De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

230. Ἢν τὸ στόμα τῶν μητρέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσεται ψαύουσα, κἢν πρὸς τὸ ἰσχίον ἀπεστραμμέναι ἔωσιν. Ὅταν οὕτως ἔχῃ, μὴ προσφέρειν μηδὲν δριμύ· ἢν γὰρ ἑλκώσῃ τὸ στόμα τῶν ὑστερέων, ὅταν φλεγμαίνῃ, τὸ πάμπαν κίνδυνος ἄτοκον γενέσθαι· ἀλλὰ προστίθεσθαι ἃ μὴ δάκνει, ὑφ’ ὧν φλέγμα καθαίρεται. Ὅταν γυναικὶ τὰ καταμήνια γένηται καὶ παρέλθῃ, πρῶτα μὲν χρὴ κεφαλὴν καθῆραι, ἔπειτα ἐλλεβορίσαι, ἤν τε ἅπαξ ἤν τε δὶς δέῃ· μετὰ δὲ πυριῆσαι πυριητήριον κατασκευάσας τὸ ἐκ τῆς σικύης· ὅταν δὲ πεποιημένον ᾖ, ἐγχέας ἐς ἐχῖνον θάλασσαν, καὶ πράσα ἐμβαλὼν, ἐπιθεῖναι τὸν αὐλὸν τῆς σικύης, καὶ περιαλεῖψαι πηλῷ ὡς βελτίστῳ, ὅκως μὴ διαπνέῃ· εἶτα διὰ σχοινοτόνου δίφρου τῶν τετραγώνων διάγειν τὸν αὐλὸν, ὅκως ὑπερέξει δύο δακτύλους τοῦ τόνου· εἶτα ὑποκαίειν ἄνθραξι, καὶ τὰς καθέδρας φυλάσσειν, ὅταν τε καθίζηται καὶ ὁκόταν ἀνίστηται, ὅκως μὴ κατακαυθῇ, ἀλλὰ καθίζειν ἔτι ψυχροῦ ἐόντος τοῦ πυριητηρίου καὶ ἀνίστασθαι ἕως ἂν καταψυχθῆναι τὸν αὐλόν· ἐπὶ δὲ τῇ πυρίῃ τὴν διατριβὴν

440
ὅτι πλεῖστον τῆς ἡμέρης μέρος ποιέεσθαι. Καὶ τῇ μὲν τοιαύτῃ πυρίῃ ἐπὶ πέντε ἡμέρας χρῆσθαι, δέκα δ’ ἀντὶ τῶν πράσων, τῶν σκορόδων· τάδε πυρία, καὶ αὐτὴν τὴν δέσμην κατακόψας, ἐς τὴν θάλασσαν ἐμβαλεῖν. Μετὰ δὲ τὰς λοιπὰς τῶν ἡμερέων αὐτῇ τῇ θαλάσσῃ μόνῃ πυριήσθω, καὶ· ὅκως πρὸς ἄνδρα μὴ προσίῃ ἐν πάσῃ τῇ θεραπείῃ. Τὴν τελευταίην δὲ πυρίην, ὅταν μέλλῃς ἀφιέναι τῆς θεραπείης, σκυλάκιον ὅτι νεώτατον ἀνασχίσας, ἀρωμάτων παντοδαπῶν εἴδη ὅτι εὐωδεστάτων καὶ ξηροτάτων· κόψας, τὰ ἐντοσθίδια ἐξελὼν τοῦ σκυλακίου ἐμπλῆσαι καὶ σάξαι ὅτι μάλιστα τῶν ἀρωμάτων, ξυλήφια δὲ ὑποθεὶς, ἐς τὸν ἐχῖνον ἐνθεὶς τὸ σκυλάκιον, οἶνον ὡς εὐωδέστατον ἐπιχέαι, καὶ πυριῇν διὰ τοῦ αὐλοῦ, καὶ ὅκως κατὰ δύναμιν εἶναι ὅλην τὴν ἡμέρην ἐπὶ ταῦτης τῆς πυρίης, πυριῆσαί τε καὶ ἐρωτᾷν αὐτὴν, ἢν ἡ ὀδμὴ διὰ τοῦ στόματος δοκέῃ ὄζειν τῶν ἀρωμάτων· σημεῖον γὰρ οὐ σμικρὸν ἐς ξύλληψιν τῇ θεραπευομένῃ. Προσθέτοισι δὲ χρέο, κρόκου ὅσον ἂν βούλῃ, καὶ σμύρνης ὅσον δύο κυάμους, καὶ ἅλας συχνὸν παράμισγε, πρὸς ταῦτα τεκμαιρόμενος, καὶ ταύρου χολῆς ὅσον δύο κυάμους· ἢν δὲ πρηϋτέρῳ βούλῃ χρῆσθαι, ἔλασσον μίσγειν τῆς χολῆς· ἢν δὲ ἰσχυροτέρῳ, πλέον· ταῦτα τρίψας λεῖα, καὶ μέλιτος παραστάξας, τρῖβε ἄχρις ἄν σοι τριβόμενον γένηται, ὥστε δακτύλῳ ἐκμάξαι· ὅσῳ δ’ ἂν πλείονα χρόνον τρίβῃς, τοσούτῳ ξηρότερον καὶ γλισχρότερον καὶ βέλτιον ἔσται. Ποιήσας δὲ παχύτερον ἢ βάλανον, καὶ τὸ ἄκρον ὀξὺ, ἐκ τοῦ μέσου παχύτερον, ἔπειτα δὲ ἀγόμενον ὅκως πρὸς τὴν ὑστέρην προστεθῇ, ἐς τοῦτο ἔμπηξον ξυλήφια ὀριγάνου δύο ποιήσας λεῖα· ἔστω δὲ ἑξαδάκτυλα·
442
εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης· τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας, προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην. Πειρῶ
444
δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων· τούτων γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ’ ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν ἰσχύῃ, ἀπ’ ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι δεδήλωται. Ὑποθυμιῇν δ’ εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ, καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.

