De diebus criticis
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
1. Μέγα μέρος ἡγέομαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς· ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι κατὰ τὴν τέχνην. Δεῖ δὴ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρῶν ἀκριβῶς καὶ τῶν νούσων ἑκάστης· ὅ τι ἀγαθὸν, καὶ ὅ τι κινδυνῶδες, ἢ ἐν τῇ καταστάσει, ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον· μακρὸν, ὅ τι περιεστικόν· ὀξὺ, ὅ τι θανάσιμον· ὀξὺ, ὅ τὶ περιεστικὸν. Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπεῖσθαι, καὶ τὸ προλέγειν ἐκ τούτων εὐπορέεται· ἔτι δὲ ἀπὸ τούτων ἔστιν οὓς, ὅτε καὶ ὡς δεῖ διαιτῇν.
2. Μέγιστον τοίνυν σημεῖον τοῖσι μέλλουσι τῶν καμνόντων βιώσασθαι, ἐὰν μὴ παρὰ φύσιν ᾖ ὁ καῦσος· καὶ τἄλλα δὲ νουσήματα ὡσαύτως· οὐδὲν γὰρ δεινὸν τῶν κατὰ φύσιν γίνεται, οὐδὲ θανατῶδες· δεύτερον δὲ, ἐὰν μὴ αὐτή γε ἡ ὥρη τῷ νουσήματι ξυμμαχήσῃ· ὡς γὰρ ἐπὶ τὸ πουλὺ οὐ νικᾷ ἡ τοῦ ἀνθρώπου φύσις τὴν τοῦ ὅλου δύναμιν. Ἔπειτα δὲ, ἢν τὰ περὶ τὸ πρόσωπον ἰσχναίνηται, καὶ αἱ φλέβες αἱ ἐν τῇσι χερσὶ καὶ ἐν τοῖσι κανθοῖσι καὶ ἐπὶ τῇσιν ὀφρύῃσιν ἡσυχίην ἔχωσι, πρότερον μὴ ἡσυχάζουσαι. Τοῦτο δὲ, ἢν ἡ φωνὴ ᾖ ἀσθενεστέρη καὶ λειοτέρη γίνηται, καὶ τὸ πνεῦμα μανότερον καὶ λεπτότερον, ἐς τὴν ἐπιοῦσαν ἡμέρην ἄνεσις τῆς νούσου· ταῦτα οὖν χρὴ σκοπεῖν πρὸς τὰς κρίσιας, καὶ εἰ τὸ παρὰ δικροῦν τῆς γλώσσης ὥσπερ σιάλῳ λευκῷ ἐπαλείφεται· καὶ ἐν ἄκρῃ τῇ γλώσσῃ ταὐτὸ τοῦτο γεγένηται, ἧσσον δέ· εἰ μὲν οὖν σμικρὰ ταῦτα εἴη, ἐς τὴν τρίτην ἄνεσις τῆς νούσου· ἢν δ’ ἔτι παχύτερον, αὔριον· ἢν δ’ ἔτι παχύτερον, αὐθημερόν. Τοῦτο δὲ, τῶν ὀφθαλμῶν τὰ λευκὰ ἐν ἀρχῇ μὲν τῆς
3. Τὰ δὲ ὀξέα τῶν νοσημάτων γίνεται ἀπὸ χολῆς ὁκόταν ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ, καὶ ἐς τὴν κεφαλὴν καταστῇ. Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρῇ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει. Ταῦτα μὲν οὖν κατ’ ἀρχὰς τοῦ νοσήματος αὐτέῳ γίνεται διαλιμπάνοντα, τοτὲ μὲν σφόδρα, τοτὲ δὲ ἧσσον· ὁκόσῳ δὲ ἂν ὁ χρόνος τῆς νούσου προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγεῖ, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ’ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, οὐ γὰρ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου. Καὶ τὰς κροκίδας ἀφαιρέει ἀπὸ τῶν ἱματίων, ἤν περ ἴδῃ, δοκέων φθεῖρας εἶναι. Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυχθῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία, καὶ ὁπλίτας μαχομένους, καὶ αὐτὸς αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων, καὶ ἐξέρχεται, καὶ ἀπειλεῖ, ἢν μή τις αὐτὸν ἐῴη διεξιέναι, καὶ ἢν ἀναστῇ, οὐ δύναται αἴρειν τὰ σκέλεα, ἀλλὰ πίπτει. Οἱ πόδες δὲ γίνονται αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ ἐνύπνια ὁρῇ φοβερά. Τοῦτο δὲ γινώσκομεν ὅτι ἀπὸ ἐνυπνίων ἀναΐσσει καὶ φοβέεται, ὅταν ἔννοος γένηται· ἀφηγεῖται γὰρ τὰ ἐνύπνια τοιαῦτα ὁκοῖα καὶ τῷ σώματι ἐποίεέ τε καὶ τῇ γλώσσῃ ἔλεγεν. Ταῦτα μὲν οὖν ὧδε πάσχει. Ἔστι δ’ ὅτε καὶ ἄφωνος γίνεται ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα, ἀναπνέων πουλὺ ἀθρόον πνεῦμα. Ὅταν δὲ παύσηται παραφρονέων, εὐθὺς ἔννοος γίνεται, καὶ ἢν ἐρωτᾷ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτα πάλιν ὀλίγῳ ὕστερον
4. Τέτανοι δύο ἢ τρεῖς· ἢν μὲν ἐπὶ τρώματι γένηται, πάσχει τάδε. Αἱ γνάθοι πήγνυνται ὥσπερ ξύλα, καὶ τὸ στόμα ἀνοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι θαμινὰ καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύνανται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας καὶ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον ἐβεβρώκεεν, ἀνὰ τὰς ῥῖνας ἐνίοτε ἔρχεται.
5. Ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει διὰ πλῆθος τὰ αὐτὰ, γίνεται δὲ ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ἀπὸ συνάγχης, ἢ ἀπὸ σταφυλῆς, ἢ τῶν ἀμφιβραγχίων ἐμπύων γινομένων· ἐνίοισι δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγεγενημένων σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται εἰς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὲ μετάφρενον πέπηγε καὶ τὰ στήθεα, [καὶ] οἰμώζει. Οὗτος σπᾶται σφόδρα, ὥστε μόλις κατέχεται ὑπὸ τῶν παρεόντων, μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν.
6. Ὁ δὲ τέτανος ἧσσον θανατώδης τῶν πρόσθεν, Γίνεται δὲ ἀπὸ τῶν αὐτέων, καὶ σπᾶται πᾶν τὸ σῶμα ὁμοίως.
7. Καῦσος δὲ τοῖσι προειρημένοισιν οὐχ ὁμοίως γίνεται· φύσει γὰρ ἅπας ὡς ἠνάγκασθαι πυρέξαι. Δίψα μὲν οὖν πολλὴ ἔχει τὸν ἄνθρωπον καὶ πυρετὸς σφοδρός. Γλῶσσα δὲ ῥήγνυται τρηχυνομένη, καὶ ξηρὴ γίνεται, καὶ τὸ χρῶμα αὐτῆς τὸ μὲν πρῶτον ὠχρόν ἐστι,
8. Ἰσχιάδες δὲ ἀπὸ τῶνδε μάλιστα γίνονται τοῖσι πολλοϊσιν, ἢν εἱληθῇ ἐν ἡλίῳ πουλὺν χρόνον, καὶ τὰ ἰσχία διαθερμανθῇ, καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ τὸ ἐνεὸν τοῖς ἄρθροισιν ὑπὸ τοῦ καύματος. Ὡς δ’ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μέγα τεκμήριον· ὁ γὰρ νοσέων ἐνστρέφεσθαι καὶ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἀλγηδόνος τῶν ἄρθρων καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους. Ἀλγέει δὲ μᾶλλον τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ τοῦ πλαγίου τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη πλεῖστον χρόνον ἐν τοῖσι βουβῶσιν, ἅμα καὶ ἐν τοῖσιν ἰσχίοισιν, ὀξείη καὶ καυματώδης· καὶ ἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, οἰμώζει ὑπὸ τῆς ἀλγηδόνος, ὅσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ αἵματος· καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τῶν νουσημάτων, καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός· ἀλλὰ χρὴ ὧδε μελετῇν.
9. Ἴκτερος δέ ἐστιν ὀξὺς καὶ ταχέως ἀποκτείνων· ἡ χροιὴ δὲ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη, καθὰ καὶ οἱ σαῦροι οἱ χλωρότεροι· παρόμοιος δέ οἱ ὁ χρὼς, καὶ ἐν τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥὸν, καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται καὶ ξύεται, τὰ ἑωθινὰ ἄσιτος ἐὼν, τὰ ἔνδοθεν· ἔπειτα μύζει τὰ σπλάγχνα ὡς ἐπιτοπολύ. Καὶ ὁκόταν ἀνιστῇ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχιται. Οὗτος ὡς ἐπιτοπολύ θνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιαίνει.
10. Ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ἰσχυρὸς ἴσχει,
11. Περὶ δὲ κρισίμων ἡμερέων ἤδη μέν μοι καὶ πρόσθεν λέλεκται· κρίνονται δὲ οἱ πυρετοὶ τεταρταῖοι, ἑβδομαῖοι, ἑνδεκαταῖοι, τεσσαρεσκαιδεκαταῖοι, ἑπτακαιδεκαταῖοι, εἰκοστῇ πρὸς τῇ μίᾳ· ἐκ δὲ τούτων τῶν ὀξέων τριακοσταῖοι, εἶτα τεσσαρακοσταῖοι, εἶτα ἑξηκοσταῖοι· ὅταν δὲ τούτους τοὺς ἀριθμοὺς ὑπερβάλλῃ, χρονίη ἤδη γίνεται ἡ κατάστασις τῶν πυρετῶν.