32. Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται. Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτερμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ· κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἶγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.
33. Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι· θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ,
502
ῥόδινον· ταῦτα τρίψασα καὶ ἀναζέσασα πρόστιθέσθω ἡμέρας τέσσαρας· καὶ πινέτω πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν· καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ καὶ λουέσθω δὶς τῆς ἡμέρῆς. Σμύρνα, λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον τουτέων ἴσον ἑκάστου μίξασα προστιθέσθω ἐν εἰρίῳ καθαρῷ ἢ ῥάκει λεπτῷ βάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ αἰγυπτίῳ εὐώδεὶ καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω. Καὶ πώλυπον φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἷνον λευκὸν τρὶς τῆς ἡμέρης νῆστις ἐοῦσα. Σμύρνα; κασίη, λιβανωτος, κιννάμωμον, νέτωπον· τουτέων ἑκάστου ἴσον· ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω. Ἄλλο κολοκύνθης ἀγρίης τὸ ἔνδον; κύμινον πεφρυγμένον, ἅνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα, μέλὶτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι· καὶ πινέτω γλυκυσίδης ῥίζαν, σελίνου καρπὸν; ὀπὸν σιλφίου, οἶνον. Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει προστιθέμενον. Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει. Φάρμᾶκα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα· λαβὼν ἄνθος χαλκοῦ καὶ λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιῆσαι, ὁκόσαὶ ἂν δοκέωσι μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης· ἢν δὲ βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον πᾶραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων δίδου προστίθεσθαι· καὶ κράδης παραμιγνύναι φλοιον ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ στόμα δοκέῃ ξηρότερον
504
εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως. Ἄλλο· τρίψας ἐλατήριον καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι· κυκλαμίνου τρίψας, ταύτῃ ἀναμῖξαι, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι· καὶ ποιησαμένην προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ. Προσθετὸν λευκὰ καθαῖρον· ἀρτεμισίην τὴν ποίην, λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον. Ἕτερον, τὰ αὐτὰ καθαίρει· ἀρτεμισίην ποίην χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προστίθεσθαι. Ὅταν δὲ χαλῶσιν αἱ μῆτραι, λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει. Προσθετὰ παντοῖα καθαίρειν δυνάμενα· σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτεμισίης ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σκιῇ, ἀπὸ τουτέου ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι. Ἄλλο· ἄνθος μιγνὺς χαλκοῦ ἢ στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἠ ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην. Ἄλλο· τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι. Ἄλλο· κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.
34. Περὶ παρθένου· παρθένῳ ὁκόταν, τὰ ὡραῖα μὴ γένηται, χολᾷ καὶ πυρεταίνει καὶ ὀδυνᾶται, διψῇ καὶ πεινῇ, καὶ ἐξεμεῖ, καὶ μαίνεται καὶ πάλιν σωφρονέει, κινέονται αἱ μῆτραι, καὶ ὁκόταν μὲν πρὸς τὰ σπλάγχνα τράπωνται, ἐξεμεῖν καὶ πυρέσσειν καὶ παραφρονεῖν
506
αὐτῇ ἔρχεται ὅταν δὲ ἀπολίπωσιν, πεινῇ καὶ διψῇ, καὶ ἠπίαλος πυρετὸς ἔχει. Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ’ ἀμφορέως αὐχένι καθίσας· σμύρνης ὅσον κύαμον, λιβανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.