231. Ἐγκυητήριον ἄκρον· μελανθίου γυναικὶ διδόναι, ἐν οἵνῳ μέλανι στρυφνῷ.

446

232. Γυναικὶ νέῃ ἐούσῃ ῥόος ἐρυθρὸς ὀχλεῖ, καὶ φαρμακευομένη, κεφαλὴν καθαιρομένη, φλεβοτομουμένη, οὐδὲν ὠφελεῖ· δοκεῖ δὲ τοῦτό οἱ αἴτιον εἶναι, ὥστε μὴ ξυλλαμβάνειν· ἐδίδουν δὲ αὐτῇ ἀσπαλάθου τῶν ῥιζῶν ἐν οἴνῳ λευκῷ ἀποζεόμενον πρωῒ καὶ πρὸς δείπνου, ὅ τε ῥόος ἐπαύσατο, καὶ οὐ βραδέως ἐκύησεν, ἔτεκεν ἄρσεν· τὸ χρῶμα λευκόχρως, εὔσαρκος.

233. Περὶ μύλης. Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, ἥ τε γαστὴρ πλήρης, ὥσπερ κυούσης· κινεῖται δ’ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται· σφριγᾷ δὲ τὸ στῆθος αὐτῇ· καὶ δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμά τε πολὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάσῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νόσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅ τι οὐ κινεῖται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δέ γε θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινῆται, δηλονότι τοῦτό ἐστι· τὸ δέ τι τεκμήριον μέγα, ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι. Καὶ πρῶτα μὲν πυριῆσαι τὴν γυναῖκα ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσαι ὅπως διακαθήρῃ· πουλὺ γὰρ ἴσως κλύσας ἂν κινήσειε τὸ ἔμβρυον τὸ δοκέον εἶναι τὸ ξυνεστηκὸς, δισθερμανθείσης

448
τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου. Κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀγάγῃ· ἢν δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ὡς ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῆς σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον· πρόσβαλλε δὲ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

