De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

130. Ἢν δὲ ἐν τῇ ὀσφύϊ σἱ ὑστέραι ἐνῶσιν ἢ ἐν τῷ κενεῶνι, καὶ ἴῃ πνεῦμα μετάρσιον, καὶ πνῖγος ἔχῃ, ἆσθμά μιν λάζυται πυκινὸν, καὶ οὐκ ἐθέλει κινέεσθαι· τρίψας θεῖον ἢ ἄσφαλτον ἢ κώνειον ἢ σμύρναν, μέλι ἑφθὸν παραχέας, ποιέειν βάλανον μακρὴν πάχετον, καὶ ἐντιθέναι ἐς τὴν ἕδρην.

131. Ἢν αἱ μῆτραι εἰλέωσι σφέας ἐς τὸ μεσηγὺ τῶν ἰξύων, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ τὰ σκέλεα εἰρύαται, καὶ τὰς κοχώνας ἀλγέει, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἴσχουσιν ὀξέαι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης σμικρὸς, καὶ τὸ οὖρον στάζει, καὶ ἔλιγοψυχίη λαμβάνει. Ὁκόταν ὧδε ἔχῃ, χρὴ προσδῆσαι τῇ κύστει αὐλίσκον, καὶ ἐγκλύζειν ἔλαιον θερμὸν ἐς τὰς ὑστέρας, καὶ πυριῇν ἢ λοῦσαι πολλῷ καὶ θερμῷ ὕδατι, καὶ ἐς ἔλαιον καὶ ὕδωρ καθίζειν· ὕποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεαἐπὴν δὲ ἡ ὀδύνη παύσηται, φάρμακον διδόναι ἄνω, τὴν δὲ κάτω κοιλίην οὐ χρὴ ταράσσειν. Ἐπὴν δὲ αἱ ὑστέραι καταστέωσι, φάρμακον πῖσαι κάτω καὶ γάλα ὀνου, ἢν μὴ σπληνώδης ᾖ· ἔπειτα πυριῆσαι καὶ καταιονῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, προστιθεὶς

280
προσθετὸν καθαρτήριον ὃ μὴ δήξεται· κἄπειτα θυμιωμένη τοῖσιν ἀρώμασι, παρὰ τὸν ἄνδρα ἴτω, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται· ἄτοκοι δὲ πολλαὶ καὶ πηραὶ τὰ σκέλεα πολλάκις γίνονται.

132. Ὁκόσῃσι δὲ τὸ στόμα κλίνεται ἑτέρωσε καὶ προσπίπτει τῷ ἰσχίῳ, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην καθαίρεσθαι καὶ τὴν γονὴν δέχεσθαι καὶ μὴ παιδοποιέειν· ταύτην πυριῇν χρὴ τοῖσιν εὐώδεσι, καὶ μετὰ τὴν πυρίην, ἢν παρασημήνῃ, τῷ δακτύλῳ ἀποστῆσαι ἀπὸ τοῦ ἰσχίου· κἄπειτα ἐξιθύνειν τοῖσι δαιδίοισί τε καὶ τῷ μολίβδῳ· οὐ γὰρ βιήσεται θοῶς, ὡς εἴρηται. Ὅταν δὲ κατὰ φύσιν ᾖ καὶ ἀνεστομωμέναι γίνωνται, προσθέτοισι μαλθακοῖσι καθαίρειν, καὶ τἄλλα προσηκόντως ποιέειν.

133. Ὁκόσῃσιν αἱ ὑστέραι προσπίπτουσι πρὸς τὸ ἰσχίον, ἢν μὴ ταχέως ἀφιστέωνται καὶ πάλιν ἐς χώρην καθιστέωνται, προσαυαίνονται πρὸς τῷ ἰσχίῳ, ἀνάγκη δὲ τὸ στόμα ἀπεστράφθαι καὶ ἀνωτέρω οἴχεσθαι, ὅταν δὲ ἀποστραφῇ, ξυμμύσαι, ἐκ δὲ τοῦ ἀπεστράφθαι τε καὶ ξυμμύσαι, σκληρὸν γενέσθαι, καὶ ξυμμύειν. καὶ πεπηρωμένον τὸ στόμα τῶν ὑστερέων εἶναι· καὶ ἀποκλεισθέντα ἐπαναπέμπει τὰ ἐπιμήνια ἐς τοὺς μαζοὺς, καὶ βεβρίθασιν οἱ τιτθοί· καὶ ἡ γαστὴρ ἡ νειαίρα ἐπῆρται, καὶ δοκέουσιν αἱ ἄπειροι ἐν γαστρὶ

282
ἔχειν· πάσχουσι γὰρ τοιαῦτα οἷά περ αἱ κύουσαι μέχρι μηνῶν ἑπτὰ ἦ ὀκτώ· ἥ τε γὰρ κοιλίη ἐπιδιδοῖ κατὰ λόγον τοῦ χρόνου, καὶ τὰ στήθεα ἐπαίρεται, καὶ γάλα δοκέει ἐγγίνεσθαι· ὁκόταν δὲ οὗτος ὃ χρόνος ὑπερπέσῃ, οἵ τε τιτθοὶ ξυνισχναίνονται καὶ ἐλάσσονες γίνονται, καὶ ἡ κοιλίη τωὐτὸ πάσχει, καὶ τὸ γάλα ἀποδέδρηκεν ἄδηλον, καὶ ἡ κοιλίη ἐπ’ ἐκεῖνον τὸν χρόνον, ὃν χρὴ τίκτειν, ἐπειδὰν ἔλθῃ, ἀπόλωλε καὶ ξυμπίπτει. Τοιούτων δὲ γινομένων, αἱ ὑστέραι ἰσχυρῶς ἐς ὀλίγον χρόνον ξυνέρχονται, καὶ τὸ στόμα αὐτέων ἐξευρεῖν οὐχ οἷόν τε, οὕτω πάντα ξυνειρύονταί τε καὶ ξυναυαίνονται, καὶ ἐν τοῖσι τιτθοῖσι φυμάτια ἐγγίνεται σκληρὰ, τὰ μὲν μέζω, τὰ δὲ ἐλάσσω· καὶ οὐκ ἐκπυοῦνται, σκληρότερα δὲ αἰεί εἶτα ἐξ αὐτέων φύονται καρκῖνοι κρυπτοί. Μελλόντων δὲ καρκίνων ἔσεσθαι, πρότερον τὰ στόματα ἐκπικραίνονται, καὶ ὅ τι ἀν φάγωσι πάντα δοκεῦσι πικρὰ εἶναι, καὶ ἤν τις πλείονα δῷ, ἀναίνονται λαβεῖν, καὶ σχέτλια δρῶσι· παράφοροι δὲ τῇ γνώμῃ, καὶ οἱ ὀφθαλμοὶ σκληροὶ, καὶ βλέπουσιν οὐκ ὀξέα, καὶ ἐκ τῶν τιτθῶν ἐς τὰς σφαγὰς ὀδύναι διαΐσσουσι καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δίψα ἴσχει, καὶ αἱ θηλαὶ καρφαλέαι, καὶ αὗται πᾶν τὸ σῶμα λελεπτυσμέναι εἰσὶ, καὶ αἱ ῥῖνες ξηραί τε καὶ ἐμπεπλασμέναι εἰσὶν, οὐκ ἀειρόμεναι· πνεῦμα μινυθῶδες, καὶ οὐκ ὀδμῶνται οὐδὲν, καὶ ἐν τοῖσιν οὔασι πόνος μὲν οὐκ ἐγγίνεται, πῶρος δὲ ἐνίοτε. Ὁκόταν οὖν ἐς τόσον προΐωσι τοῦ χρόνου, οὐ δύνανται ὑγιέες γίνεσθαι, ἀλλ’ ἀπόλλυνται ἐκ τουτέων
284
τῶν νουσημάτων· ἢν δὲ πρότερον ἢ ἐς τόσον ἀφικέσθαι θεραπευθῇ, καὶ λυθῇ τὰ ἐπιμήνια, ὑγιὴς γίνεται. Θεραπεύειν δὲ τὰς τοιάσδε ὧδε χρή· πρῶτον μὲν ἁπάντων, ἢν ἔτι ἰσχυρὴν ἐοῦσαν λαμβάνῃς, ἀποσκεψάμενος ἐς τὸ ἄλλο σῶμα φαρμακεύειν, ὁκοίης ἄν τινος δοκέῃ δεῖσθαι καθάρσιος· ὁκόταν δὲ καταστήσῃς τὸ σῶμα, οὕτως ἰέναι ἐς τὴν τῶν ὑστερέων θεραπείην. Ἢν δὲ μηδὲν δοκέῃ τὸ πᾶν σῶμα κινητέον εἶναι, μηδὲ αἱ προφάσιες ἐντεῦθεν ὡρμῆσθαι, ἀλλ’ αἱ ὑστέραι ἐφ’ ἑωυτέων τὸ νούσημα ἔχωσι, τῆς θεραπείης ἐνάρχεσθαι ὧδε· πυριῇν πρῶτον τὰς ὑστέρας ὧδε· χύτρινον λαβόντα ὅσον δύο ἑκτέας χωρέοντα, κάνειον ἐπιθεῖναι καὶ ξυναρτῆσαι, ὅκως παραπνεύσεται μηδέν· ἔπειτα δ’ ἐκκόψαι τοῦ κανείου τὸν πυθμένα, καὶ ποιῆσαι ὀπήν· ἐς δὲ τὴν ὀπὴν ἐνθεῖναι κάλαμον, μῆκος ὅσον πηχυαῖον· ἐνηρμόσθαι δὲ χρὴ τὸν κάλαμον τῷ κανείῳ καλῶς, ὅκως μὴ παραπνεύσεται μηδαμῶς· ὁκόταν δὲ ταῦτα σκευάσῃς, ἐπίθες τὸ κάνειον ἐπὶ τὸν χύτρινον, περιπλάσας πηλῷ· ὅταν δὲ ταῦτα ποιήσῃς, βόθρον ὄρυξον, ὅσον δύο ποδῶν βάθος, μῆκος δὲ ὅσον χωρέειν τὸν χύτρινον· ἔπειτα χρὴ ἐγκαίειν ξύλοις, ἕως τὸν βόθρον διάπυρον ποιήσῃς· ὅταν δὲ διάπυρος γένηται, ἐξελεῖν χρὴ τὰ ξύλα καὶ τῶν ἀνθράκων οἵ δὴ ἁδρότατοι ἔσονται καὶ διάπυροι, τὴν δὲ σποδιὴν καὶ τὴν μαρίλην ἐν
286
τῷ βόθρῳ καταλιπεῖν· ὁκόταν δὲ ὁ χύτρινος ζέσῃ καὶ ἡ ἀτμὶς ἐπανῇ, ἢν μὲν ᾖ λίην θερμὴ ἡ πνοιὴ, ἐπισχεῖν, εἰ δὲ μὴ, καθίζεσθαι ἐπὶ τὸ ἄκρον τοῦ καλάμου, καὶ ἐνθέσθαι ἐς τὸν στόμαχον, ἔπειτα πυριῆσαι· ἢν δὲ ψύχηται, ἄνθρακας διαπύρους παραβάλλειν, φυλασσόμενος, ἵνα μὴ ὀξέην ποιήσῃς τὴν πυρίην· ἢν δὲ παραβαλλομένων τῶν ἀνθράκων ὀξείη γένηται ἡ πυρίη μᾶλλον τοῦ δέοντος, ἀφαιρέειν τῶν ἀνθράκων· τὴν δὲ πυρίην χρὴ κατασκευάζειν ἐν εὐδίῃ τε καὶ νηνεμίῃ, ὡς μὴ ψύχειν, ἀμφικεκαλύφθαι δὲ χρὴ ἀμφιέσμασιν, ἐς δὲ τὸν χύτρινον χρὴ βάλλειν σκόροδα τῶν αὔων, καὶ ὕδωρ ἐπιχέαι, ὥστε δύο δακτύλους ὑπερίσχειν, καὶ καταβρέξαι ὡς ἄριστα, ἐπιχέαι δὲ καὶ φώκης ἔλαιον· καὶ οὕτω θερμαίνειν, πυριῇν δὲ χρὴ πουλὺν χρόνον. Μετὰ δὲ τὴν πυρίην, ἢν ᾖ δυνατὴ, λουσάσθω τὸ μὲν ὅλον σῶμα πρὸς ἡδονὴν, τὴν δὲ ὀσφὺν καὶ τὰ κάτω τοῦ ὀμφαλοῦ πλέονι· δειπνεῖν δὲ δοῦναι μᾶζαν ἢ ἄρτον καὶ σκόροδα ἑφθὰ, τῇ δὲ ὑστεραίῃ, ἢν μὲν διαλελυμένη ᾖ πρὸς τὴν πυρίην, διαλιπεῖν τὴν ἡμέρην ταύτην· ἢν δὲ μὴ, πυριῇν ὀπίσω· πυριωμένη δὲ, ἢν δύνηται σκέψασθαι, κελεύειν ψαῦσαι τοῦ στόματος. Ἡ πυρίη αὕτη φύσης ἐμπίπλησι, τὰς ὑστέρας καὶ ἐς ὀρθὸν μᾶλλον ἄγει καὶ ἀναστομοῖ. Ὡς οὖν τοιαύτης ἐούσης τῆς πυρίης καὶ ταῦτα ποιέειν δυναμένης, οὕτω πυριῇν δεῖ. Ὅταν δὲ πυριήσῃς, ἐπεμβάλλειν χρὴ τῶν σκορόδων, καὶ τῆς φώκης τοῦ ἐλαίου ἐπιχέειν· δρῇν δὲ ταῦτα, ἄχρις ἂν δοκέωσιν αἱ ὑστέραι πεφυσῆσθαι, καὶ τὸ στόμα ἄνω εἱλκύσθαι ἰσχυρῶς· πρὸς γὰρ τὴν πυρίην ταύτην τοιάδε ἔσται· διαιτῇν δὲ μετὰ τὰς πυρίας,
288
ὡς ὅτε τὸ πρότερον ἐπυριῆτο. Ὁκόταν δὲ ἀνακινηθέωσιν αἱ ὑστέραι καὶ εὔλυτοι γένωνται, πυριῇν μαράθρου ῥίζῃσιν, ἕτερον χύτρινον κατασκευάσας τὸν αὐτὸν τρόπον, τὰς δὲ ῥίζας τῶν μαράθρων ἀμφιπλύναντα φλᾶσαι, καὶ ἐς τὸν χύτρινον ἐμβαλεῖν, καὶ ἐπιχέας ὕδωρ τὸν αὐτὸν τρόπον πυριῇν. Μετὰ δὲ ταῦτα λούειν, καὶ ἐς ἑσπέρην δειπνεῖν μᾶζαν· ἢν δὲ ἄρτον βούληται καὶ βολβίδια καὶ σηπίδια τῶν σμικρῶν, ἐν οἴνῳ ἑψεῖν καὶ ἐλαίῳ, καὶ παρέχειν ἐσθίειν. Ἐν δὲ τῇ πυρίῃ πειρῆσθαι τοῦ στόματος ψαύειν· αὕτη ἡ πυρίη ἄγει τὰς ὑστέρας ἄγχιστα· ταῦτα δὲ χρὴ ποιέειν ἐφ’ ἡμέρας πέντε ἢ ἔξ, σκεπτόμενον ἐς τὴν ἄνθρωπον· κἢν μὲν διαλύηται καὶ ἀσθενὴς γίνηται, διαλαμβάνειν ἐς ὅσον δεῖ χρόνον· ἢν δὲ μὴ διαλύηται, πυριῇν ἀνὰ πᾶσαν ἡμέρην. Μετὰ δὲ τὰς πυρίας πειρῆσθαι προστιθέναι τῶν προσθέτων τῆς σιάλου δαιδὸς τῆς πιοτάτης, χρίσμα δὲ λίπα ἔστω, ποιέειν δὲ μῆκος μὲν δακτύλων ἓξ, πλῆθος δὲ πέντε ἢ ἓξ, εἶδος δὲ ἔξουρά· εἶναι δὲ θάτερον θατέρου σμικρῷ παχύτερον· τὸ δὲ παχύτερον εἶναι ὁκόσον δάκτυλος ὁ λιχανὸς, καὶ τὸ εἶδος ὅμοιον τῷ δακτύλῳ ἐξ ἄκρου λεπτότατον, ἀγόμενον δὲ παχύτερον· ποιέειν δὲ ὡς λειότατόν τε καὶ στρογγυλώτατον, φυλασσόμενον ὅκως σχινδαλμὸς μηδεὶς ἔσται· προστιθέναι δὲ πρῶτον τὸ λεπτότατον· ὅταν δὲ προσθῆται, ἀναπαυέσθω ὅκως μὴ ἐκπέσῃ φυλάσσουσα· προστιθέσθω δὲ πρῶτον τὸ ἄκρον, εἶτα αἰεὶ μᾶλλον, ὁμοῦ τε ἐπιστρέφειν καὶ ἀπωθέειν κυκλόσε τὸ δαίδιον· καὶ ὁκόταν σμικρὸν προσδέξηται, ἐπισχεῖν ἐπὶ τῷ σμικρῷ τουτέῳ, φυλάσσουσα ὡς μὴ ἐκπέσῃ· εἶτα
290
αὖθις ἀπωθέειν τὸν αὐτὸν τρόπον, ἄχρις οὗ τεσσάρων δακτύλων ἔσω τοῦ στόματος τῶν ὑστερέων γένηται· ὅταν δὲ τοῦτο προσδέξηται, τὸ μετὰ τοῦτο προστιθέναι, ὁμοῦ τὸ προσκείμενον ἀφαιρέουσα, ὅκως, πρὶν ξυμπεσεῖν τὸ στόμα, προσκείσεται θάτερον δαίδιον ἔτι ὀρθοῦ ἐόντος καὶ ἀνεῳγμένου· οὕτω δὲ τοῦτο ἔσται, ἢν τὸ μὲν ἐξαιρέηται, τὸ δὲ προστίθηται. Χρὴ δὲ καὶ μόλυβδον ἴκελον ἐξελάσαντα ποιῆσαι τὸ εἶδος τῷ δαιδίῳ τῷ παχυτάτῳ, κοῖλον δὲ ὅκως ξυνέξει· τοῦ δὲ μολύβδου εἶναι τὸ εὖρος ἐληλασμένον οἷον ἐπὶ τὰ ἕλκεα ἐξελαύνεται· ὅκως δὲ τὸ στόμα τοῦ μοτοῦ λεῖον ἔσται καὶ μὴ τρώσει, ποιέειν ταῦτα ὡς καὶ τῶν δαιδίων· ὁκόταν δὲ ποιηθῇ ὁ μοτὸς