De corde
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
Καρδίη σχῆμα μὲν ὁκοίη πυραμὶς, χροιὴν δὲ κατακορὴς φοινικέα. Καὶ περιβεβλέαται χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳ ὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρδίην ἀναστρέφεσθαι· γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται ῥωσκομένως ἐν φυλακῇ· ἔχει δὲ τὸ ὕγρασμα ὁκόσον μάλιστα καὶ πυρευμένῃ ἄκος. Τοῦτο δὲ τὸ ὑγρὸν διοῤῥοῖ ἡ καρδίη πίνουσα, ἀναλαμβανομένη καὶ ἀναλίσκουσα, λάπτουσα τοῦ πνεύμονος τὸ ποτόν.
Πίνει γὰρ ὥνθρωπος τὸ μὲν πολλὸν ἐς νηδύν· ὁ γὰρ στόμαχος ὁκοῖον χῶνος, καὶ ἐκδέχεται τὸ πλῆθος καὶ ἅσσα προσαιρόμεθα· πίνει δὲ καὶ ἐς φάρυγγα, τυτθὸν δὲ οἷον καὶ ὁκόσον ἂν λάθοι διὰ ῥύμης ἐσρυέν· πῶμα γὰρ ἀτρεκὲς ἡ ἐπιγλωσσὶς, κἂν διήσῃ μεῖζον ποτοῦ οὐδέν. Σημήϊον τοῦτο· ἢν γάρ τις κυάνῳ ἢ μίλτῳ φορύξας ὕδωρ δοίη δεδιψηκότι πάνυ πιεῖν, μάλιστα δὲ συῒ, τὸ γὰρ κτῆνος οὐκ ἔστιν ἐπιμελὲς οὐδὲ φιλόκαλον, ἔπειτα δὲ εἰ ἔτι πίνοντος ἀνατέμνοις τὸν λαιμὸν, εὕροις ἂν τοῦτον κεχρωσμένον τῷ ποτῷ· ἀλλ’ οὐ παντὸς ἀνδρὸς ἡ χειρουργία. Οὔκουν ἀπιστητέον ἡμῖν περὶ τοῦ ποτοῦ, εἰ εὐτρεπίζει
Τὸν μὲν οὖν ἠέρα χρὴ, γενόμενον θεραπείην, ἀνάγκῃ ὀπίσω τὴν αὐτὴν ὁδὸν ἐκβάλλειν ἔνθεν ἤγαγεν· τὸ δ’ ὑγρὸν, τὸ μὲν εἰς τὸν κουλεὸν αὐτέης ἀποπτύει, τὸ δ’ αὖ ξὺν τῷ ἠέρι θύραζε χωρέειν ἐῇ. Ταύτῃ καὶ διαίρει τὸν οὐρανὸν, ὁκόταν παλινδρομέῃ τὸ πνεῦμα· παλινδρομέει δὲ κατὰ δίκην· οὐ γὰρ ἔστιν ἀνθρώπου φύσιος τροφὴ ταῦτα· κῶς γὰρ ἀνθρώπου τροφὴ ἄνεμος καὶ ὕδωρ τὰ ὠμά; ἀλλὰ μᾶλλον τιμωρίη ξυγγενέος πάθης.
Περὶ δὲ οὗ ὁ λόγος, ἡ καρδίη μῦς ἐστι κάρτα ἰσχυρὸς, οὐ τῷ νεύρῳ, ἀλλὰ πιλήματι σαρκός. Καὶ δύο γαστέρας ἔχει διακεκριμένας ἐν ἑνὶ περιβόλῳ, τὴν μὲν ἔνθα, τὴν δὲ ἔνθα· οὐδὲν δὲ ἐοίκασιν ἀλλήλῃσιν· ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν ἐπὶ στόμα κέεται ὁμιλέουσα τῇ ἑτέρῃ [φλεβὶ], ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς· ἡ γὰρ πᾶσα καρδίη τουτέοισι τὴν ἕδρην ἐμπεποίηται· ἀτὰρ ἥδε καὶ πάμπαν εὐρυκοίλιος καὶ λαγαρωτέρη πολλῷ τῆς ἑτέρης, οὐδὲ τῆς καρδίης νέμεται τὴν ἐσχατιὴν, ἀλλ’ ἐγκαταλείπει τὸν οὐραχὸν στερεὸν, καί ἐστιν ὥσπερ
Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ. Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ.