234. Καθάρσιος· ὅταν μὴ γίνηται, ἤν τε ἐκ τόκου ἤν τε καὶ ἄλλως, δαῖδα ὡς πιοτάτην κόψαντα λεπτὴν ἑψεῖν ἐν οἴνῳ λευκῷ, καὶ ἀποχρῆσθαι ὡς τρισὶ κυάθοισι. Γλυκυσίδης κόκκοι τέσσαρες, κυμίνου αἰθιοπικοῦ σμικρὸν καὶ σεσέλιος πλέον, ἢ κεδρίδα· ἢν δὲ πνιγμοὶ ἔωσι, κάστορος σμικρόν. Ἢν δὲ ἐκ τόκου καθάρσιος γινομένης μετρίης ἡ γαστὴρ μένῃ, ἢ καὶ φυσᾷ ἀποκεκλεισμένη καὶ ὀδυνώδης γίνηται, ἤν τε ξὺν πυρετῷ ἤν τε ἄνευ πυρετοῦ, ὀποῦ σκαμμωνίης πέμπτον μέρος πόσιος ἢ σεσέλιος ἢ ἄλλου τινος τῶν εὐωδέων, καὶ πήγανον ἐν οἴνῳ λευκῷ. Ἢν δὲ μὴ βούληται πιεῖν, πρὸς τὴν ἕδρην ἄλειμμα ποιέειν, οἷον ἐκ χολῆς ταυρείης καὶ μέλιτος καὶ λίτρου. Ἢν δ’ ἐκ διαφθορῆς καθάρσιος ὀδυνώδης ᾖ, καὶ τῶν εὐωδέων διδομένων μηδὲν ὑπακούῃ, καὶ πυρετοῦ ἐόντος, γάλακτος αἰγείου δύο κοτύλας ἀφεψεῖν, εἶτα ψυχθέντος τὴν γρηῦν ἀφελεῖν, καὶ διηθήσας, μελικρήτου ὅσον τρίτον μέρος μῖξαι, ὅκως γλυκύτερον ἔσται· πιεῖν δὲ τρὶς νῆστιν. Ἢν δὲ μὴ παύηται ἡ ὀδύνη μηδὲ ἡ κοιλίη ὑποχωρήσῃ, ἐς τὴν δείλην ἐν σκάφῃ ἐς θερμὸν ὕδωρ ἐγκαθισάτω· ὅταν δὲ διαπυριηθῇ, ἐξαναστήσαντα κλύζειν ἐν οἴνῳ αὐστηρῷ μέλανι διεὶς

450
καὶ ὕδατι ἅπαξ, ἐλαίου ἥμισυ τὸ ὕδωρ, χλιηρῷ κλύζειν, καὶ ἐπικοιμηθήτω.

235. Προσθετὸν ὑστερέων, ἢν ξυμμεμύκῃ ἢ σκληρὸν ᾖ τὸ στόμα· σῦκον λευκὸν ἐκκαθήρας, καὶ λίτρον αἰγύπτιον τὸ καθαρώτατον μίξας λεῖον τετριμμένον, πρόσθετον ποιῆσαι ὅσον κικίδα μὴ μεγάλην ἐν εἰρίῳ μαλθακῷ, ἐς ἴρινον μύρον ἐμβάψασα προσθέσθω, ἤν τε τρεῖς ἤν τε πλείους ἡμέρας δοκέῃ· πυρίησις μετὰ τοῦτο ξυμφέρει ἐν εὐώδει· μετὰ δὲ μαλθακόν τι δεῖ προσθετὸν, ὅ τι ἰχωροειδέα ἄξει μάλιστα· μετὰ δὲ λινόζωστις, ἢν ᾖ ἁπαλὴ, μύρῳ ῥοδίνῳ χρῆσθαι ἐν ὀθονίῳ ἐς ἡμέρην καὶ νύκτα. Ἐπὶ τοῦ αὐτοῦ· χολὴν ταύρου καὶ ἅλας ἀναζέσαι, καὶ θεῖον παραμίσγειν, ποιήσας πρόσμακρον μῆκος, ὡς μέγας πυρὴν, ψιλὸν προσθέσθαι ἐπὶ δύο ἡμέρας καὶ νύκτας, πρὸς αὐτὰς τὰς ὑστέρας· πάλιν λινόζωστιν μετὰ τοῦτο, ἐπιπάσσειν σμύρναν ἄκρητον μίξας, διεῖναι ῥοδίνῳ, καὶ μύρῳ ἰρίνῳ διαχρίεσθαι τὸ στόμα ὡς ἐσωτάτω. Θεραπεία ἐπὶ τὸ αὐτὸ νόσημα· ἴριν εὐώδεα κόψας καὶ διασήσας χωρὶς, κυπείρου ἴσον, καὶ ἔκμαγμα ὅσον μαγίδα, οἴνῳ ἀνθοσμίῃ διεῖναι· εἶτα ἀλειμματῶδες ποιέειν, καὶ ἐς σπλῆνας ἀλείψας μῆκος σπιθαμῆς, ἐς σμικρὴν σιπυΐδα ἐνθεὶς, ὅκως μὴ παραπνέῃ, προσθέσθω.