ὁ μολύβδινος, στέατος αὐτὸν ἐμπλῆσαι ὄϊος τετριμμένου· ὁκόταν δὲ παρεσκευασμένος ᾖ, τὸ μὲν δαίδιον ὑφελεῖν, τὸ δὲ μολύβδιον ἐνθεῖναι. Ἢν δὲ τὸ μολύβδιον καῦμα παρέχῃ προστεθὲν, τὸ μὲν μολύβδιον ἀφαιρέειν, τὴν δὲ δαῖδα ὀπίσω προστιθέναι, καὶ τὸ μολύβδιον ἀποβάψαι ἐς ὕδωρ ψυχρόν· ἔπειτα ὀπίσω προσθεῖναι, τὴν δὲ δαῖδα ἀφελεῖν· προσκεῖσθαι δὲ χρὴ αἰεί τι· τὴν ἡμέρην ἄμεινον τὴν δαῖδα ἔχειν, νύκτωρ δὲ τὸ μολύβδιον. Ἢν δ’ ἀναστῆναι θέλῃ, φυλασσομένη τοῦτο δράτω, ὅκως ὁ μοτὸς ἀτρεμέῃ· ἢν δὲ μὴ, αὐτίκα κατόπιν προστιθέναι. Ἢν δὲ τῶν δαιδίων, ἃ δὴ προσέκειτο, μηδὲν προσδέχηται, λεπτότερον ποιέειν, μέχρις εὐπιθὲς ᾖ. Ἢν δὲ τὸ στόμα μὴ δύνηται ἀνοίγεσθαι, μηδὲ αἱ ὑστέραι ἀγχοῦ προσίωσιν,
292
αὖθις ἐπαναχωρέειν ἐπὶ τὴν ἀρχαίην πυρίην· ἀπὸ δὲ τῆς πρώτης ἐπὶ τὴν δευτέρην, μέχρις ὅτου μαλαχθέωσι καὶ πελαστάτω προσίωσι· κἀπειδὰν ἀναστομωθέωσι, προστιθέναι προσθετὰ ποιήσαντα δύο, εἶναι δὲ τὸ μέγεθος ὅσον ἐλαίη, τούτων δὲ τὸ ἕτερον προσκεῖσθαι. μέχρις ὅτου ἐκτακῇ, κἄπειτα θάτερον προστιθέναι· ὁκόταν δὲ προστίθεσθαι μέλλῃς, βάψαι τὸ προσθετὸν τὸ ἐκ τῆς ῥητίνης. ἀφίστησι γὰρ ἀπὸ τοῦ στόματος τῶν ὑστερέων, ἐς ἔλαιον ῥόδινον ἢ ἴρινον. Πρὶν δὲ τὸ μολύβδινον προσκέεσθαι χρὴ, ὅκως ἐν ὀρθῷ τῷ στόματι ἐρηρείσεται ἐς τὸ ἔσω τοῦ σώματος· ἔπειτα μαλθακτήρια προστιθέναι, λούεσθαι δὲ θερμῷ καὶ πρὸ τῶν προσθετῶν καὶ ὕστερον, καὶ δεῖπνον διδόναι τῶν θαλασσίων. Ὅταν δὲ ἡμέραι γένωνται δύο ἢ τρεῖς ἀπὸ προσθέσιος, σκεψάμενος, ἢν μὲν τὸ στόμα καλῶς ἔχῃ τῶν ὑστερέων καὶ καθαρὸν ᾖ, παύεσθαι τουτέου τοῦ προσθετοῦ, μετὰ δὲ τοῦτο μαλθακτήρια· ὅταν δὲ ἀποφλεγμήνῃ, αἰεὶ προσκείσθω τὸ δαίδιον ἢ τὸ μολύβδιον· ἢν δὲ μήπω καθαρὸν ᾖ τὸ στόμα τῶν ὑστερέων, αὖθις προστιθέναι τὸν αὐτὸν τρόπον τὰ φάρμακα, καὶ τἄλλα ποιέειν, ὡς εἴρηται, καὶ τὸ στόμα ἀναφυσῇν δεῖ καὶ τὰς ὑστέρας ὧδε, προσθετὸν ποιήσαντα τὸ ξὺν τῷ σύκῳ προσθεῖναι· ποιέειν δὲ δύο καὶ ταῦτα· πρὸ δὲ τοῦ προσθεῖναι πυριῆσαι τῇ πυρίῃ τῇ ἐκ τοῦ μαράθρου τῇ πρόσθεν εἰρημένῃ· μετὰ δὲ τὴν πυρίην τῇ ὑστεραίῃ προστιθέναι τὸ φάρμακον λούσαντα· λούειν δὲ καὶ ἐς ἑσπέρην·
294
βάπτειν δὲ καὶ τοῦτο ἐς ἔλαιον, ὅταν προστίθηται· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὕστερον ἡμέρῃ μαλθακτήρια ἀρήγει ἄχρις ἂν φλεγμήνωσι· μετὰ δὲ τὴν φλεγμασίην ποιέειν τὴν δαΐδα κατὰ τὸν ἔμπροσθεν λόγον. Ποιέειν δὲ καὶ περὶ τοῦ προσθέτου τούτου τοιαῦτα, οἷά περ καὶ περὶ τοῦ προτέρου· κἢν μὲν ἅπαξ προστεθὲν ἀρκεόντως δοκέῃ ἀναφυσῆσαι τὰς ὑστέρας, πεπαῦσθαι· ἢν δέ τι χρήζῃ, αὗθις προστιθέναι τὸν αὐτὸν τρόπον ὅνπερ τὸ πρότερον. Μετὰ δὲ ταῦτα, ὅταν δοκέῃ σοι καιρὸς εἶναι, τὴν πυρίην κατασκευάζειν τὴν ἐκ τῶν θυμιημάτων· σκευάζεται δὲ τόνδε τὸν τρόπον· κύπειρον κόψαντα κατασῆσαι ὅσον σκαφίδα, καὶ κάλαμον μυρεψικὸν ἕτερον τοσοῦτον, καὶ σχοίνου τῆς μυρεψικῆς ἴσον, καρδαμώμου τε ἴσον, καὶ κυμίνου αἰθιοπικοῦ, καὶ ἀννήσου, καὶ πηγάνου ξηροῦ, καὶ ὑπερικοῦ, καὶ μαράθου σπέρμα· ὅταν δὲ ταῦτα παρασκευάσῃς, ἐγχέας