Epistulae, Decretum, Orationes

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

13. Ἱπποκράτης Διονυσίῳ χαίρειν.

Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω

334
χάριν, ἐφ’ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις. Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι. Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ’ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον. Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ’ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον
336
ὑπερφυῷς γερόντιον. Ἀλλ’ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι’ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ’ εὐνοίης. Ἔῤῥωσο.

14. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.

Οἰδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ’ εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτὴν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ’ ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν

338
ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει· ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ’ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον. Καὶ εἴποιμ’ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ’ ἂν ᾖς, ἀλλ’ ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι· μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔῤῥωσο.

15. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.

Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην.

340
Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτόν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν. Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς, ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης· ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ’ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρά Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν; ἡ δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ·
342
ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ’ αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔῤῥωσο.