De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

173. Καὶ ὅταν ἐν τῇ καθάρσει φλύκταιναι ἀνὰ τὸ στόμα τῆς ὑστέρης θύωσιν, οὕτω θεραπεύειν· σάρκα βοὸς πικερίῳ ἢ χηνείῳ στέατι καὶ ἀννήσῳ χρίσασα λείοις, τὴν σάρκα ἐς τὸ αἰδοῖον ἐντιθέναι.

174. Ἢν ἐρυσίπελας ἔχῃ τὰς μήτρας, οἰδέει τοὺς πόδας καὶ τοὺς μαζοὺς καὶ τὸ σῶμα, καὶ πόνος αὐτὴν κατέχει, καὶ ὀρθόκνοια γίνεται, καὶ ἀλγέει τοὺς κενεῶνας καὶ τὸ ὑκογάστριον καὶ τὰ στέρνα καὶ τὴν κεφαλήν· τρόμος τε ἔχει, καὶ τὰς χεῖρας νάρκη καὶ τοὺς βουβῶνας, καὶ τὰς ἰγνύκς τρέμει· ἐνίοτε δὲ καὶ ἐν τῇσιν ἰγνύῃσι πελιδναὶ γίνονται, καὶ κουφίζει ὀλίγον χρόνον, καὶ ἡ χροιὴ, μάλιστα δὲ καὶ οἱ μαζοὶ ἀείρονται κατὰ τὴν ὁμοεθνίην· ἀλλὰ γὰρ οὐ πάνυ τι ἀλγέει, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ἐρυθρὸν τὸ πρόσωπον γίνεται, καὶ δίψα ἰσχυρὴ, καὶ τὸ ἴκταρ ξηραίνεται. Ταῦτα ἢν ἐγκύμονι περιπέσῃ, θνήσκει, καὶ οὐκ ἂν δυνήσεται διαφυγεῖν.

174 bis. Ἢν ἐρυσίπελας ἐν τῇσι μήτρῃσι γένηται, οἰδήματα γίνεται πλεννωδέστατα ἀπὸ τῶν ποδῶν ἀρξάμενα ἐς τὰ σκέλεα πάντα καὶ ἐς τὴν ὀσφύν. Ὅσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, καὶ ὁ θώρηξ ἐπαΐει, καὶ οἰδίσκεται, καὶ περιψύχεται πᾶσα, καὶ πῦρ ἔχει μέγα, καὶ

356
ῥῖγος ἐπιλαμβάνει, καὶ πνεῦμα πυκνὸν, καὶ λιποθυμίη, καὶ ἀσθενείη, καὶ ὀδύνη παντὸς τοῦ σώματος· δυσθυμέει τε καὶ αἰολᾶται τῇ γνώμῃ, καὶ τὸ πάθος ἀνέρχεται ἐκ τῆς κάτω κοιλίης ἐς τὰς ἰξύας καὶ ἐς τὰ νῶτα καὶ τὰ ὑποχόνδρια καὶ τὰ στέρνα καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν καὶ τὸν στόμαχον, καὶ δοκέει θανεῖσθαι· ὁκόταν δὲ λύηται ἡ ὀδύνη, νάρκη ἔχει τὰς ἰξύας καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα, καὶ τὰ ἐν τῇσιν ἰγνύῃσι πέλια γίνεται, καὶ ὀλίγον χρόνον δοκέει ῥᾴων εἶναι· ἔπειτα αὖθις πονέεται, καὶ ὁ χρὼς φλυκταινέων καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα λάζεται προφανέα καὶ δηλεόμενα, καὶ ὁ φάρυγξ αὖος, καὶ ἡ γλῶσσα τρηχείη. Αὕτη ἡ νοῦσος εἰ ἐγκύμονα σχοίη, κτείνει. Ἢν δὲ μὴ, ἰητρείην χρὴ προσάγειν· ὄνου γάλα πιπίσκειν καὶ καθαίρειν· ἢν δὲ μὴ λύηται ὧδε, ψύχειν τὴν κοιλίην ἐν μαλθακοῖσι ψύγμασι, καὶ προσθέτοισι μὴ περισκελέσι, καὶ καθῆραι κούφοισιν ἐκ τοῦ κατ’ ὀλίγον, καὶ ἐμέειν· ἀγαθὸν δὲ ἀκτῆς φύλλα λαμβάνειν ἑφθὰ ξὺν ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ· ἢν δὲ τὸ πῦρ μεθίῃ, καὶ οἶνον καὶ σιτία διδόναι γλυκέα. Παῦραι δὲ ὑγιαίνονται.

175. Ὕδερος δὲ γίνεται ἐν τῇσι μήτρῃσι· τὰ ἐπιμήνια χωρέει ἀσώδεα καὶ ὑδατώδεα καὶ οὐ πάνυ αἱματώδεα, οἰδέει καὶ ἡ ὑστέρη καὶ φλέβες καὶ ὅσα ἄγχιστα, καὶ οὐ κυΐσκεται, ἔπειτα πνίγεται· καὶ οἱ μαζοὶ ῥέουσι, καὶ ἡ νειαίρα γαστὴρ σκληρή ἐστι καὶ οἰδέει καὶ πᾶς ὁ ἀμφὶ πέριξ χῶρος, καὶ ἀλγέει, εἴ τις ψαύσειε· πυρετός τε καὶ βρυγμὸς ἴσχει, καὶ ὀδύνη σπερχνὴ ἐς τοὺς κενεῶνας καὶ ἐς

358
τὰς ἰξύας, καὶ ἐξονειροῖ, καὶ κάκιον ἴσχει. Ταύτην λούειν δεῖ θερμῷ καὶ χλιαίνειν, φάρμακον δὲ πιπίσκειν, καὶ πυριῇν βληχρῇσι πυρίῃσι· καὶ κυκλάμινον τριώβολον ἐν ὀθονίῳ προστιθέσθω ἀποδήσασα, καὶ κυπαρίσσου χυλὸν βρέχειν ἐν ὕδατι, καὶ κανθαρίδας τρίβουσα προστιθέναι ὀλίγον χρόνον, καὶ διὰ πλείονος ἐνεργεῖ. Προσθετὸν, κύμινον ὅσον χήμη, ἀσταφὶς λευκή. Ἄλλο· κνίδης καρπὸς, ἄρου ῥίζα, τουτέων ὃ βούλει ἐπιεικέως προστιθέναι. Ἐπειδὰν δὲ καθήρῃς, καὶ ἀφαιρέειν καὶ ἐγκλύζειν τὰ αἰδοῖα, καὶ ξυγκοιμάσθω, καὶ ἢν διενέγκῃ τὸ ἔμβρυον, ἐκκαθαίρεται πᾶσα καὶ ὑγιὴς γίνεται.

176. Ὑδέρου μητρέων· ὕφαιμόν τι ῥέει ἰχωροειδὲς, καὶ καθαίρεται, καὶ δάκνει σφόδρα καὶ ἑλκοῖ ὥσπερ ἅλμη τὰ αἰδοῖα καὶ τὰ πέριξ, καὶ ὅκου ἂν ἐπιστάξῃ ἑλκοῖ, καὶ ἡ χροιὴ ἰκτερώδης· τὰ δὲ ἄλλα καθαίρεται πλῆθος, ὥσπερ ἐν τοῖσιν ἄλλοισι ῥόοισιν. Ἡ δὲ νοῦσος βληχροτέρη τε καὶ ἄλλως θανατώδης γίνεται, ἢν ἐξελκωθῶσιν αἱ μῆτραι. Ταύτην θεραπεύειν ὡς τὴν ὑπὸ λευκοῦ ῥόου ἐχομένην, καὶ γάλα ὄνειον πιπίσκειν, καὶ ἰσχναίνειν, καὶ ἰῆσθαι φαρμάκοισι τοῖσι προειρημένοισιν. Ὑδέρου ἐκλεικτά· ἢν ὕδωρ ἐκ τῶν μητρέων ῥέῃ, θεῖον, χηνὸς ἄλειφα, λείχειν.

177. Ἢν ἄνεμος ἐν τῇσι μήτρῃσιν ἐνῇ, φῦσα ἔξεισι καὶ τρύζει, καὶ οἰδέει πᾶσα, καὶ πῦρ ἔχει καὶ κάματος πρὸς τοίσδεσσι· καὶ ἀίσσει σφόδρα ὑπὸ τῆς ὀδύνης, καὶ τὸν ἄνδρα οὐ προσίεται, καὶ σφόδρα

360
ἄχθεται τὴν εὐνὴν, καὶ ὀρθοῦσθαι ἀδυνατέει, καὶ ὡς βαρέα μιν ἔγκειται ἐν τῇσι μήτρῃσι, καὶ κεφαλὴν ἀλγέει, καὶ ἀλύει, καὶ ἄναυδός ἐστιν· ἢν δὲ ἡ ὀδύνη προστῇ, βοᾷ τε καὶ ἀλγέει πάντα καὶ ἰξύας καὶ ἐπίσειον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον ἴσχεται καὶ ἡ κοιλίη, καὶ πνίγεται, καὶ θανεῖν ἐρᾶται, καὶ ὑποχόνδριον τιταίνεται, καὶ στόμαχος δάκνεται, καὶ στόμα πικρὸν, καὶ ἐμέει ὀξέα καὶ ἄκρητα, καὶ ἐρεύγεται θαμινὰ, καὶ ῥαΐζει· ἢν δὲ μὴ, ἀνοιδίσκεται, καὶ ἢν ἐπαφήσῃ, ἀντιτυπέει καὶ ἀλγέει. Κλύζειν οὖν χρὴ τὴν μήτρην μελικρήτῳ καὶ ὀξυμέλιτι καὶ ἐλαίῳ· κύμινον τριπτὸν, ἢ ἄννησον, καὶ λίνου πέταλα τρίβειν, καὶ ὄρνιθος πάτον ξὺν ὠοῖς, καὶ ἐν ὕδατι ἐνιέναι· προσθέτοισι δὲ οἷς ἂν ἐγὼ γράψω, καὶ ποτήμασι χρεέσθω· καθίννυσθαι δὲ ἐν ἐλαίῳ θερμῷ, καὶ ἀρώματα ἐμβάλλειν, σχοίνου ἄνθος, ἢ ἐν ὕδατι δάφνης ἢ θαλάσσης· ἄριστον δὲ καθαίρειν κλυσμοῖσι μαλθακοῖσι τὴν κοιλίην· ἢ βάλανον προστιθέναι, ὡς νηπίῳ κοιλίη λύεται, εἴριον ἄπλυτον ξὺν μέλιτι· ἢν δὲ γεραιτέρη ᾖ, κρόμμυον ἐμβάπτειν ἐς ἔλαιον, ἢ ἐς μέλι, καὶ προστιθέναι· ἢ ταύρου χολὴν, ἢ νίτρον ξὺν μέλιτι, ἢ ῥοιῆς ὀξείης χοίνικα ξὺν μέλιτι καὶ ἀλήτῳ κριθίνῳ.

178. Εἰ δὲ μύλη ἐμφύεται ὑπὸ πάχεος γονῆς ἐνεχομένης, θύμβραν λειήνας ἐν ὄξει καὶ ὕδατι, τοῦτο δίδου πίνειν ἔνυγρον, ἢ ὑοσκυάμου τὸν καρπὸν λεῖον, καὶ κλύζειν ἅλμῃ καὶ ὀπῷ καὶ ὄξει· ἢν δέῃ, ξὺν ὕδατι· κράτιστον δὲ μελίκρητον ἐνιέναι ξὺν ὕδατι φακῶν, ἢ ὀρόβων, ἢ ἴου ἄνθεος. Ἢν δὲ καθαρθῇ οἷα τὰ πυριφλεγέθεα, μυρσίνην

362
ἑψεῖν καὶ διανίζεσθαι, σμύρναν καὶ νέτωπον ἐν εἰρίῳ προστίθεσθαι.

179. Ἢν ἄνεμος ἐνῇ ἐν τῇσι μήτρῃσι καὶ δάκνῃ, τῇδε καὶ τῇδε διεξιὼν πῦρ ποιέει, καὶ οἰδέει καύματι, καὶ ὀδυνῇ, καὶ τὸν ἄνδρα ἀπαναίνεται, καὶ ἄχθεται σφόδρα τῇ συνουσίῃ, καὶ τείνεται, καὶ οἰδέει τὸ ἦτρον, καὶ οὐ δύναται ὀρθοῦσθαι, ἢ ἰθύνεσθαι. Ὅταν οὕτως εὕρῃς, γνῶθι ὅτι ἄνεμος καὶ γονὴ ἔνι ἐν τῇσι μήτρῃσι, καὶ ἡ γονὴ ἐμπέφυκε· διὰ τοῦτ’ οὖν κάμνει. Λαβὼν μέλι, κηρὸν καὶ λίνου πέταλα, τρίψας λεῖα καὶ ὄρνιθος στέαρ, οἵνῳ εὐώδει, χλιήνας, ἔγχεον ἐς τὰς μήτρας κλυστῆρι· πινέτω δὲ λίνου πέταλα· ἢ τὸν καρπὸν τρῖψαι καὶ ἐς εἴριον ἐνελίξαι, πρὸς τὸ στόμα τῆς μήτρης· εἰ δὲ μὴ, ἐνεργοτέρῳ χρῆσθαι· λίριον καὶ κρόκον καὶ λίνου πέταλα, ὄρνιθος στέαρ τρίψας λεῖα, διεὶς γάλακτι γυναικείῳ, ἀποσπογγίσας ἄχνῃ ἀπὸ ὀθονίων λεπτῶν, ἐνδῆσαι· προστιθέσθω δὲ πρὸς τὸ στόμα τῆς ὑστέρης.

180. Κἢν ὑποφύηται πιμελὴ σαρκοειδεστέρη, τηκεδόνα ἐντιθέναι, καὶ λεπτύνειν μέσως· αἱ γὰρ λίην λεπτυνόμεναι ἀραιαί εἰσι καὶ ἐκτιτρώσκουσιν.

181. Εἰ δὲ οὐ δέχεται ἡ ὑστέρη, ἀλλὰ ἀφίησι καὶ θερμὸν οὐκ ἔχει ἐν ἑωυτῇ, ὄργανον χρὴ μηχανοποιέεσθαι, ἐφ’ ὃ ἑζομένη εἴσεισιν ἀτμὸς ἐς τὰς μήτρας, ἀμφὶ δὲ τοῦτο εἵματα κυκλόσε τιθέναι· ὑποθυμιῇν δὲ κασίην, κιννάμωμον, σμύρναν, ἴσον ἑκάστου, ἔν οἴνῳ τε

364
φυρῇν σιραίῳ καὶ ἐπιβάλλειν, ὀλίγον τε λούεσθαι, ὀλίγα σιτέεσθαι. Ἀρήγει δὲ καὶ προσθετὸν τοιόνδε· σμύρναν ἁπαλὴν ξὺν μέλιτι· ἔστω δὲ προμήκης ὡς βάλανος· καὶ ταῦτα ποιέειν πλειστάκις πρὸς τὴν δύναμιν ὁρέων. Καὶ οἱ ἐν σίτῳ πελεκῖνοι τριπτοὶ ξὺν σμύρνῃ ὠφελέουσιν. Ἑψεῖν δὲ μέλι, καὶ ξὺν τῇσι δαισὶν ἀνακυκᾷν, καὶ ὅσον αἰγύπτιον κύαμον προστιθέναι. Καὶ ταύρου χολὴν, καὶ ῥοὸς ἐρυθρῆς ἴσον κονύζῃ ποίῃ, ὅμοιον δέ ἐστι σελίνῳ οὐλῷ, φύεται δὲ ἄγχιστα θαλάσσης ἐν χωρίοισι ψαμμώδεσιν, ὀδμὴ δύσοιστος, ξὺν μέλιτι καὶ οἴνῳ πρόσθες. Ἢ βόλβιον, ἐν πυροῖσι δὲ θεωρεῖται, αἰγυπτίοισι δὲ μάλιστα, δριμὺ, ὅμοιον κυμίνῳ αἰθιοπικῷ· τοῦτο, σκόροδον, νίτρον ἐν τῷ αὐτῷ προστίθει, προλουέσθω δέ.

182. Ὅταν γυνὴ τὴν κεφαλὴν ἀλγέῃ τὸ βρέγμα τε καὶ τὸν τράχηλον καὶ ἰλιγγιᾷ πρὸ τῶν ὀμμάτων καὶ φοβῆται καὶ στυγνὴ ᾖ, καὶ οὖρα μέλανα καὶ δι’ ὑστέρης ὅμοια, καὶ ἄση ἔχῃ καὶ δυσθυμίη, μέλαινα χολὴ ἐν τῇσι μήτρῃσιν ἔνι. Θεραπευέσθω δέ· ἐντεριώνην παλαιὴν ἐνιαυσίην, ταύρου χολὴν, ἄνθος χαλκοῦ τρίβειν ξὺν βακκάρει, καὶ προσθετὰ ποιέειν, καὶ φάρμακον πιπίσκειν, καὶ λούειν.

183. Ὁκόταν δὲ δάκνηται τὰς μήτρας γυνὴ καὶ ἀλγέῃ καὶ ἀδάξηται, καὶ χολὴν οὐρέῃ ξανθὴν, καὶ ἡ μήτρη χάνῃ, καὶ οἱ ὀφθαλμοὶ ἰκτερώδεες, ἴσθι ὅτι χολὴ ἐν τῇσιν μήτρῃσιν ἔνι. Ἄριστον γοῦν

366
ἐκκαθαίρειν τό τε πᾶν σῶμα καὶ αὐτὰς προσθέτοισιν, ἃ χολὴν ἄγει.

184. Ψύχεται ἡ ὑστέρη, καὶ βάρος δοκέει ἐγκεῖσθαι, καὶ τὸ χρῶμα οὐ λαμπρὸν, καὶ πέπηγεν ἡ ὑστέρη. Ὅταν οὕτως ἔχῃ, καθαίρειν ὅ τι φλέγμα ἄγει, καὶ λεπτύνειν χρὴ καὶ πυκινὰ ἐμέειν.

185. Ὅταν γυναικὶ ὄζῃ κακὸν ἐκ τοῦ στόματος, καὶ τὰ οὖλα μέλανα ᾖ καὶ πονηρὰ, κεφαλὴν λαγωοῦ καὶ μύας τρεῖς κατακαῦσαι χωρὶς, καὶ τῶν δύο μυῶν ἐξελεῖν κοιλίην, ἧπαρ δὲ καὶ νεφροὺς μή· καὶ ἐν θυίῃ λιθίνῃ τρίβειν μάρμαρον ἢ λίθον λευκὴν, καὶ διασῆσαι· εἶτα μίσγειν ἴσον ἑκάστου, καὶ τοὺς ὀδόντας τρίβειν· χρὴ δὲ καὶ τὰ ἐν τῷ στόματι χωρία τρίβειν· κἄπειτα εἰρίῳ πινωδεστάτῳ τρίβειν, καὶ διακλύζεσθαι ὕδατι βάπτουσα δὲ τὸ πινῶδες εἴριον ἐν μέλιτι, ἀνατριβέτω τοὺς ὀδόντας καὶ τὰ οὖλα καὶ τὰ ἔνδον καὶ τὰ ἔξω. Τρίβειν τε ἄννησον, καὶ ἀνήθου καρπὸν, καὶ σμύρνης ὁλκὴν ὀβολοὺς δύο, διιέναι οἴνῳ λευκῷ ἀκρήτῳ ἡμικοτυλίῳ, ἐν τουτέῳ διακλυζέσθω, καὶ ἐν τῷ στόματι πουλὺν κατεχέτω χρονον, θαμινὰ δὲ τοῦτο δρᾷν, καὶ ἀναγαργαρίζεσθαι νῆστιν καὶ μετὰ τὴν τροφήν· ἄριστον δὲ ὀλιγοσιτίη, κράτιστα δὲ χρὴ προσφέρεσθαι. Τοῦτο τὸ φάρμακον ὀδόντας καθαίρει καὶ εὐώδεας ποιέει· καλέεται δὲ ἰνδικὸν φάρμακον.

186. Ὁκόταν γυναικὶ μαζὸς τριχιήσῃ, στοιβῆς καρπὸν, ἢ βάτου ἑψῇν ἐν ὕδατι καὶ ἐλαίῳ, καὶ τοὺς μαζοὺς καταπλάσσειν, καὶ τεύτλου

368
φύλλα ἐπιῤῥίπτειν· ἔπειτα ῥάψαι ἐκ ῥάκους ὡς κυρβασίην, τεκμηράμενος ὅσον τὸν μαζὸν ἐκχωρήσει, καὶ οὕτως ἐντιθέναι τὸν τιτθόν· ἢν δὲ διαπύῃ, ἄμεινον τάμνειν, καὶ εἰρίῳ ῥερυπωμένῳ μοτῶσαι, καὶ ἐπιβάλλειν τωὐτό· μετέπειτα λύσαντα φακῷ ἑφθῷ ξὺν ἀλφίτῳ μῖξαι καὶ καταπλάσσειν.

187. Ἐπὴν γυναικὶ ἐν τῷ αἰδοίῳ ἢ ἐν τῷ ἀρχῷ ἀσκαρίδες γένωνται, λύγου καρπὸς μίσγεται ἢ φύλλα, καὶ βοὸς χολὴ παραμίσγεται ὅσον ὀβολός· κεδρίνῳ δὲ ἐλαίῳ φυρῇν, καὶ εἰρίῳ πινόεντι εὐειροτάτῳ ἀναλαβεῖν· ἐντιθέσθω δὲ διὰ τρίτης νύκτα καὶ ἡμέρην, τῇ δὲ ὑστεραίῃ ἀφελομένη λουέσθω θερμῷ, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ ἐσθιέτω, καὶ αἱ ἀσκαρίδες ἐξίασι καὶ θνήσκουσιν· ἅλμῃ δὲ κλύζειν χρή.