ἐς τὸν χύτρινον οἴνου αὐστηροῦ κοτύλας ἓξ ὡς εὐωδεστάτου λευκοῦ, ἐπιπάσαι τῶν κεκομμένων ὅσον τεταρτημόριον, καὶ ἀναταράξαι· εἶτα ἐπιχέαι ὅσον τριώβολον ὁλκὴν μύρον αἰγύπτιον ὡς βέλτιστον, ἢ ἀμαράκινον, ἢ ἴρινον ἄκρον· ὅταν δὲ ἐπιχέῃς, ἀναταράξαι· πυριῇν δὲ μαλθακῇ πυρίῃ πλεῖστον χρόνον· λούειν δὲ πρὸ τῆς πυρίης, καὶ πυριῇν ἡμέρας δύο ἢ τρεῖς· ὅταν δὲ παύσηται πυριωμένη, ἐπίθεμά τι χρὴ ἐπικέεσθαι ἐπὶ τῇ πυρίῃ, ὅκως μὴ ἀποπνέῃ· μετὰ δὲ τοῖσι δαιδίοισι καὶ τοῖσι μολύβδοισι χρέο· ὅταν δὲ πυριήσῃς ἡμέρας δύο ἢ τρεῖς, ἑτέρας διαλιπεῖν δύο ἢ τρεῖς· τὰς δὲ μεταξὺ ἡμέρας λούειν δὶς τῆς ἡμέρης.
296
Ἐσθίειν δὲ πράσα ἑφθὰ καὶ ὠμὰ καὶ ῥαφανῖδας καὶ κάρδαμα καὶ σκόροδα ὀπτὰ καὶ ἑφθὰ, καὶ τὸ πόμα ἀκρητέστερον, καἰ τοῖσι θαλασσίοισι τοῖσι προειρημένοισι χρέεσθαι. Ὅταν δὲ αἱ ἡμέραι διαλιπόμεναι παρέλθωσι, πυριῇν χρὴ ἐπιπάσαντα ὀλίγιστα ἑκάστου τῶν κεκομμένων ἐς τὴν ὑπάρχουσαν πυρίην, καὶ οἶνον ἐπιχέαι· ἢν δοκέῃ δεῖσθαι, καὶ ἔλαιον, καὶ τούτῳ πυριῆσθαι. Ὁπόταν δέ σοι δοκέῃ καλῶς ἔχειν τῶν πυριῶν, καὶ τὸ στόμα μαλθακὸν εἶναι καὶ ἀνεστομωμένον ὡς χρὴ, καὶ αὗται αἱ ὑστέραι ἐγγὺς, μετὰ τὴν πυρίην τὴν ὑστέρην ἡμέρην προστιθέναι τὸ φάρμακον τὸ ξὺν τῇ σμύρνῃ· προσθετὰ δὲ εἶναι δύο· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὑστεραίῃ ἡμέρῃ τὰ μαλθακτήρια προστιθέναι, μέχρις ὅτου ἀποφλεγμήνωσιν αἱ ὑστέραι· μετὰ δὲ τοῦτο τοῖσι δαιδίοισι καὶ μολυβδίοισι χρῆσθαι· τὴν δὲ δύναμιν τεκμαιρόμενον τοῦ σώματος, αὖθις ἀναπυριῇν ὡς γέγραπται· ἢν μὲν δοκέῃ [ἡ] ἔτι ὑπάρχουσα πυρίη ἱκανὴ εἶναι, ἐς ταύτην ἐμβαλὼν τῶν θυμιαμάτων ὥσπερ τὸ πρότερον, καὶ οἶνον ἐπιχέων καὶ ἔλαιον· ἢν δοκέῃ δὲ ἄχρηστος εἶναι αὕτη ἡ πυρίη, ἑτέρην ἐξ ἀρχῆς κατασκευάζειν. Ὅταν δὲ προπυριάσῃς αὖθις τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον προεπυρίασας, προστιθέναι τὸ φάρμακον τὸ σὺν τῷ στέατι· ποιεῖν δὲ δύο τὰ προσθετὰ, καὶ προστιθέναι τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον· μετὰ δὲ τὰς προσθέσιας τῇ ὕστερον ἡμέρῃ κατὰ τὸν ἔμπροσθεν λόγον τὰ μαλθακτήρια προστιθέναι· τούτῳ δὲ τῷ φαρμάκῳ χρῆσθαι δι’ ἡμέρας τετάρτης προπυριῶντα· αἰεὶ δὲ
298
νεοχμὸν ποιέειν τὸ φάρμακον ἐφ’ ἑκάστῃ προσθέσει, μέχρις ὅτου ὕφαιμα καθαίρηται· ὅταν δὲ τοιαῦτα καθαρθῇ, πεπαύσθω. Διαιτῇν δὲ τῷδε τῷ τρόπῳ· ἀνερωτᾷν ἐν ὁκοίᾑσιν ἡμέρῃσιν αὐτέῃ ἐγίνετο τὰ καταμήνια· ἀπὸ τουτέων ἀρξάμενος διαιτῇν τῇδε τῇ διαίτῃ· πρῶτον μὲν λουέσθω πολλῷ θερμῷ, πλὴν τῆς κεφαλῆς· ὅταν δὲ παύσηται, δοῦναι τυρὸν δριμὺν καὶ πήγανον οἴνῳ διέντα μέλανι, ἴσον ἴσῳ κεκρημένον· ἔπειτα αὐτὸν ἄλφιτα ἐπιπάσαντα δοῦναι πιεῖν ἐκ τοῦ λουτροῦ εὐθέως· εἶτα ἄριστον δοῦναι ἐν καιρῷ, ἐσθίειν δὲ μάζην ἢ ἄρτον καὶ πρἄσα ἑφθὰ ἢ ὠμὰ, καὶ τῶν ὁμοιοτρόπων δριμέων πάντων τῶν προγεγραμμένων, καὶ ἔτνος ἄλλοτε καὶ ἄλλοτε, τὸν δὲ ἀφρὸν μὴ ἀφαιρέειν, καὶ σίλφιον πουλὺ ἐγκλῶντα, καὶ σκόροδα ἐγκαθεψῶντα πολλὰ, ὄψοισι δὲ χρῆσθαι τῶν ἰχθύων τοῖσι σελάχεσι πᾶσιν ἑφθοῖσιν ὀξυγλύκεσι, βολβιδίοισι, σηπιδίοισιν ἐν οἴνῳ καὶ ἐλαίῳ, φύλλον ὑποτετριμμένον πίνειν ὡς πλεῖστα, καὶ ἐσθίειν ὡς πλεῖστα καὶ ἐπ’ ἀρίστῳ καὶ ἐπὶ δείπνῳ· λούεσθαι δὲ μετὰ τὸ δεῖπνον, ὅταν μέλλῃ ἀναπαύεσθαι. Ταύτῃ τῇ διαίτῃ μέχρι ἡμερῶν πέντε ἢ ἓξ χρεέσθω· μετὰ δὲ ταύτας τὰς ἡμέρας πρωῒ μὲν διδόναι νήστει ἀκτῆς καρπὸν ὅσον πυρῆνας ἓξ ἐν οἴνῳ ἀκρήτῳ καὶ σηπίης ὠὰ ὅσον δέκα ἢ δυοκαίδεκα· ταῦτα τρίψαντα ὁμοῦ λεῖα πρωῒ διδόναι νήστει πίνειν, καὶ μετὰ τὴν πόσιν ἐπισχοῦσαν λούεσθαι, καὶ πιεῖν τὸ πήγανον καὶ τὸν τυρὸν, καὶ οὕτως ἀριστᾷν τι τῶν προγεγραμμένων· δειπνεῖν δὲ ὀψιαίτερον, λούεσθαι δὲ χρὴ δὶς τῆς ἡμέρης· αὕτη ἡ δίαιτα ἴτω μέχρις ἡμερέων τρισκαίδεκα ἢ τεσσαρεσκαίδεκα. Ὅταν δὲ αὗται αἱ ἡμέραι παρέλθωσι, κατάποτα ποιέειν ἐκ τοῦ ὀποῦ τοῦ
300
σιλφίου, ὅσον κύαμον, καὶ διδόναι τοῦτο πρῶτον· μετὰ δὲ τοῦτο τἄλλα τὰ προγεγραμμένα ποιέειν. Ὅταν δὲ ἡμέραι γένωνται πέντε καὶ εἴκοσιν ἐν ταύτῃ τῇ διαίτῃ, τὰ μὲν ἄλλα ποιέειν κατὰ ταὐτὰ, πρὸ δὲ τοῦ ἀρίστου, ὅταν μέλλῃ ἀριστᾷν, προτρῖψαι σκορόδου ἄγλιθας ὅσον τέσσαρας, καὶ τυρὸν δριμὺν ὅσον ἀστράγαλον, καὶ ἄλφιτα παραμῖξαι ὀλίγα, καὶ ποιῆσαι μαγίδα, καὶ ταύτην πρῶτον καταφαγεῖν, πρὸ δὲ τοῦ δείπνου ἄκρητον ἐπιῤῥοφέειν, καὶ οὕτω σιτεῖσθαι· τὰ δ’ ἄλλα τὴν αὐτὴν διαίτην διαιτῇν. Ὅταν δὲ ἐννέα ἡμέραι ἢ δέκα γένωνται διάλοιποι ἐς τὸν χρόνον, διδόναι καὶ μετὰ τῶν ὠῶν καὶ τῆς ἀκτῆς κύμινον αἰθιοπικὸν, καὶ τοῦ κάστορος ὅσον ὀβολόν. Ὅταν δὲ ἡμέραι λοιπαὶ δύο ἔωσι, τουτέων μὲν ἀπαλλαγῆναι πάντων τῶν πομάτων καὶ τῶν καταποτίων, τὸ δὲ ξὺν τῇ δαιδὶ φάρμακον διδόναι λουσαμένῃ νήστει· μετὰ δὲ τὴν πόσιν τοῦ φαρμάκου διδόναι λινόζωστιν καὶ κράμβην ὁμοῦ ἑψῶντα ἐν ὕδατι, ἡδύναντα ἐν ὀξυγλύκει καὶ ἁλσὶ καὶ σιλφίῳ καὶ ἐλαίῳ ἐπὶ τῷ ἀρίστῳ· ταῦτα δίδου καὶ αὐτὰ τρώγειν καὶ αὐτὸν τὸν χυλὸν ῥοφέειν, καὶ τὸ πόμα ἀκρητέστερον πίνειν· ὄψοισι δὲ χρῆσθαι πουλυποδίῳ ἑφθῷ, ἢ σηπιδίοισι. Ταῦτα μὲν ἐπὶ τῷ ἀρίστῳ, ἐπὶ δὲ τῷ δείπνῳ κρέας αἰγὸς, ἢ ὄϊος, ἢ ἀρνὸς δίεφθα, καὶ πράσα, καὶ τῶν ἄλλων δριμέων ὅ τι ἂν βούληται· λουσάσθω δὲ ἀπὸ τοῦ δείπνου. Αὕτη ἡ δίαιτα τὰς δύο ἡμέρας τὰς ὑστάτας. Ἢν δὲ πρὸς τὴν δίαιταν ταύτην μὴ κατασπασθῇ τὰ ἐπιμήνια, τὸν ἐπιόντα μῆνα τὴν αὐτὴν δίαιταν ἐξ ἀρχῆς
302
διαιτῇν ἄχρι τῶν ὑστάτων δύο ἡμερέων· ταύτας δὲ τὰς δύο τῇ πρότερον ἡμέρῃ τῆς ὑστάτης προσθετὰ ποιήσας, προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, φαρμάκου τοῦ ἐν τῷ ὕδατι ποιευμένου· προστιθέσθω δὲ προλούσας. Σκέψασθαι δὲ χρὴ καὶ τῶν ὑστερέων ὅκως ἔχουσι, καὶ αἰεὶ παρὰ πάντα τὸν χρόνον ὅκως καλῶς ἕξουσι, καὶ τὸ στόμα ὀρθόν τε καὶ ἀνεστομωμένον εἴη. Καὶ ἢν δοκέωσι πρὸ τῆς προσθέσιος προπυριατέαι εἶναι· ἢν δὲ καταῤῥαγῇ τὰ ἐπιμήνια, ἢν μὲν συχνὰ, ἐλάσσοσι τοῖσι λουτροῖσι κεχρῆσθαι· ἢν δὲ ἐλάσσω, πλέοσιν· ἢν δὲ προσημήναντα μὴ ἴῃ, αὖθις τῇ διαίτῃ τῇ αὐτέῃ ἐκθεραπεύειν, ἄχρις ὅτου ἂν φανῇ τὰ ἐπιμήνια· ὅταν δὲ ἅπαξ ἔλθῃ, τῇσι τοιαύτῃσιν ἄριστον ἐν γαστρὶ λαμβάνειν. Αὕτη πασέων τῶν ὁμοιοτρόπων νούσων ἡ θεραπείη.

134. Ἢν αἱ μῆτραι ψαύσωσι τοῦ ἰσχίου καὶ προσκέωνται, στεῤῥὸν γίνεται ἐπὶ τὸν κενεῶνα, καὶ ὀδύναι νειαίρης γαστρὸς, καὶ ἐς αὐτὸν τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας καὶ ἐς τὰ σκέλεα ἡ ὀδύνη ἐμπίπτει, καὶ τιταίνεται, καὶ ἐκπυΐσκονται, καὶ ἔμμοτοι γίνονται, αἵδε ῥεόμεναι ὄλλυνται, ἢν μὴ τάμῃς ἢ καύσῃς. Ὅταν οὕτως ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ πυριῇν τὰς ὑστέρας, καὶ ἐγχέαι οὖρον παλαιὸν ἀναζέον ἐς τὸ κοῖλον τῆς πυέλου, καὶ ἀμφικαθίζεσθαι περικαλύψας εἵματι τὴν γυναῖκα, ὡς μὴ παραπνέῃ· ἐπειδὰν δὲ ἀποψύχηται τὸ οὖρον, ἐμβάλλειν μύδρους διαπύρους ἐς τὸ οὖρον, καὶ πυριῇν μέχρις οὗ ἂν φῇ ἀμαυρὰ βλέπειν

304
καὶ λιποθυμέειν· λοῦσαι δὲ ἀπὸ τῆς πυρίης θερμῷ ὕδατι· κἄπειτα ἁψαμένην τῷ δακτύλῳ ἕλκειν τὸ στόμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ τὰς νύκτας προστίθεσθαι μαλθακτήρια· ἐπὴν δὲ φῇ κατ’ ἰθὺ εἶναι, προπυριήσας τοῖσιν εὐώδεσιν, αὖθις προστιθέναι τὰ μαλθακτήρια, ἀλλὰ καὶ τοὺς μολύβδους ἡμέρας τρεῖς, ἕνα καθ’ ἑκάστην ἡμέρην· μετὰ δὲ ταύτας τὴν ἐχέτρωσιν ἢ τὴν σκίλλην τρεῖς ἡμέρας. Μετὰ δὲ τοῦτο σκεψάμενος ἐν τοῖσιν ἐπιμηνίοισι μάνθανε, ἤν τε χολώδεα ᾖ, ἤν τε φλεγματώδεα, ἤν τε αἷμα διεφθορὸς ᾖ, καὶ ἢν δέῃ αὐτὴν αἷμα καθῆραι, προστιθέναι, ὅτου ἄν σοι δοκέῃ μάλιστα δεῖσθαι, καὶ μετακλύζειν τοιουτέοισι· προστιθέναι δὲ τὰ προσθετὰ, ἔστ’ ἄν αἷμα καθαρὸν ἀνάγηται, καὶ ταῦτα ἐνεργεῖν τρεῖς ἡμέρας. Ἐλάφου δὲ στέαρ προστιθέσθω τηκτὸν ἐμβάπτων μαλθακὸν εἴριον, ἔπειτα γλήχωνα τὴν ἡμέρην θυμιωμένη τοῖσιν ἀρώμασιν, καὶ οὕτω παρὰ τὸν ἄνδρα ἴτω. Ἢν δὲ ἐκ τόκου ἡ νοῦσος γένηται, κεκαθαρμένης πάντα ἐκ τῆς πυρίης τοῦ οὔρου, αὐτίκα ἰέναι ἐς τὰ εὐώδεα, κἄπειτα λουσαμένην ἄλειφα λευκὸν αἰγύπτιον προστιθέσθω πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ κατακείσθω ἐπὶ τοῦτο. Ἢν δὲ μὴ πρὸς ταῦτα μεταστέωσιν αἱ ὑστέραι, πινέτω νῆστις τῆς γλυκυσίδης κόκκους τοὺς μέλανας πέντε, ἐν οἴνῳ εὐώδει, καὶ ἐπὶ τῷ σίτῳ τρωγέτω σκόροδα ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθά· ὄψοισι δὲ χρήσθω ὡς ἐλαχίστοισιν· ἢν δὲ μὴ γένηται ὑγιὴς, ὡσαύτως καθαίρειν αὐτὴν ὡς ἐπὶ τῆς πρόσθεν. Ἐπὶ δὲ ταύτης τῆς νούσου, ἢν μὴ αὐτίκα σχῇ ἐν γαστρὶ, ἄτοκος γίνεται. Ἢν δὲ ὧδε ἐχούσῃ τὰ ἐπιμήνια μὴ γίνηται, καὶ πῦρ ἐπιλάβῃ, φαρμάκοισι πρῶτον καθαίρειν ἄνω μάλιστα, ἢν δὲ ἀσθενὴς ᾖ,
306
κάτω· καὶ μετὰ τὴν φαρμακοποσίην, ἤν σοι δοκέῃ φλεγματώδης εἶναι, ἐμεέτω νῆστίς τε καὶ ξὺν τῷ σιτίῳ, καὶ ὡς τὰ πολλὰ ὑγιὴς ἔσται.

