De superfoetatione

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

14. Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν· ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία ἀμφότερα.

15. Γυναικὶ δυστοκεούσῃ, ἢν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα. Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον. Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου. Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.

16. Κυέουσαν γυναῖκα, ἢν μὴ ἄλλως γινώσκῃς, ἀλλ’ οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιδνότερα.