταύτῃ μήτηρ βρεφέων, ἡ δεινὸν ἄλγος, τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτίη, μήτρη πεφώλευκεν· ἡ πυλωρὸς μυχοῖς ἰσχίων βράσασα σὰρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκχέουσα γαστρὸς φύσιος, ἐκ τόκου προνοίης. Ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκίην νέμονται ἔκγονοι κτίσται ὄρχεις, πουλυχίτωνες ἐόντες· εὔνοον ἥβῃ, ἀπὸ φλεβέων τε καὶ νεύρων
398
πλέγμα, οὔρων ἔκχυσιν ποιεύμενον, συνουσίης ὑπουργὸν, φύσιος ὕπο δεδημιούργηται, ὄρεξιν ἥβης πυκαζομένης. Σκέλη δὲ καὶ βραχίονες καὶ τὰ προσηρτημένα τουτέοισιν ἄκρα, διηκονίης πᾶσαν ἀρχὴν συνηθροισμένα ἔχοντα, νεύρων ἀσφαλῆ λειτουργίην τελέουσιν. Ἡ δὲ ἀσώματος ἐν μυχοῖς φύσις ἐξέτευξε παντάμορφα σπλάγχνων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὠκέως ἔπαυσε λειτουργίης.
27. Πρεσβευτικὸς Θεσσαλοῦ Ἱπποκράτους υἱοῦ.
Προσήκειν ἡγέομαι, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμέας καὶ μὴ γινωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον δηλῶσαι μὲν ὅστις καὶ ὅθεν ἐστὶ, μετὰ δὲ ταῦτα τῶν ἄλλων λόγων ἅπτεσθαι. Ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃ ὑμεῖς γινώσκετε ἐν ἰητρικῇ ἡλίκην δύναμιν ἔχει. Οὔνομα δὲ Θεσσαλός· γινώσκομαι δὲ κᾀγὼ οὐκ ἐν δευτέροις ὑμέων, οὐδ’ ὀλίγοις, πατρὶς δέ μοι Κῶς, ἣν ὅπως ὑμῖν
406
οἰκείη ἐστὶν ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσιν οἵ τινες ἱστορίην ἐξηγήσασθαι δυνατώτεροι. Ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, τέσσαρας ἔχων εὐεργεσίας εἰπεῖν παρ’ ἡμῶν εἰς ὑμᾶς γεγενημένας· τὴν μέν τινα παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτύονας, ὧν ὑμέες οὐκ ἐλαχίστη μοῖρα· τὴν δὲ ἑτέρην ἔτι μείζω ταύτης καὶ διικνουμένην ἐς Ἑλλήνων τοὺς πλείστους· καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐοῦσαι· ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδίη, καὶ τηλικαύτη ὅσην εἷς ἀνὴρ οὐδεὶς ὑμῖν τε καὶ πολλοῖς Ἑλλήνων κατέθετο· ἡ δ’ ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμὴ, καὶ οὐκ ἔτι ἐς πλείονας, ἀλλ’ ἐς ὑμᾶς αὐτοὺς διικνεομένη, ἣ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας μικρὴ ἂν φανείη, πρὸς δὲ ἑτέρων χάριτας μετρεομένη μεγάλη. Αἱ μὲν δὴ εὐεργεσίαι τοιαῦται οὕτως ἔχουσιν ἃς ἔφην εἶναι, ὡς συνελόντι εἰπεῖν, δεῖ δὲ μὴ μοῦνον φάναι, ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶν ἀληθέες. Ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷς τάχ’ ἄν με καταλάβοιτε μακρότερα καὶ μυθωδέστερα εἰπεῖν· ποθεῖ δέ πως ἀρχαίως λέγεσθαι. Ἦν γὰρ χρόνος ὅτ’ ἦν Κρίσαιον ἔθνος, ἐῴκεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ’ εἶχον ἥ γε νῦν τῷ Ἀπόλλωνι καθιέρωται· καλέεται δὲ τὸ μὲν Κρίσαιον πεδίον ᾧ Λοκροὶ παροικέουσι καὶ ᾧ Μέλαινα πρόσεισι· τὸ δὲ Κίρφιον ὅρος, ᾧ Φωκέες παράκεινται. Οὗτοι δὲ οἱ Κρίσαιοι γενόμενοι τότε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τουτέοις τοῖς ἀγαθοῖς ἐπὶ κακῷ ἐχρήσαντο· ἐξυβρίσαντες γὰρ πολλὰ δεινὰ καὶ παράνομα εἰργάσαντο, ἐς τὸν θεὸν ἀσεβοῦντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληϊζόμενοι, θεωροὺς συλέοντες, γυναῖκάς τε καὶ παῖδας ἀγινέοντες,
408
καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες. Ἀνθ’ ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν. Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες· μακαριστοὶ δ’ ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν· τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς· οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν· ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ’ ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων· οὕτω γάρ που ἔθος γίνεσθαι· καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον. Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου. Οἱ δ’ Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν. Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο· φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι· τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο
410
ὅ τι χρὴ ποιεῖν, Ὁ δ’ ἐκέλευσε πολεμεῖν, καὶ ὑπισχνεῖτο κρατήσειν, ἢν ἐς Κῶ ἐλθόντες ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγάγωνται ξὺν χρυσῷ σπεύσαντες, ὡς μὴ πρότερον οἱ Κρισαῖοι ἐν τῷ ἀδύτῳ τὸν τρίποδα συλήσωσιν· εἰ δὲ μὴ, τὴν πόλιν οὐχ ἁλώσεσθαι. Οἱ δὲ ταῦτα ἀκούσαντες καὶ ἐλθόντες ἐς Κῶ, τὰ μαντευθέντα ἀπήγγειλαν· ἀπορεύντων δὲ τῶν Κώων καὶ ἀγνοεύντων τὸ μάντευμα, ἀνέστη ἀνὴρ, γένος μὲν Ἀσκληπιάδης, πρόγονος δὲ ἡμέτερος, ἰητρὸς δὲ Ἑλλήνων κράτιστος ὁμολογούμενος τῶν τότε, ὄνομά οἱ ἦν Νεβρὸς, ὅστις ὀνομαστὶ ἔφη τὸ θέσφατον ἥκειν πρὸς ἑωυτόν· εἴπερ ὁ θεὸς οὕτω παρῄνεσεν ὑμῖν, ἐλθόντας ἐς Κῶ ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγαγεῖν· Κὼς μὲν γὰρ αὐτὴ, τὰ δὲ ἐλάφων ἔκγονα νεβροὶ καλέονται, Νεβρὸς δέ μοι οὔνομα, ἐπικουρίη δ’ ἂν ἄλλη τίς· προτέρα γένοιτο στρατοπέδῳ νοσέοντι ἰητροῦ; καὶ μὴν τόδε εὐθὺ ἐχόμενον, οὐ δοκέω, ὅτι τοὺς τοσοῦτον Ἑλλήνων ὑπερέχοντας ὄλβῳ ἐξ Κῶ προελθόντας ἔταξεν ὁ θεὸς, νόμισμα χρυσοῦν αἰτεῖν· ἀλλὰ τοῦτο τὸ θέσφατον ἐς τὴν ἐμὴν οἰκίην ἔρχεται· Χρύσος γάρ μοι κεκλέαται ἀῤῥένων παίδων ὁ νεώτατος ἔστι δὲ πάντῃ καὶ ἰδέῃ καὶ ἐς ψυχὴν· ἀρετῇ, ὡς πατέρα λέγειν, διάκριτος τῶν πολιτῶν. Ἐγὼ μὲν οὖν, εἰ μὴ ὑμῖν ἄλλο δοκέει, αὐτός τε εἶμι καὶ τὸν παῖδα ἄξω, πεντηκόντορον πληρώσας τοῖς
412
ἐμοῖς τέλεσιν, ὑπηρεσίας τε ἰητρικὰς καὶ πολεμικὰς, ἵνα εἰς ἀμφότερα βοηθῶμεν. Ὁ μὲν εἶπε, τοῖς δὲ ἔδοξεν, οἱ δὲ ἀπεστάλησαν. Συνενέβησε δὲ ὁ Νεβρὸς οὗτος καὶ Καλυδώνιον ἄνδρα παρ’ ἑωυτέῳ τρεφόμενον, ὑπὲρ οὗ τὸ αὐτίκα ὁ λόγος δηλώσει, ὅταν ἡ χρῆσις ἔλθῃ. Ὅτε δ’ οὖν ἀφίκοντο οὗτοι οἱ ἄνδρες οὗ τὸ στρατόπεδον ἐπετελεῖτο, ὁ θεὸς ἔχαιρεν· οἵ τε γὰρ θάνατοι τῶν στρατιωτῶν ἔληξαν, καὶ θείῃ τύχῃ ἵππου τοῦ Εὐρυλόχου, ὃς ἡγεῖτο τοῦ πολέμου Θεσσαλὸς ἐὼν καὶ ἄνωθεν ἐξ Ἡρακλειδῶν, κρούσαντος τὸν σωλῆνα τῇ ὁπλῇ, δι’ οὗ τὸ ὕδωρ ἤγετο ἐς τὸ τεῖχος, ὁκότε διακονίεσθαι ἤθελεν, Νεβρὸς φαρμάκοισιν ἐμίηνε τὸ ὕδωρ· ἔνθεν αἱ κοιλίαι τῶν Κρισαίων ἐφθάρησαν, καὶ μεγάλα δή τι ξυνεβάλετο πρὸς τὸ ἁλῶναι τὴν πόλιν· καὶ ἐντεῦθεν αἱ γνῶμαι ἐπήρθησαν τῶν πολιορκεόντων, ὡς τοῦ θεοῦ ἐπικουρέοντος ἤδη σαφῶς. Προσβολὰς δὲ ποιευμένων καὶ ἆθλα προτιθέντων τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβήσασιν, ὁ ἀγὼν ἦν καρτερώτατος, καὶ ἡ πόλις ᾑρεῖτο· ἀνέβη γὰρ πρῶτος ἐπὶ τὸ τεῖχος Χρύσος καὶ κατέλαβε τὸν πύργον, ξυνείπετο δὲ αὐτέῳ ἐκ ποδὸς ξυνασπίζων ὁ ἀνὴρ ὁ Καλυδώνιος, περὶ οὗ προέλεξα. Ὁ μὲν Χρύσος δόρατι πληγεὶς ἔπεσε κατ’ ἄκρης ἐκ τοῦ πύργου ὑπὸ Μερμοδέω, τοῦ Λύκου δὲ ἀδελφεοῦ, ὃς ἀπέθανε λευσθεὶς, ὅτε ἦλθεν εἰς τὸ ἄδυτον τὸν τρίποδα συλήσων. Ἡ δ’ οὖν πόλις οὕτως ἥλω· ἥ τε τοῦ Νεβροῦ ἐπικουρίη σὺν Χρύσῳ ὀρθῶς ἀπήντησε καὶ κατὰ τὰ ἰατρικὰ καὶ κατὰ τὰ πολεμικὰ, ὅ τε θεὸς ἠλήθευσε, καὶ ἃ ὑπέσχετο ἐποίησεν. Ἐφ’ οἷς οἱ Ἀμφικτύονες τῷ μὲν Ἀπόλλωνι νηὸν ἀνέθεσαν, τὸν νῦν ἐόντα ἐν Δελφοῖς, ἀγῶνά τε γυμνικὸν καὶ ἱππικὸν πρότερον οὐ τιθέντες νῦν τιθέασι, τήν τε τῶν Κρισαίων χώρην ἅπασαν καθιέρωσαν,
414
