De superfoetatione
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
20. ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.
21. Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγματος
488
ἐπλήσθη, οὐ κυΐσκεται τούτου τοῦ χρόνου· ἥτις δὲ φύσει τοιαύτη ἐστὶ, κυΐσκεται τουτέων ἕνεκεν, ἢν μή τι ἄλλο κωλύῃ αὐτήν. 22. Τῶν γυναικῶν τῇσι πλείστῃσιν ὅταν τὰ ἐπιμήνια μέλλῃ φαίνεσθαι, ὁ στόμαχος αὐτὸς ἑωυτὸν ἀνέσπακε μᾶλλον ἢ ἄλλοτε.