De dentitione

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

21. Τὰ παλινδρομήσαντα ἐν ἰσθμίοις ἕλκεα τοῖσιν ὁμοίοισι κινδυνώδη.

22. Τοῖσι παιδίοισιν ἀξιολόγοις ἕλκεσιν ἐν παρισθμίοισι, καταπινομένων, σωτηρίας ἐστὶν, ὁκόσα δὴ μᾶλλον τῶν πρότερον μὴ δυναμένων καταπίνειν.

23. Ἐν παρισθμίοισιν ἕλκεσι, πουλὺ τὸ χολῶδες ἀνεμεῖσθαι ἢ κατὰ κοιλίαν ἔρχεσθαι, κινδυνῶδες.

548

24. Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσιν, ἀραχνιῶδές τι ἐὸν οὐκ ἀγαθόν.

25. Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσι μετὰ τοὺς πρώτους χρόνους διαῤῥεῖν φλέγμα διὰ τοῦ στόματος, πρότερον οὐκ ὂν, χρήσιμον, ὅμως ἀνακτέον· ἢν δὲ ἄρξηται ξυνδιδόναι, πάντως ἀσμενιστέον· τὸ δὲ μὴ οὕτως διαῤῥέον εὐλαβητέον.

26. Ῥευματιζομένοις παρίσθμια κοιλίη κατενεχθεῖσα πλείω λύει τὰς ξηρὰς βῆχας· παιδίοισιν ἀνενεχθέν τι πεπεμμένον πλείω λύει.

27. Τὰ πουλὺν χρόνον ἐν παρισθμίοις ἕλκεα ἀναυξῆ μένοντα ἀκίνδυνα πρὸ τῶν πέντε ἢ ἓξ ἡμερέων.

28. Τὰ πουλὺ γάλα τῶν θηλαζόντων ἀναλαμβάνοντα, ὡς τὸ πουλὺ ὑπνώδη.

29. Τὰ μὴ εὐτροφέα τῶν θηλαζόντων ἄτροφα καὶ δυσανάληπτα.

30. Ἕλκεα ἐν θέρει γιγνόμενα ἐν παρισθμίοις, χείρονα τῶν ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν· τάχιον γὰρ νέμεται.

31. Τὰ περὶ σταφυλὴν νεμόμενα ἕλκεα ἐν παρισθμίοισιν, σωζομένοισι τὴν φωνὴν ἀλλοιοῖ.

32. Τὰ περὶ φάρυγγα νεμόμενα ἕλκεα χαλεπώτερα καὶ ὀξύτερα, ὡς ἐπιπολὺ δύσπνοιαν ἐπιφέρει.