236. Ἢν δὲ ἑλκωθέωσιν αἱ μῆτραι, ἢ τρηχυνθῇ τὸ στόμα, ἢ ὑπὸ προσθέτου τινὸς δηχθῶσιν, ἐν εἰρίῳ χρῖσαι στέαρ, καὶ ῥόδινον ἀλεῖψαι, καὶ κηροῦ μικρόν.

237. Ὅταν ἴσχουσα ἐν γαστρὶ διαφθείρῃ, τὸ δὲ ἔμβρυον μηνιαῖον,

452
καὶ ἐκφέρειν ἐς τέλος μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γένηται, ταύτην χρὴ καθήραντα τὰς ὑστέρας καὶ αὐτὴν φαρμακεύσαντα παχύνειν, οὐ γὰρ δυνήσεται ἐκφέρειν ἐς τέλος, ἔστ’ ἂν ἑωυτήν τε ἀναλάβῃ καὶ αἱ ὑστέραι ἰσχύωσιν.

238. Ἢν δὲ κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἐς ἀκριβῶς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ’ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, ἢ καὶ πλείονα χρόνον γεγονότα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον διαφθείρῃ, ταύτης αἱ μῆτραι οὐκ ἐπιδιδοῦσιν ἐπὶ τὸ μέζον τοῦ παιδίου ἐν αὐτέῃσιν αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἐς τὸ πλέον· ἀλλὰ τὸ μὲν αὔξεται, αἱ δὲ μῆτραι οὐδὲν ἐπιδιδοῦσι· διὰ δὴ τοῦτο διαφθείρουσιν αἱ πολλαὶ ἐς τὸν αὐτὸν χρόνον. Ταύτην χρὴ κλύσαι τὴν μήτρην, καὶ διαφυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοισι τοῖσδε· τῆς σικυώνης τὴν ἐντεριώνην κόψαντα διασῆσαι, καὶ σίλφιον ὀλίγον, παραμἰξαι ὀλίγα ἐν πλείονι καὶ καθεφθοτέρῳ τῷ μέλιτι· τοῦτο περιπλάσαι περὶ μήλην, ποιέοντα τὸ πάχος ὅσον μέλλει παραδέξασθαι ὁ στόμαχος, πρὸς τὸ στόμα τῆς μήτρης, καὶ ὦσαι πόῤῥω, ἕως ἂν περήσῃ ἐς τὸ ἔσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην, καὶ πάλιν οὕτω τὸ ἐλατήριον καὶ τῆς κολοκυντίδος τῆς ἀγρίης ποιέων ὡσαύτως τῷ προτέρῳ προστιθέναι. Ἐσθιέτω δὲ τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα, καὶ καυλὸν σιλφίου, καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὁκοίη ἂν μέλλῃ φῦσαν ἐμποιῆσαι μάλιστα ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ πρόσθετον διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· ἐνίοτε δὲ καὶ διὰ πλείονος· τὸ δὲ ὅλον, ὅκως ἂν προσίηται· τὰς δὲ μεταξὺ ἡμέρας μαλθακοῖσι χρῆσθαι. Ὅταν δὲ καταστήσῃ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, φανῇ τε τὰ ἐπιμήνια, ἐπιμείνασα, ὅταν ξηρὴ ἤδη ᾖ, μιγνύσθω τῷ ἀνδρί.

454

239. Ποιέειν δὲ φῦσαν ἐν τῇ μήτρῃ ὅταν βούλῃ, σκορόδου μώλυζαν καὶ ὀπὸν σιλφίου παραμιγνύναι πρὸς τὰ προσθετά.

240. Καὶ ἥτις ἂν μὴ δύνηται διατελεῖν τοὺς δέκα μῆνες κύουσα, ἀλλὰ διαφθείρῃ καὶ τοῦτο πάσχῃ πλεονάκις, ταύτης τὰς μήτρας καθαίρειν ὕδωρ, καὶ αὐτὴν φαρμακεύειν, ὅκως ὕδωρ καθαίρηται.

