De crisibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

21. Τῶν ἱδρώτων κάκιστοί εἰσιν οἱ ψυχροί τε καὶ περὶ τὸν αὐχένα γενόμενοι· οὗτοι γὰρ θανάτους καὶ μῆκος νούσων προσημαίνουσιν.

22. Τὰ ποικίλα ὑποχωρήματα χρονιώτερα μὲν τῶν μελάνων καὶ τῶν ἄλλων θανασίμων ὑποχωρημάτων, οὐδὲν δὲ ἧσσον ὀλέθρια· ἔστι δὲ τοιάδε, ξυσματώδεα, χολώδεα, αἱματώδεα, πρασοειδέα, μέλανα, καὶ τοτὲ μὲν ὁμοῦ πάντα διαχωρέει, τοτὲ δὲ κατὰ μέρος ἕκαστον.

23. Οὖρον δὲ ἐὰν τοτὲ μὲν καθαρὸν οὐρηθῇ, τοτὲ δὲ ὑπόστημα ἔχον λευκόν τε καὶ λεῖον, χρονιώτερα καὶ ἧσσον ἀσφαλῆ ταῦτ’ ἐστὶ τοῦ βελτίστου οὔρου. Ἐὰν πυῤῥὸν καὶ λεπτὸν ᾖ τὸ οὖρον πολὺν χρόνον, κίνδυνος μὴ οὐ δύνηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν πεπανθῇ τὸ οὖρον· καὶ ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ, προσδέχου τουτέοις ἀπόστασιν προσεσομένην ἐς τὰ κάτω τῶν φρενῶν χωρία.

24. Ἐν τοῖσι πυρετοῖσιν ἐὰν μεταβολὰς ἔχῃ τὸ οὖρον, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ ἀσθενέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ θάτερα.