De alimento
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
31. Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ.
32. Δύναμις μίη καὶ οὐ μίη, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικέεται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος.
33. Γάλα τροφὴ, οἷσι γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχὶ, ἄλλοισι δὲ οἶνος τροφὴ, καὶ ἄλλοισιν οὐχὶ, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαὶ, καὶ κατὰ χώρην καὶ ἐθισμόν.
34. Τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ ἐς τὸ εἶναι, τὰ δὲ ἐς τὸ εἶναι μοῦνον, οἷον γέροντες, τὰ δὲ πρὸς τούτων καὶ ἐς ῥώμην. Διάθεσις ἀθλητικὴ οὐ φύσει· ἕξις ὑγιεινὴ κρείσσων ἐν πᾶσιν.
35. Μέγα τὸ ποσὸν εὐστόχως ἐς δύναμιν ξυναρμοσθέν.
36. Γάλα καὶ αἷμα τροφῆς πλεονασμός.
37. Περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον καὶ ἐς τὴν τούτου τροφήν· αὖτις δὲ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος.
38. Ζωοῦται τὰ μὴ ζῶα, ζωοῦται τὰ ζῶα, ζωοῦται τὰ μέρεα τῶν ζώων.
39. Φύσιες πάντων ἀδίδακτοι.
40. Αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερὸν, αἷμα ἴδιον βλαβερὸν, χυμοὶ ἴδιοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι ξυμφέροντες, χυμοὶ ἴδιοι ξυμφέροντες, τὸ ξύμφωνον διάφωνον, τὸ διάφωνον ξύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον βλαβερὸν, γάλα ἀλλότριον βλαβερὸν, γάλα ἴδιον ὠφέλιμον.