De superfoetatione
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
26. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καὶ δέῃ παρὰ τὸν ἄνδρα ἐλθεῖν, ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος καὶ σιτηθεὶς τὰ ξύμφορα· καὶ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ’ ἡσυχαζέτω· γνώσεται δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος· ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν συλλάβῃ.
27. Γυνὴ ἢν κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ’ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ’ οὖν· ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται ἐς τὸν αὐτὸν χρόνον. Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοις τοῖσιδε τῆς σικύης τὴν ἐντεριώνην
28. ᾟ τινι ἂν ἡ μήτρη ἔμπυος γένηται ἢ μετὰ τόκον ἢ ἐκ διαφθορῆς ἢ ἄλλως πως, καὶ μὴ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ, ξυμφέρει ταύτῃ μήλην ὑπαλειπτρίδα καθιέναι ἐς τὸ στόμα τῆς μήτρης· ἧσσον γὰρ δεήσεται κλύσιος, εἰ χωρήσειε πρὸς τὴν μήλην· ἔπειτα κάμπας τὰς ἀπὸ τῆς τιθυμαλίδος ξυλλέξας, αἳ δὴ κέντρα ἔχουσιν, αὐτὰς ἀποτάμνειν ἡσυχῇ, ὅκως ἂν ἡ φορβὴ μὴ ἐκρυῇ· ἔπειτα ξηραίνειν αὐτὰς ἐν ἡλίῳ καὶ τρίβειν· καὶ τοὺς σκώληκας δὲ τοὺς κοπρίνους ὡσαύτως ξηραίνειν ἐν τῷ ἡλίῳ, ἔπειτα τρίβειν· καὶ τῆς μὲν κάμπης δύο ὀβολοὺς σταθμῷ αἰγιναίους, τῶν δὲ σκωλήκων διπλάσιον, καὶ ἀννήσου ὀλίγον παραμῖξαι, ἢ τῶν