De superfoetatione
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
31. Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι· καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται· ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ’ ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται· ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.