τῷ δόντι ἃ ἔδωκε διδόντες καθ’ ὅ τι ἔχρησε, τόν τε τοῦ Νεβροῦ παῖδα Χρύσον ἔθαψαν ἐν τῷ ἱπποδρόμῳ, καὶ ξυνέταξαν δημοσίῃ Δελφοὺς ἐναγίζειν· Ἀσκληπιάδαις δὲ τοῖς ἐν Κῷ ἐδόθη Νεβροῦ χάριτι προμυθίη πρὸς μαντείην, καθάπερ τοῖσιν ἱερομνήμοσι, Καλυδωνίοις δὲ ἀπ’ ἐκείνου τοῦ ἀνδρὸς καὶ ἐκείνης τῆς ὑπουργίης καὶ νῦν ἐν Δελφοῖς προμαντείη καὶ αἰεισιτίη δέδοται. Ἀλλ’ ἐπάνειμι ἐπὶ τὰ ἡμέτερα· ὅτι γὰρ ἀληθέα λέγω, τοῦ πατρὸς καὶ ἐμεῦ ἐπελθόντων, Ἀμφικτύονες ἀνενεώσαντο ταῦτα καὶ ἀπέδοσαν, καὶ ἐν στήλῃ ἀναγράψαντες ἐν Δελφοῖς ἀνέθεσαν. Καὶ τούτου μέν μοι τοῦ λόγου τέλος· ἐνταῦθα καθαρῶς δείκνυσιν τοὺς ἡμετέρους προγόνους ὑμέων εὐεργέτας. Τοῦτον δὲ καθέμενος, ἄλλον αἱρήσομαι περὶ τῶν αὐτῶν, οὐ τὸν αὐτόν· ὅτε γὰρ βασιλεὺς ὁ μέγας ξὺν Πέρσαισι καὶ τοῖς ἄλλοις βαρβάροις ἐστράτευσεν ἐπὶ τοὺς μὴ διδόντας ὕδωρ καὶ γῆν Ἑλλήνων, ἡ πατρὶς ἡ ἡμετέρη εἵλετο μᾶλλον πανδημεὶ ἀπολέσθαι, ὡς μὴ καθ’ ὑμέων τε καὶ τῶν ταὐτὰ ὑμῖν γινωσκόντων ὅπλα πολέμια λάβῃ καὶ ἐν νεῦσι στρατείην ἀποστείλῃ, ἀλλ’ ἀνένευσε καλόν τι καὶ ἄξιον τῶν πατέρων μεγαλοφρονευμένη, οἳ λέγονται γηγενέες τε εἶναι καὶ Ἡρακλεῖδαι. Ἔδοξεν οὖν σφιν, τεσσάρων ἐόντων τειχέων ἐν τῇ νήσῳ, πάντ’ ἐκλείπειν καὶ ἐς τὰ ὄρεα καταφυγοῦσιν ἀτέχεσθαι σωτηρίης. Ὅθεν δὴ τί κακὸν οὐκ ἀπήντησε, χώρης λεηλατευομένης καὶ σωμάτων ἐλευθέρων ἀνδραποδιζομένων καὶ κτεινομένων ἐχθρῷ νόμῳ, τῆς δὲ πόλιος καὶ τῶν ἄλλων ἐρυμάτων καὶ ἱερῶν καταιθαλουμένων, ἔτι δὲ καὶ τῇ θυγατρὶ τοῦ Λυγδάμιος Ἀρτεμισίῃ κατὰ πατρῶον
416
νεῖκος δοθέντων ἐκσαγηνεῦσαι πάντα ὅσα λοιπὰ ᾖν; ἀλλὰ γὰρ, ὡς ἔοικε, θεοῖς οὐκ ἠμελεύμεθα· χειμώνων δὲ γενομένων ἐξαισίων, αἵ τε νῆες τῆς Ἀρτεμισίης ἐκινδύνευσαν ἅπασι ἀπολέσθαι, πολλαὶ δὲ καὶ ἀπώλοντο, ἔς τε τὸ στράτευμα αὐτέης πολλοὶ κεραυνοὶ ἐνέπεσον, σπάνιόν τι τῆς νήσου κεραυνουμένης· λέγεται δὲ καὶ φάσματα ἡρώων τῇ γυναικὶ ὀφθῆναι· ἃ δὴ πάντα φοβηθεῖσα ἀπέστη ἔργων ἀνηκέστων, ὁμολογίην πικρὴν ποιησαμένη, καὶ λίην πικρὴν λέγεσθαι, ὥστε ἀφείσθω. Ἀποδώσω δὲ καὶ ἐνταῦθα προγόνοις τοῖς ἐμοϊς κυριότητα οὐ ψευδέα τοῦ μήτ’ ἐφ’ ὑμέας μήτ’ ἐπὶ Αακεδαιμονίους ἢ ἑτέρους ἄλλους Ἑλλήνων Κώους ἑκούσια ὅπλα λαβεῖν, καίπερ πολλῶν τῶν ὁμοῦ νήσους τε καὶ Ἀσίην οἰκεόντων συναψαμένων τοῖς βαρβάροις τοῦ πολέμου οὐ βίῃ· οἱ γὰρ προεστῶτες τότε τῆς πόλεως ἦσαν Κάδμος τε καὶ Ἱππόλοχος· ἐπ’ ἀληθεῖ δὲ κεῖται προγόνους ἐμοὺς εἶναι τόν τε Κάδμον καὶ τὸν Ἱππόλοχον· ὁ μὲν γὰρ Κάδμος, ὃς τὴν βουλὴν αὐτὴν ἤρτυσεν, ἔστι τῆς ἐμῆς μητρὸς, ὁ δ’ Ἱππόλοχος