De dentitione

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

25. Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσι μετὰ τοὺς πρώτους χρόνους διαῤῥεῖν φλέγμα διὰ τοῦ στόματος, πρότερον οὐκ ὂν, χρήσιμον, ὅμως ἀνακτέον· ἢν δὲ ἄρξηται ξυνδιδόναι, πάντως ἀσμενιστέον· τὸ δὲ μὴ οὕτως διαῤῥέον εὐλαβητέον.

26. Ῥευματιζομένοις παρίσθμια κοιλίη κατενεχθεῖσα πλείω λύει τὰς ξηρὰς βῆχας· παιδίοισιν ἀνενεχθέν τι πεπεμμένον πλείω λύει.

27. Τὰ πουλὺν χρόνον ἐν παρισθμίοις ἕλκεα ἀναυξῆ μένοντα ἀκίνδυνα πρὸ τῶν πέντε ἢ ἓξ ἡμερέων.

28. Τὰ πουλὺ γάλα τῶν θηλαζόντων ἀναλαμβάνοντα, ὡς τὸ πουλὺ ὑπνώδη.

29. Τὰ μὴ εὐτροφέα τῶν θηλαζόντων ἄτροφα καὶ δυσανάληπτα.

30. Ἕλκεα ἐν θέρει γιγνόμενα ἐν παρισθμίοις, χείρονα τῶν ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν· τάχιον γὰρ νέμεται.

31. Τὰ περὶ σταφυλὴν νεμόμενα ἕλκεα ἐν παρισθμίοισιν, σωζομένοισι τὴν φωνὴν ἀλλοιοῖ.

32. Τὰ περὶ φάρυγγα νεμόμενα ἕλκεα χαλεπώτερα καὶ ὀξύτερα, ὡς ἐπιπολὺ δύσπνοιαν ἐπιφέρει.