241. Ἢν δὲ κατέχουσα τὴν γονὴν μὴ κυΐσκηται, ξυμβαίνει δὲ τοῦτο πλείστῃσι τοῦ στομάχου χανόντος τῆς μήτρης παρὰ φύσιν, τὰ ἐπιμήνια πλείω γίνεται τοῦ προσήκοντος καὶ ὑγρότερα, ὥστε τὸ ἀπὸ τῆς γυναικὸς μὴ ξυλλαμβάνεσθαι πρὸς τὴν τέκνωσιν, τήν τε τοῦ ἀνδρὸς γονὴν ἐπιοῦσαν διαφθείρεσθαι· γίνεται δὲ ταῦτα τοῦ τε σώματος καὶ τῶν μητρέων νοσεόντων. Ἀλλὰ δεῖ ταύτῃ κατωτερικὰ διδόναι διαλείποντα, καὶ πυριῇν ὅλον τὸ σῶμα, καὶ τὰς μήτρας ὄξει καὶ θαλάσσῃ, μύλους διαπύρους ἐμβάλλοντα· ἐμβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου πρίσματα, καὶ δάφνης φύλλα κόψας χλωρῆς, καὶ πολυκνήμου αὐτοῦ φύλλα· πυριῇν δὲ ὁκοῖον ἂν δοκέῃ καιρὸς εἶναι χρόνον· μετὰ δὲ τοῦτο ἐκλούσθω, ὄξει ἐνεψῶν λωτοῦ τορνεύματα, καὶ ῥόδινον, καὶ πουλυκνήμου αὐτοῦ τὰ φύλλα· ἐπὶ τελευτῆς δὲ θυμιῇν, φλόμου φύλλα κόψας καὶ λωτοῦ τορνεύματα· ἔμπροσθεν δὲ πρὶν ἐκλούσασθαι, θυμιῆσαι σμύρνῃ καὶ λιβανωτῷ, τρίψας ἴσον ἑκατέρου, καὶ μυρσίνης καὶ δάφνης φύλλα, ταῦτα ἀναμίξας καὶ ἐπιβαλὼν ἐπὶ μαλθακὸν πῦρ, θυμιῇν νεοπυρίητον ἐοῦσαν δὶς τῆς ἡμέρης, πυριῇν νεόλουτον ἐοῦσαν, καὶ τῆς θυμιήσεως ὕστερον λουέσθω, καὶ τὸν στόμαχον καθιστάναι ἐς τὴν ἀρχαίην φύσιν· καὶ ἢν ἐξαρκέουσα ᾖ, πρόσθεν

456
δὲ τούτων πάντων τάμνειν τὴν ἐν τῇ χειρὶ φλέβα τῇ ἀριστερῇ, καὶ οὕτω τἄλλα ποιέειν. Ἢν δὲ ὁ μὲν στόμαχος οὕτως ἔχῃ, τὰ δ’ ἐπιμήνια μὴ ἴῃ, ἢ φλαύρως, ἢ ἐπὶ τοὔλαττον, πρὸς πλείονα κάθαρσιν τρέπεσθαι πρὸς τοῖσιν ἄλλοισιν ἅπασι, καὶ οὕτω θεραπεύειν, καὶ προστιθέναι, ἢν δέῃ, καὶ ἐκ τῶν πρόσθεν λούων καὶ θυμιῶν καὶ ξηραίνων.

242. Ἢν δὲ γυνὴ ἐκτιτρώσκῃ ἀέκουσα καὶ μὴ θέλῃ ἐκβάλλειν, πυροὺς πεφρυγμένους καὶ κατεληλεσμένους καὶ σταφίδα κεκομμένην λευκὴν, μελικρήτῳ γλυκερῷ ταῦτα διεὶς, ἐλαίου σμικρὸν παραχέων, νήστει πίνειν διδόναι· μετὰ δὲ, ῥαφάνου σπέρμα τρίψας καὶ ὅξος καὶ χηνὸς στέαρ, ταῦτα μίξας, ἐσθιέτω, καὶ προστιθέσθω δάφνης φύλλα τρίβουσα· μετὰ δὲ πινέτω ὀρίγανον καὶ γλήχωνα καὶ ἄλφιτον ἐν ὕδατι, ἐπιπάσσουσα δάφνης φύλλα κεκομμένα καὶ τετριμμένα λεῖα, κόμμι παραμίξας, καὶ διεὶς ὕδατι, πίνειν διδόναι. Ἄλλο· ὄϊος στέαρ καὶ χηνὸς ἄλειφα, καὶ μέλι ἐς τωὐτὸ μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, καὶ γάλακτος ὑπόστασιν ἐν τούτῳ μίξας, χηνὸς στέαρ τήξας, ταῦτα ἐνεψήσας, διδόναι ῥοφεῖν. Ἄλλο· ὀριγάνου φύλλα τρίψας ὡς λειότατα, ἢν μὲν ἔχῃ, χλωρῆς, εἰ δὲ μὴ, ξηρῆς, διεὶς ἐν ὕδατι, πίνειν διδόναι. Ἄλλο· δάφνης καρπὸν τρίψας ὡς λειότατον, καὶ ὑὸς θηλείης στέαρ τήξας, καὶ μέλιτι ταῦτα ὁμοῦ πάντα μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, ἐν οἴνῳ διεὶς κεκρημένῳ, πίνειν διδόναι.