ἐξ Ἀσκληπιαδέων τέταρτος ἀπὸ Νέβρου τοῦ Κρισαίους συγκαθελόντος, ἡμεῖς δ’ Ἀσκληπιάδαι κατ’ ἀνδρογένειαν· ὥστε καὶ τοῦτο τὸ καλὸν τῶν ἡμετέρων προγόνων προελέσθαι. Ἐπάνειμι δ’ ἐπὶ τὸν Κάδμον· οὗτος γὰρ δὴ ὁ ἀνὴρ οὕτως ἔσπευδε τὰ τῶν Ἑλλήνων καλὰ, ὥστε, ὁκότε ἔληξεν ἡ χώρη πολιορκεομένη ὑπὸ Ἀρτεμισίης, αὐτοῦ καταλιπὼν τὴν γυναῖκα καὶ γενεὴν, ᾤχετο ξὺν τοῖς τὰ αὐτὰ αἱρεομένοις ἐπὶ Σικελίης, ὅπως Γέλωνα καὶ τοὺς ἀδελφοὺς κωλύσει φιλίην ξυνθέσθαι κατὰ Ἑλλήνων πρὸς τοὺς βαρβάρους· διεπρήξατο δὲ καὶ ἄλλα πολλὰ καλὰ ἔργα, ἃ μηκύνειν οὐ πρόσκαιρον. Αἱ μὲν δὴ δημόσιαι καὶ ἡμέων προγόνων ὑπουργίαι ἐς ὑμέας
418
καὶ τοὺς ἄλλους Ἕλληνας, αὗται καὶ τοιαῦται πολλαί· καὶ γὰρ ἐκλείπει ἡ δύναμις τοῦ λόγου. Ἔρχομαι δ’ ἤδη οὐκ εἰδόσιν εὐεργεσίην Ἱπποκράτους πατρὸς ἐμέο προσέχεσθαι· λέγων δ’ ἂν ἀληθεύοιμι οὕτως· ὁκότε λοιμοῦ ῥέοντος διὰ τῆς βαρβάρου, ἢ ὑπέρκειται Ἰλλυριῶν καὶ Παιόνων, ὁκότε δὴ ἐπὶ ταύτην τὴν χώρην ἧκε τὸ κακὸν, οἱ τούτων τῶν ἐθνέων βασιλῆες κατὰ δόξαν ἰητρικὴν, ἣ ἀληθὴς ἐοῦσα πανταχόθι ἴσχυεν ἔρχεσθαι, κατὰ πατρὸς τοῦ ἐμέο πέμπουσιν ἐπὶ· Θεσσαλίης (ἐκεῖ γὰρ δὴ ὁ ἐμὸς πατὴρ καὶ πρότερον καὶ νῦν οἴκησιν εἶχε), καλέοντες αὐτὸν ἐς ἐπικουρίην, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων κτεάνων οὐ μόνον ἔφασαν πέμψειν ἔχειν, ἀλλὰ καὶ ἀποίσασθαι ὁκόσα ἂν αὐτὸς ἐθέλῃ ἐπαμύναντα. Ὁ δὲ ἐρώτησιν ποιησάμενος ὁκοῖαί τινες ἐν μέρει κινήσιες γίνονται κατά τε καύματα καὶ ἀνέμους καὶ ἀχλύας καὶ τἄλλα ἃ πέφυκε τὰς ἕξιας κινεῖν παρὰ τὸ καθεστηκός· ὁκότε δὴ πάντων μαθήσιας ἀνείλετο, τοὺς μὲν χωρεῖν ἐκέλευσεν ὀπίσω, ἀποφηνάμενος μὴ οἷός τε εἶναι ἐς χώρην τὴν ἐκείνων ἰέναι· ὅκως δὲ εἶχε ταχέως, αὐτὸς μὲν Θεσσαλοῖς ἠρτύετο παραγγέλλειν ὁκοίοις χρὴ τρόποις κακοῦ τοῦ προσιόντος εὐλαβείην ποιέεσθαι, καὶ ξυγγράφων θεραπείην ἐξετίθει περὶ τὰς πόλιας ἐμὲ δὲ ἐπὶ Μακεδονίης ἐξαπέστειλε, βασιλεῦσι γὰρ Ἡρακλειδέων, οἳ ἐκεῖ κατέχουσι, πατρικὴ ξενίὴ ὑπῆρχεν ἡμῖν. Κᾀγὼ μὲν ᾔειν ἵνα με ὁ πατὴρ ἐκέλευσεν, ἀπὸ Θεσσαλίας, ἀρήξων τοῖς ἐκεῖ· συνετέτακτο δέ μοι ξυμβαλεῖν ἐς πόλιν τὴν ὑμετέρην. Ἀδελφεὸν δὲ τὸν ἐμὸν Δράκοντα ἐκ Παγασέων ὁρμηθέντα πλοῦν ποιέεσθαι ἐφ’ Ἑλλησπόντου ἐκέλευσε, [οὐ] παραπλησίην δοὺς ὑποθήκην ᾗ αὐτὸς ἔπρησσεν· οὐ
420