Ἄμφω γε μὴν δασεῖαι τὰ ἔνδον καὶ ὥσπερ ὑποδιαβεβρωμέναι, καὶ μᾶλλον τῆς δεξιῆς ἡ λαιή· τὸ γὰρ ἔμφυτον πῦρ οὐκ ἐν τῇ δεξιῇ, ὥστε οὐ θαῦμα τρηχυτέρην γενέσθαι τὴν λαιὴν ἐσπνέουσαν ἀκρήτου· ταύτῃ καὶ παχετὸν ἐνδεδόμηται φυλακῆς εἵνεκα τῆς ἰσχύος τοῦ θερμοῦ.
Στόματα δ’ αὐτέῃσιν οὐκ ἀνεώγασιν, εἰ μή τις ἀποκείρει τῶν οὐάτων τὴν κορυφὴν καὶ τῆς καρδίης τὴν κεφαλήν· ἢν δ’ ἀποκείρῃ, φανήσεται καὶ δισσὰ στόματα ἐπὶ δυσὶ γαστέροιν· ἡ γὰρ παχείη φλὲψ ἐκ μιῆς ἀναθέουσα, πλανᾷ τὴν ὄψιν, ἢν ἀνατμηθῇ. Αὗται πηγαὶ φύσιος ἀνθρώπου, καὶ οἱ ποταμοὶ ἐνταῦθα ἀνὰ τὸ σῶμα, τοῖσιν ἄρδεται τὸ σκῆνος, οὗτοι δὲ καὶ τὴν ζωὴν φέρουσι τῷ ἀνθρώπῳ, κἢν αὐανθέωσιν, ἀπέθανεν ὥνθρωπος.
Ἀγχοῦ δὲ τῆς ἐκφύσιος τῶν φλεβῶν σώματα τῇσι κοιλίῃσιν ἀμφιβεβήκασι, μαλθακὰ, σηραγγώδεα, ἃ κληΐσκεται μὲν οὔατα, τρήματα δὲ οὐκ ἔστιν οὐάτων· ταῦτα γὰρ οὐκ ἐνακούουσιν ἰαχῆς· ἔστι δὲ ὄργανα τοῖσιν ἡ φύσις ἁρπάζει τὸν ἠέρα. Καίτοι δοκέω τὸ ποίημα
Διὰ τοῦτο δέ φημι καὶ φλεβία μὲν ἐργάζεται τὴν ἀναπνοὴν ἐς τὴν ἀριστερὴν κοιλίην, ἀρτηρίη δ’ ἐς τὴν ἄλλην· τὸ γὰρ μαλακὸν ἑλκτικώτερον καὶ ἐπιδόσιας ἔχον. Ἔχρη δὲ ἡμῖν μᾶλλον τὰ ἐπικείμενα τῆς καρδίης διαψύχεσθαι· βέβλαπται ἔς τι γὰρ τὸ θερμὸν ἐν τοῖσι δεξιοῖσιν, ὥστε διὰ τὴν πάθην οὐκ ἔλαβεν εὐπετὲς ὄργανον, ἵνα μὴ πάμπαν κρατηθῇ ὑπὸ τοῦ ἐσιόντος.
Λοιπός ἐστιν ὁ λόγος ὁ τῆς καρδίης ὑμένες ἀφανέες, ἔργον ἀξιαπηγητότατον. Ὑμένες γὰρ καὶ ἄλλοι τινὲς ἐν τῇσι κοιλίῃσιν ὁκοῖον ἀράχναι διαπετέες ζώσαντες πάντη τὰ στόματα, κτηδόνας ἐμβάλλουσιν ἐς τὴν στερεὴν καρδίην. Οὗτοί μοι δοκέουσιν οἱ τόνοι τοῦ σπλάγχνου καὶ τῶν ἀγγείων, ἀρχαὶ τῇσιν ἀορτῇσιν. Ἔστι δὲ αὐτέων
Τρέφεται δὲ οὔτε σιτίοισιν οὔτε ποτοῖσι τοῖσιν ἀπὸ τῆς νηδύος, ἀλλὰ καθαρῇ καὶ φωτοειδεῖ περιουσίῃ γεγονυίῃ ἐκ τῆς διακρίσιος τοῦ αἵματος. Εὐπορέει δὲ τὴν τροφὴν ἐκ τῆς ἔγγιστα δεξαμένης
Τὸ δ’ αὖ φερόμενον ἐκ τῆς δεξιῆς, ζυγοῦται μὲν καὶ τοῦτο τῇ ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ’ ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν, κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