188. Πρόσωπον ἀγλαΐζει ἧπαρ ταύρου, τρίβειν ξὺν ἐλαίῳ, ἀλείφειν δὲ ἐν ἀκρήτῳ οἴνῳ· χολὴ δὲ χλωροῦ φθείρει· ἀλλὰ καὶ ὁ χυλὸς τῆς πτισάνης ὁμοίως λαμπρύνει, καὶ ὠῶν τὸ λευκὸν, καὶ ἄλητον θέρμων καὶ ὀρόβων, καὶ σῦκον καταπλάσσειν, καὶ κράμβης ῥίζα καὶ σπέρμα· ταῦτα καὶ φακοὺς αἴρει, καὶ ἀλκυόνιον, καὶ κονιορτὸς ἢν λυπέῃ τὸ πρόσωπον, κηρωτῇ ὑγρῇ διὰ ῥοδίνου ὑποχρίειν, καὶ ὕδωρ ψυχρὸν προσχέειν. Καὶ ῥυτίδας ἐκτείνει, ἐν θυίῃ λιθίνῃ μολίβδαιναν τρίβειν, καὶ μηνιαῖον ὕδωρ παραχέοντα πλάσαι κυκλίσκους· κἀπειδὰν ξηρανθῶσιν, ἐλαίῳ διεὶς, χρῖε τὸ τὰς ῥυτίδας φέρον πρόσωπον.

370

189. Ἢν δὲ ῥέωσιν αἱ τρίχες, λήδανον μετὰ ῥοδίνου ἢ ἀνθινοῦ μύρου τρῖβε, καὶ μετ’ οἴνου ἐγχριέτω· ἢ τὴν σμηκτρίδα γῆν ξὺν οἴνῳ, ἢ ῥοδίνῳ, ἢ ὀμφακίῳ, ἢ ἀκακίῃ, καὶ ἢν μαδήσῃ, κύμινον ἔμπλασσε, ἢ πελιάδων κόπρον, ἢ ῥάφανον τριπτὴν, ἢ κρομμύῳ τριπτῷ, ἢ τεύτλῳ, ἢ κνίδῃ.

190. Τὰς δ’ ἐφηλίδας λεγομένας αἴρει, ὀρόβιον, τεύτλου χυλὸς, ὠῶν τὸ λευκὸν, πτισάνη, ἢ σικύου ἀγρίου ῥίζη ξηρὴ, μετ’ οἴνου τρυγὸς τριφθεῖσα, καὶ ἐπαλειφομένη, ἢ συκῆς φύλλα προστιθέμενα· σησάμῳ τριπτῷ σμήχεσθαι, ἢ ἀμυγδάλαις πικραῖς· κνίδης τε σπέρμα, σκορόδων κέλυφος ἐπιδεόμενον, λεπίδιον.

191. Λειχῆνας ἐξάγει πάντας, ὄξος, μάννα, κίσσηρις, θεῖον μετ’ ὄξους, κάρδαμον ἄγριον καὲν καὶ σποδωθὲν, ἐχίδνης λεβηρὶς, καὶ λαπάθου ἀγρίου ῥίζα· τρίβειν δὲ μετ’ ὄξεος οἰνώδεος· φλυκταινοῦται, καὶ λιθαργύρου χρέο.

192. Ῥόου ἐρυθροῦ ποτὸν ἀγαθόν· ἐλάφου κέρας κατακαύσας, ὠμήλυσιν κριθέων ξυμμῖξαι διπλασίην, ἐπὶ οἶνον πράμνιον ἐπιπάσσουσα πινέτω, καὶ ἵσταται. Ἕτερον ὁμοίως ποτόν· ἀδιάντου ῥίζαν

