Epistulae, Decretum, Orationes

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

19. Ὁ περὶ μανίης λόγος.

Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα. Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν. ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος. Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ έκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες· οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι. Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ’ αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται. Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος. Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακόν ἐργάζεσθαι· τοῦτο καὶ ἐν τῷ ὕπνῳ

386
πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται. Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν. Ἄλλος ἦν δν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.

20. Ἱπποκράτης Δημοκρίτῳ εὖ πράττειν.

Ἰητρικῆς τέχνης, ὦ Δημόκριτε, κατορθώματα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν· ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον, ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον. Καὶ ἔγωγε δοκέω πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην. Ἐγὼ μὲν γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφϊγμαι, καί περ ἤδη γηραλέος καθεστώς· οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν. Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμϊν ἐπιστολὴ κατεμέμφετο περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου. Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε, ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ’ εἴης· ὡς δ’ ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα· τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον. Ἔπειδὴ τοίνυν τὸ αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων ἠμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων·

388
ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον. Ἔῤῥωσο.

21. Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.

Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει. Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι. Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν. Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· εἰ δὲ μὴ, τοὐναντίον. Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ’ ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις· ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα. Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου

390
καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν. Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμοῤῥώδεας, ἢ ἐν φύμασιν· ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή· κράτιστον δὲ τούτοις διαιτᾷν. Ὡς δὲ ἔφην ἐν τῷ προῤῥητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ’ ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους. Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει. Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους
392
δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις· ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.