γὰρ πάντες τόποι τὰ αὐτὰ φέρουσι βοηθήματα, διὰ τὸ μὴ πάντῃ τὰ περιέχοντα ἐξ ἀέρος ὅμοια εἶναι. Πολύβιον δὲ τὸν τὴν θυγατέρα ἔχοντα, ἐμὴν δὲ ἀδελφεὴν, καὶ ἄλλους τῶν μαθητέων διέπεμπεν ἐς ἑτέρας ἑτέρων καὶ ἀγορὰς καὶ ὁδοὺς πορευσομένους, ὅπως ὅτι πλείστοις ἐπαρῆξαι. Ὡς δὲ δὴ τὰ κατὰ Θεσσαλίην ἠνύσατο, ἐπορεύετο τοῖς ἐχομένοις ἔθνεσι βοηθέων· ἐπὶ Πύλας δὲ ἐλθὼν, Δωριεῦσι καὶ τοῖς ἄλλοις ὁμοῦ Φωκέων ἐπήρκεσε· καὶ ὁκότε δὴ ἐς Δελφοὺς ἀφίκετο, ὑπὲρ Ἑλλήνων ἱκεσίην ἔθετο τῷ θεῷ, καὶ θύσας ἤνυε τὴν ἐπὶ Βοιωτῶν, τοῖς δ’ ἐκεῖ ἐπαμύνας ἀναλόγως, ἐν τῇ ὑμετέρῃ ᾔει, καὶ ἱκανὰ ἃ νῦν ἐγὼ ἐπαγορεύω τὰ ὑμῖν σωτήρια ἐκ θυμοῦ πάντως εἶπε. Δοκέω δ’ ὑμῶν ὅτι ἀληθεύω πολλοὺς γινώσκειν· οὐ γὰρ πάλαι, ἀλλ’ ἔτος ἐστὶ τοῦτο ἔνατον, ἐξ οὗ διελήλυθα καὶ ἐπὶ Πελοπόννησον ἐστελλόμην, καὶ τοῖς ἐκείνην οἰκέουσι βοηθήσων. Πάντοθεν δ’ ἡμῖν καὶ λόγῳ καὶ ἔργῳ ἄξίη τιμὴ ἀπήντα, ὥστε μὴ μεταμελέεσθαι ὅτι οὐκ ἠλλαξάμεθα χρηματισμοῦ τοῦ ἐξ Ἰλλυριῶν καὶ Παιόνων. Παρὰ δὲ τὰς ἄλλας πόλιας τὰ παρ’ ὑμέων δοθέντα μεγάλα ἦν· ἥ τε γὰρ πολιτείη ἡ ὑμετέρη ὑπερῆγε τὰς ἑτέρων· αἱ γὰρ Ἀθῆναι ὑψηλότερόν τι τῶν ἄλλων πόλεων ἐς δόξαν, καὶ ὁ ἐν τῷ ὑμετέρῳ θεάτρῳ χρύσεος στέφανος ἐπιτεθεὶς ζήλου πρὸς τὸ ἄκρον ἦγεν. Ἀλλὰ καὶ τοῦτο τὸ καλὸν ὑπερεβάλεσθε, μυήσαντες τὰ Δήμητρος καὶ κόρης μυστήρια καὶ ὄργια καὶ τὸν πατέρα καὶ ἐμὲ δημοσίᾳ. Τρεῖς μὲν αὗταί μοι οἷον ἀνύοντι ἐξέλκειν τε τοὺς λόγους καὶ σχοινίων προέχεσθαι [αἱ] πόλιός τε καὶ προγόνων καὶ πατρὸς τοῦ ἐμέο χάριτες ξὺν
422
πολλοῖς Ἑλλήνων· τετάρτην δ’ ἀναλήψομαι λέγειν· ὑπουργίην, ἣν, ὡς ὑπεθέμην, εἰς ὑμᾶς ἐγὼ καὶ ὁ πατὴρ ὁ ἐμὸς κατεθέμεθα. Ὅτε γὰρ Ἀλκιβιάδην [ἡ πόλις] ἐξέπεμπεν ἐπὶ Σικελίης πολλῇ μὲν δυνάμει, οὐχ οὕτω δὲ πολλῇ ὡς θαυμαστῇ (ἦν γὰρ ὅσ’ ἔργα), λόγου ἐν ἐκκλησίῃ ὑπὲρ ἰητροῦ προσπεσόντος ὃν δέοι ἀκολουθεῖν τῷ στρατεύματι, προελθὼν ὁ πατὴρ ὑπέσχετο ἐμὲ ἐπὶ τὰ ὑμέτερα σώματα δώσειν, τοῖς ἰδίοις δαπανήμασι κατεσκευασμένον καὶ ἄτερ μισθῶν αἰτήσιος ἕως ἂν ὁ στόλος ἀποδημῇ, ἐν ἐλάσσονι τιθέμενος τὸ λυσιτελὲς ἀξιόχρεων ἐὸν τῆς ὑμῖν χρείης ἐσομένης. Ἐγὼ γὰρ οὐχ ὅπως ἂν τὰ ὑπάρχοντα κατεδαπάνων, ὃ ἐποίεον ὑμῖν ὑπουργέων, ἀλλὰ καὶ ἐν ἄλλοισι μεγάλοισιν ἔργοισιν ἐτετάγμην. Καὶ τοῦτο ἐλάχιστον τῶν μελλόντων ῥηθήσεσθαι· προείλετο γὰρ μᾶλλον ὁ πατὴρ ἐν ἐμοὶ τῷ ὑιεῖ καὶ ἐν γῇ ὀθνείᾳ σαλεύειν καὶ κατὰ θάλασσαν καὶ κατὰ κινδύνους πολεμικοὺς, καὶ κατὰ ἀῤῥωστίας, αἳ τοῖς ἐν πλανώδεσι βίοις εἰθισμέναι εἰσὶ μᾶλλον προσκαθίζειν ἢ τοῖς ἐν τεταγμένῃ ζωῇ ἠπίστατο γὰρ χάριτα χάριτι μετρεῖσθαι, καὶ μὴ οἷόν πέρ τι ὠνεύμενος ἐκ χειρὸς εἰς χεῖρας συναλλάξας· ἅπαξ ἀπιέναι. Ὁ μὲν δὴ τοιούτων ὑπῆρξεν· ἐγὼ δὲ, ἅτε παῖς ἐὼν ἐκείνου, οὐδὲν ἐλλείπω φιλοτιμίης καὶ τέχνης, βοηθέων καὶ κινδυνεύων σὺν ὑμῖν ὁκότε που καιρὸς εἴη· καὶ ἐς ταῦτά με ἀμφότερα οὔτε νοῦσος οὔτε κακοπαθείη οὔτε φόβος ὁ ἐν θαλάσσῃ καὶ ὁ ἐν χερσὶ πολεμίων εἴργει β μαρτυρίη δὲ οὐκ ἐν ἄλλοις τισὶν, ἐν δ’ ὑμῖν αὐτοῖς κεῖται· ὥστε, εἴ τῳ ἀντιλεκτέον, ἀναστήτω μηδὲν ὀκνήσας, ἀλλ’ οὐ δοκέω ψεύδεσθαι. Ταῦτα δὲ πρήξας
424
ἐπὶ τρία ἔτεα, στεφανωθείς τε χρυσέῳ στεφάνῳ, καὶ ἔτι κάλλιον εὐφημεύμενος, ἐς τὴν ἰδίην ἀπῆλθον ἐπὶ γάμον, ὡς διαδόχους καταστήσαιμι καὶ τέχνης καὶ γενεῆς ἡμετέρης. Ἃ μὲν δὴ παρὰ πόλιος, προγόνων, πατρός τε καὶ ἐμέο ὑμῖν ὑπάρχει, ταῦτ’ ἐστίν· εἴρηται δὲ καὶ ὧν ἡμεῖς παρ’ ὑμέων ἐπαυράμεθα· δοκέω δὲ πολλοὺς ὑμέων θαυμάζειν, ὅτεων χάριν ταῦτα ἀναμεμέτρηται· ὡς οὖν καὶ ὑμέες εἰδῆτε καὶ ἐμοὶ γίνηται ἃ ἐγὼ ἐπιθυμέω, καιρὸς λέγειν. Ὁ πατὴρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐγὼ αἰτεόμεθα ὁμέας (οὕτω γὰρ εἰπεῖν ἐλευθέρους καὶ φίλους [καὶ] παρὰ φίλων τυχεῖν ἐλευθέρων), ἐκ πατρίδος τῆς ὑμετέρης ὅπλα πολέμια μὴ ἄρασθαι· εἰ δὲ δεῖ, ὥσπερ ἴσως δεῖ τοὺς ὑπὲρ τῆς αὐτῶν προεληλυθότας, καὶ δεόμεθα μὴ ἡμέας ἐόντας [ἐν] ἀξιώματι μεγάλῳ καὶ τοιουτέων προϋπάρξαντας, ἐν δούλων μοίρῃ τιθήσεσθαι· ἔτι δὲ, καὶ γὰρ οὕτως ἁρμόσει λέγειν, ἱκετεύομεν μὴ ποιήσεσθαι τὰ ἡμέτερα ὑμῖν αὐτοῖς δουρίκτητα, πολλοὶ μειόνων ἢν ἐπάνω γενήσεσθε, ἀλλ’ ὑπιδέσθαι καὶ τοῦτο ὅτι ἑτέρως ἕτερα ἡ τύχη ταχύνει· καί ποτε μικρῶν μεγάλοι προσεδεήθησαν, καὶ οἱ καρτεροὶ δι’ ἀσθενέας σωτηρίης ἔτυχον. Δοκέω δὲ σύνδηλον, ὡς μὴ ἐνδηλότερον εἴπω, ὅτι ἐφ’ ἑνὶ ἀνδρὶ οὐ πόλις, ἀλλὰ πολλὰ ἔθνεα ἤδη ποτὲ ὤφθη ὠφεληθέντα ἐν πολεμικοῖς, καὶ ἔνθα τέχνη ἰσχύει. Μηδὲ ἡμέας ἀποβάλησθε· καὶ γὰρ οὐδὲ ἀπόβλητοι ἐσμὲν, ὡς ἐν ἡμῖν μαρτυρίη κεῖται· ἀλλ’ ἀρχὴν μὲν οὗτοι, ἔνθεν γένος εὐχόμεθ’ εἶναι, Ἀσκληπιὸς καὶ Ἡρακλῆς, ἐπ’ ὠφελείῃ ἀνθρώπων ἐγένοντο, καὶ τούτους δι’ ἀρετῆς τῆς ἐνταῦθα ἐν θεῶν χώρῃ ἔχουσι πάντες· πόλις δὲ ἐμὴ καὶ ἐγὼ ὁ λέγων ἐς τούτους ἀνερχόμεθα, ὡς ἀνθρώπων λόγοι κατέχουσιν· ὅθεν δὴ καὶ ὑπὲρ Ἑλλήνων φανεύμεθα ἀμφότεροι ταύτῃ προϊστάμενοι καὶ ἐπὶ παντὶ καλλίστῳ· οὐ γὰρ μῦθος
426