372
τρῖψαι, καὶ ἐρεβίνθους φῶξαι, καὶ λέκιθον ποιέειν, ἐν μέλιτι ὡς ποτὸν διδόναι. Ἢ ἀλήτου σητανίου ὀξύβαφον, κόμμεως λευκοῦ ἥμισυ, μάννης τρίτον μέρος, καὶ σχοίνου ὀλίγον, ἢ πίτυος, ἢ κυπαρίσσου διεὶς ὕδατι πίνειν δίδου δὶς τῆς ἡμέρης· ἢ ἐλάφου κέρας κατακαίειν, τρίβειν δὲ καὶ ὠμήλυσιν σὺν κεδρίσι πέντε· οἶνος σὺν τοίσδεσσιν αὐστηρὸς μέλας μίγνυται. Ἢ ῥοιὴν γλυκείην ὀπτήσας, τὸν χυλὸν ξὺν οἴνῳ μέλανι πίνειν. Ἢ κυπαρίσσου καρπὸν ὅσον τρία ἢ τέσσαρα, καὶ μύρτα μέλανα καὶ ὁμοῦ καὶ αὐτὰ καθ’ ἑωυτά, πρὸς ἰσχὺν τοῦ σώματος ὀρέων τῆς γυναικὸς, ξὺν οἴνῳ δὲ ἡ πόσις γενέσθω. Ἢ καστορίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν ἐν οἴνῳ τρίβειν αὐστηρῷ μέλανι καὶ πιπίσκειν. Ῥόου καὶ πάσης νούσου ποτὸν, ὅσαι ἀπὸ τῶν ὑστερέων γίνονται· γλυκυσίδης καρπὸν, καὶ τοῦ ῥόου τὰς ῥίζας, καὶ κύμινον αἰθιοπικὸν, καὶ μελάνθιον ἐν οἴνῳ λευκῷ διδόναι. Ἢ νάρθηκα ξύσας, ὅσον ὀξύβαφον, καὶ πράσου χυλὸν, ἐν οἴνῳ λευκῷ κεκρημένῳ, τοῦτο καὶ ἐκ ῥινῶν αἷμα ῥέον παύει. Ἢ σίδην ἑψῆσαι ἐν οἴνῳ μέλανι, καὶ περιλέψαι, καὶ τὰ ἔνδον τρῖψαι, ἐν οἴνῳ μέλανι ξὺν πάλῃ ἀλφίτου πιεῖν. Ἢ λίνου σπέρμα, ἢ ἐρυσίμου φῶξαι, καὶ ἐλαίης φύλλα χλωρῆς, καὶ μέλαιναν ῥίζαν, μήκωνα ἁδράν· ταῦτα τρίψας ἐν τῷ αὐτῷ, ἐν οἴνῳ κεκρημένῳ δίδου πίνειν. Ἢ τάμισον ὄνειον καὶ σίδης γλυκείης ῥίζην καὶ κικίδα ἐξ ἴσου πάντα, καὶ ῥοιῆς γλυκείης χυλὸν ξὺν οἴνῳ πίνειν. Ἢ λαπάθου καρπὸν, ξὺν τῷ τῆς κικίδος ἔξω περιεξυσμένῳ· ταῦτα τρίβειν ἄμφω, καὶ ἐν οἴνῳ πίνειν, καὶ μετέπειτα
374
κυκεῶνα. Ἢν αἷμα ῥέῃ λαῦρον ἐξ ὑστερέων, ἄγνου φύλλα ξὺν οἴνῳ μέλανι· τὰ στρυφνὰ ῥόον ἵστησιν, οἴνῳ μέλανι μιγνύμενα. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζαν ἐν οἴνῳ μέλανι πίνειν· ἢν δὲ πλέον ᾖ, τερμίνθου καρπὸς τριβόμενος, χρὴ δὲ οἴνῳ καὶ ὕδατι διιέναι καὶ πίνειν. Ἢν ῥόος γένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, πίνειν διδόναι τοῦ τοιούτου οἴνου μεθ’ ὕδατος. Ἢν δ’ ἔτι φέρηται ὁ ῥόος, πρόμαλον φώξας καὶ τρίψας ἐν οἴνῳ δίδου, ἢ πράσων χυλόν. Ἢν δὲ πουλὺς κατέρχηται ὁ ῥόος, ἡμιόνου ὀνίδα κατακαίειν, καὶ λειῆναι καὶ ξὺν οἴνῳ διδόναι. Ἢν δὲ πουλυχρόνιος ὁ ῥόος γένηται, σπόγγος κατακαεὶς ἀρήγει, τρίβειν δὲ λεῖον τὸν σπόγγον καὶ ξὺν οἴνῳ διδόναι εὐώδει.