243. Ἢν αἱ μῆτραι μὴ κατέχωσι τὴν γονὴν, μόλυβδον καὶ λίθον

458
ἥτις τὸν σίδηρον ἁρπάζει, ταῦτα τρίψας λεῖα, ἐς ῥάκος ἀπόδησον, καὶ ἐς γάλα γυναικὸς ἐμβάψας προσθετῷ χρήσθω. Ἄλλο· χαλκοῦ ἄνθος τρίψας, μέλιτι διεῖναι, καὶ προστιθέναι τοῦτο.

244. Ὅταν αἱ μῆτραι τοῦ ἀνδρὸς τὴν γονὴν ἐξερεύγωνται τρίτῃ ἡμέρῃ, πᾶσα ἀνάγκη τῆς γυναικὸς, ἢν ταῦτα πάσχῃ, πώρου πεπληρωμένας εἶναι τὰς μήτρας, καὶ οὐ δύναται τοῦ ἀνδρὸς ἡ γονὴ ἐμμένειν ἐν τῇσι μήτρῃσιν, ἀλλὰ ἀποκλείεται, καὶ διὰ τοῦτο οὐ δύναται κυῆσαι ἕως ἂν ὁ πῶρος ἐνῇ ἐν τῇσι μήτρῃσι. Τοῦ δὲ πώρου ἥδε ἡ ἐξέλασις· πτερὰ λαβὼν ὡς ἐλάχιστα καὶ μαλθακώτατα, ξυνδήσας ὁμοῦ, τούτοισιν ἐπαλείφειν τὰς μήτρας, ὡς τοὺς ὀφθαλμοὺς ἐπαλείφουσιν, ὁμαλύνας τὰ πτερὰ, ἅμματι ὡς λεπτοτάτῳ καταδήσας τὰ ἄκρα, εἶτα ῥοδίνῳ πολλῷ χρίσας αὐτὰ, ὑπτίην ἀνακλίνας, ὑπὸ τὴν ὀσφὺν μέσην ὑποθεῖναι προσκεφάλαιον, προσθεῖναι τὴν μήλην, τὰ σκέλεα τανύσας τῆς γυναικὸς, καὶ διαστήσας τὸ μὲν ἔνθεν, τὸ δ’ ἐνθεν, ἀναστρέφειν ἄνω καὶ κάτω τὴν μήλην, ἕως ἂν προκύψῃ· ἐπὴν δὲ ἴδῃς ἐν τῷ στόματι τῆς μήτρης, ἢν μὲν μὴ προσίσχηται ἐν τῷ ἰσχίῳ καὶ ἐθέλῃ ἐπακολουθῆσαι, πάντων ἄριστον τοῦτο· ἢν δὲ ἐνέχηται ἐν τῷ στόματι τῆς μήτρης, λαβίδι ὡς λεπτοτάτῃ προμηθευόμενος ἐξελκύσαι ἡσυχῇ καὶ μὴ βιαίως, καὶ μετὰ ταῦτα ξυγκοιμάσθω τῷ ἀνδρί.

245. Ἢν κυούσῃ ἐπιφαίνηται, ὀνίδα ξηρὴν, μίλτον, ὄστρακον σηπίης τρίψας λεῖα, ἐς ῥάκος ἀποδήσας, προστιθέναι. Ἄλλο· γλυκυσίδης τοὺς μέλανας κόκκους τρίβων ἐν οἴνῳ διδόναι πιεῖν κεκρημένῳ.

246. Ἢν δὲ συνοῦσα ἀλγέῃ τὴν νειαίρην γαστέρα καὶ αἷμά οἱ

460
φανῇ νεαρὸν, λίνον κόψας καὶ θρύον ἁπαλὸν καὶ χήνειον ἔλαιον, ταῦτα μίξας, οἴνῳ λευκῷ ὑδαρεῖ διεὶς, διδόναι πίνειν.

247. Ἢν αἱμῆτραι προέλθωσιν ἔξω τῆς φύσιος, πῦρ ἔχει μάλιστα μὲν τὰ αἰδοῖα καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον τρύζει κατ’ ὁλίγον καὶ δάκνεται τὰ αἰδοῖα. Ταῦτα πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ παρακοιμᾶται. Ὅταν οὕτως ἔχῃ, μύρτα καὶ λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, καταθεὶς τὸ ὕδωρ ἐς τὴν αἰθρίην, προσχείσθω ὡς ψυχρότατον ἐς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα ὕδωρ πίνουσα φακῶν, μέλι καὶ ὄξος ξυμμίσγουσα, ἐμείτω, ἕως ἂν αἱ μῆτραί ἀνασπασθῶσιν· καὶ τὴν κλίνην ὑψηλοτέρην πρὸς ποδῶν κεῖσθαι· ὑποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω.

248. Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρέμανται οἷόν περ ὄσχη, καὶ ὀδύνη λαμβάνει· τοῦτο δὲ, ὅταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε σεῖσαι τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυγκοιμᾶται ἐν τῷ λοχείῳ. Ὅταν οὕτως ἔχῃ, ψύγματα προστίθεσθαι πρὸς τὰ αἰδοῖα, καὶ τὰ ἔξωθεν ὑποκαθήρας, σίδιον ἐν οἴνῳ μέλανι οἰνώδει ἑψήσας, οὕτω περιπλύνας, εἴσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντήξας ἴσον ἑκατέρου, ἔγχει ἐς τὰ αἰδοῖα, καὶ κεῖσθαι ὑπτίην, ἄνω τὰ σκέλεα ἔχουσαν ἐκτειναμένην· κἄπειτα σπόγγον προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ἰξύων· ἔστ’ ἂν δ’ οὕτως ἔχῃ, σιτίων δέον ἀπέχεσθαι, ποτῷ τε

462
ὡς ἐλαχίστῳ χρέεσθαι, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἰέναι· εἰ δὲ μὴ, ἄκρας περιξέσαι τὰς μήτρας καὶ ἀποπλῦναι τῇ πίτυϊ ἑφθῇ· ἔπειτα πρὸς κλίμακα δήσας τοὺς ποδας, κρούειν κατὰ τὴν κεφαλὴν, καὶ τῇ χειρὶ ἐσωθέειν· ἔπειτα ξυνδήσας τὰ σκέλεα ἐπαλλὰξ, ἐῇν ἡμέρην καὶ νύκτα ἀτρέμα· διδόναι δὲ ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον ἐγκατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐᾷν ἕλκειν πουλὺν χρόνον, καὶ ὅταν ἀφέλῃς, κατακλίνας, ἐᾷν κεῖσθαι, καὶ μὴ προσφέρειν ἄλλο μηδὲν ἢ τὸν χυλὸν, ἔστ’ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρήσθω· ἢν δὲ ἀποπατεῖν ἐθέλῃ, ἀποπατείτω ἀνακειμένη, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνίστασθαι καὶ περιέρχεσθαι ὡς ἔλάχιστα, καὶ μὴ λουέσθω, σιτίοισιν ὀλίγοισι χρήσθω, τὰ αἰδοῖα τοῖσι κακώδεσι θυμιήσθω, καὶ ἐπὴν ἄρχηται περιχωρέειν, τὴν σφενδόνην φορείτω.

249. Ἐξαίρεσις τοῦ ἐμβρύου ἥδε· ἔμβρυον ἐπὴν ἐναποθάνῃ ἐν τῇσι γονῇσιν, ὀστεολογίῃ χρῆσθαι κατ’ ὀλίγον, τὸ φαινόμενον κατὰ λόγον θραύοντα, δέρμα καταλείποντα προβολὴν τῷ σιδήρῳ.