τὰ Τρωῖκὰ ἀλλ’ ἔργα, ἐν οἷς ἡ Κῶς σὺν τῇσιν ἑωυτῆς νήσοισιν οὐ πολλοστὴ, μεγίστη δ’ ἐς συμμαχίην ἐστίν· οὕτως δὲ καὶ Ἀσκληπιοῦ παῖδες οὐ τέχνῃ μόνον, ἀλλὰ καὶ ὅπλοις ἐπήρκεσαν Ἕλλησι· Μαχάων γέ τοι ψυχὴν κατέθετο ἐν τῇ Τρωάδι, ὅτε, ὡς οἱ ταῦτα γράφοντες λέγουσιν, ἐξ ἵππου ἐς πόλιν τὴν Πριάμου εἰσῆλθε. Μὴ δὴ μήτε καθότι ἔμφυλοι, μήτε καθότι ἐξ ἐπαρηγόντων ἐπαρήγοντες γεγόναμεν Ἕλλησιν, ἀδικήσητε ἡμέας. Οὐ μηκυνέω δὲ οὐδὲ τὰ Κρισαῖα αὖθις οὔτε τὰ Περσικὰ λέγων, ὁκότε καὶ ἀκηκόατε καὶ ἐν χερσὶ μᾶλλον τῶν ἀρτίως εἰρημένων ἐστίν ἐν θυμῷ δὲ λάβετε καὶ οὕτως εὐεργέτας μὴ ὅσιον ἀδικεῖν. Ἡμέας δὲ εὐεργέτας ὡς τὰ ἔργα φησὶ, τίνες φανεῖσθε, οἱ πατέρων γεγῶτες οἵων οἱ μυθολόγοι εἶπον, ἂν τὸ ἀδικεῖν ἀντὶ. τοῦ χρηστοὶ εἶναι αἱρῆσθε; οὐ γὰρ ἐθέλω πικρότερον λέγειν· κεῖνοι γὰρ ὦ ἄνδρες Ἀθηναῖοι, Ἡρακλείδαις μὲν ἔτινον χάριτας, ἑτέροις δὲ πολλοῖς εὐεργετηθέντες ἐπήρκεσαν· ὑπολείποι δ’ ἄν με ἡ ἡμέρῃ μακρὰ λέγοντα; εἰ διεξίοιμι ὁκόσοις ὁκόσα ἀπήντηκεν ἀγαθὰ οὐδὲν ἐν χρείῃ ὑμῖν ἐγγεγονόσι. Περιβλέψατε δὲ ἑωυτοὺς, καὶ μηδὲ ἐμεῦ εἰπόντος γνῶτε ὁκοῖα πρήσσετε· κακὸν ἐξουσίη, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ γὰρ ἐπίσταται τὰ ἑωυτῆς μέτρῳ ταμιεύεσθαι, ἀλλὰ δή τινας καὶ πόλιας καὶ ἔθνεα ἐλυμήνατο. Ἐς ἑτέρους δὲ οἷον ἐς κάτοπτρον βλέψαντες ἴδετε αὐτοὶ ἃ ποιέετε, καὶ ἐγὼ ἀληθέα λέγω. Καὶ νέος δὲ νόμος ὅστις εὐτυχίῃ πεποιθὼς, μὴ καὶ ἐς τὰ δυσπετέα βλέπειν· οὐχ ὑμέτερον· πολλὰ γὰρ καὶ ὧδε δαίμονος πεπείρησθε. Οὐδὲν ὑμέας ἀδικέομεν· εἰ δὲ καὶ ἀδικέομεν, μὴ ὅπλοις, ἀλλὰ λόγῳ κριθῶμεν. Παραιτέομαι δὲ ὑμέας καὶ τοῦτο, μὴ ποιῆσαι χάριν ἑτέροις ὀφλῆσαι, ἐπικουρήσασιν ἡμῖν· ἐπικουρήσουσι γὰρ, ἢν ὀρθῶς ποιέωσιν, οἵ τε ἐντὸς Θεσσαλίης, Ἄργεος, Λακεδαίμονος, [καὶ]
428
Μακεδονίης βασιλεῖς, [καὶ] εἴκου ἕτεροι Ἡρακλεῖδαι ἢ Ἡρακλειδέων συγγενέες οἰκέουσι. Κρεῖσσον ἄτερ βίης τὰ δίκαια ποιέειν ἢ βιασθέντας· οὐκ εἶπον δ’ ἐπανάστασιν· τοῦτο δὲ φανερὸν ποιέω, ὅτι πολλοῖσι μελόμεθα ἢ μελησόμεθα, εἰ μὴ πανταχόθεν οἴχεται τὸ χρηστοὺς ἀνθρώπους ἔτι εἶναι. Ἐγὼ μὲν οὖν, μικρὴ γάρ μοι δύναμις λόγου, ἅτε πρὸς ἑτέρων ἐπιμέλειαν ἡρμοσμένῳ, ἐνταῦθα καταπαύσω. Ἀξιῶ δὲ πρὸς ξένους ὑμετέρους καὶ τοὺς ὑμῖν συμβούλους εἰθισμένους εἶναι, καὶ θεῶν καὶ ἡρώων ἕνεκα καὶ χαρίτων, αἳ ἀνθρώποις παρ’ ἀνθρώπων γίνονται, ἔχθρα μὲν εἴργειν τὰ ἀλλήλων ὑμέας, εἰς δὲ φίλα προτρέπεσθαι· εἰ γὰρ μὴ ἐν τῇ ὑμετέρῃ πόλει τουτέων ἐπιτευξόμεθα, οὐκ οἶδ’ ὅκου ἐλθόντες ὧν ἱμείρομεν εὐμοιρήσομεν.