135. Ἢν δὲ αἱ μῆτραι πρὸς τὸ ἰσχίον λυθῶσι, τὰ ἐπιμήνια παχέα ἐόντα οὐ γίνεται ὀδύνη δὲ ἐς τὴν νειαίρην γαστέρα ἀφικνέεται· ἀφικνεῖται δὲ καὶ ἐς τὸν κενεῶνα, καὶ δάκνεται. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ διδόναι σκόροδα τρώγειν ὡς πλεῖστα, καὶ γάλα πίνειν ἱκνεομένως, ἔπειτα οἶνον ἄκρητον, καὶ πυριῆσαι ὅλην, καὶ φάρμακον δοῦναι ἄνω· ἢν δὲ ἀσθενεστέρη ᾖ, κάτω. Ἢν δὲ ἰηθῇ, πυριῇν τὰς ὑστέρας μαράθρῳ, ξυμμίσγεται δὲ καὶ ἀψίνθιον· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ ἠρέμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, παρηγορικῶς μαλθάσσοντα τὸ στόμα τε καὶ τὰ ἀμφιπονεόμενα, καὶ προσθεῖναί τι μαλθακτήριον, μετὰ δὲ μολύβδους, καὶ αὐτίκα σκίλλαν, ἔπειτα ναρκίσσινον μίαν ἡμέρην διαλιπών. Ἐπὴν δέ σοι δοκέῃ καθαρή τις εἶναι, τὸ νέτωπον προσθέσθω ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ ἔλαιον ῥόδινον· τῶν ἐπιμηνίων. δὲ ἰόντων, ἄμεινον μὴ προστίθεσθαι· ἢν δὲ μὴ ἴῃ, κανθαρίδας τέσσαρας, ἀπτέρους καὶ ἄποδας καὶ ἄτερ κεφαλῆς, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας καὶ σηπίης ὠὰ, καὶ σελίνου σπέρμα ὀλίγον ἐν οἴνῳ διδόναι πίνειν· καὶ ἢν ὀδύνη ἐνῇ καὶ στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ ἐγκαθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαίρηται, αὖθις τὸ φάρμακον πινέτω· ἢν δὲ ἴῃ, ἀσιτήσασα, [κυκεῶνα] πινέτω, καὶ ξυνίτω τῷ ἀνδρί. Ἢν δὲ μὴ γίνηται, διδόναι

308
ὅ τι κατασπάσει, ὁρέων πρὸς τὴν δύναμιν τῆς γυναικὸς, καὶ τότε ἀσφαλὲς φοιτᾷν πρὸς τὸν ἄνδρα· ἢν γὰρ ἴσχῃ ἐν γαστρὶ, ὑγιὴς γίνεται. Ἐν δὲ τῇ καθάρσει, ἢν ἴῃ πολλὴ, λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς ἁπαλοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω.

136. Ἢν ἐς τὸ ἰσχίον αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα καταστηρίξωσι λεχοῖ, προστιθέναι ἐς θάτερον ἰσχίον αἰγύπτιον ἔλαιον λευκὸν ἢ ῥόδινον, ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον ἄμεινον κατακεῖσθαι· πίνειν δὲ γλυκυσίδης κόκκους τέσσαρας τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ἐν τοίσδεσιν ὅσον χηραμύδα, καὶ κάστορος ὡς κύαμον, καὶ σιτίοισι χρῷτο μαλθακοῖσι· λινόζωστις δ’ ἂν ἁρμόζοι πρὸ τοῦ σιτίου ἑφθὴ ὡς κράμβη· ῥοφεέτω δὲ καὶ τοῦ ὕδατος· καὶ τὰ δριμέα τρωγέτω, πλὴν ῥαφανῖδος, καὶ κρομμύου, καὶ καρδάμου· ἄριστον δὲ θριδακίνη.

137. Ὁκόσα δὲ ἀπὸ τῶν ὑστερέων ξυμβαίνει γίνεσθαι νοσήματα, τάδε λέγω· ὁκόταν αἱ ὑστέραι ἐκ χώρης κινηθέωσι, προσπίπτουσιν ἄλλοτε ἄλλῃ· ὅκου δ’ ἂν προσπέσωσιν, ὀδυνήματα καταστηρίζουσιν ἰσχυρά· καὶ ἢν ἅψηται τῆς κύστιος, ὀδύνην παρέχουσι, καὶ τὸ οὖρον οὐ δέχονται, οὐδὲ τὸν γόνον ἐπὶ σφέας ἕλκουσι, καὶ ἄμφω ἀλγέει· κἢν μὴ ταχέες λύσιες γίνωνται, διαπυΐσκονται αἱ ὑστέραι χρόνῳ ὕστερον κατὰ τὰ αὐτὰ χωρία, ᾗ ἂν προσαυανθῶσι· γίνεται δὲ κατὰ κενεῶνάς τε καὶ βουβῶνας καὶ ὑπὲρ τοῦ κτενός.

310
Χρὴ δὲ ἐν ἀρχῇσιν, ὅταν ἡ ὀδύνη ἔχῃ, ὧδε θεραπεύειν· χλιάσματα προστιθέναι, καὶ ἐν ὕδατι θερμῷ εἶναι, ἀγαθὸν γὰρ καὶ τοῦτο· ἢ σπόγγοισιν ἐν ὕδατι θερμῷ ἐκπιεζομένοισι πυριῇν· καὶ πίνειν τῶν ὑστερικῶν φαρμάκων· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, φαρμακεύειν κάτω, ἢν δέῃ, καὶ ἄνω, ὁκοτέρου ἂν ἁρμόσῃ μᾶλλον δεῖσθαι. Τοῦτο δὲ διαγνώσῃ τῷδε τῷ τρόπῳ· ἢν μὲν ἐς τοὺς βουβῶνας καὶ κτένα καὶ κύστιν ἐγχρίμψῃ, αὗται χρήζουσιν ἄνω φαρμακείης· ἢν δὲ ἐς τοὺς κενεῶνάς τε καὶ τὰ ὑποχόνδρια, αὗται δέονται κατωτερικοῦ φαρμάκου· μετὰ δὲ ταύτας τὰς καθάρσιας εὐθὺς καθαίρειν τὰς ὑστέρας. Τὰ δὲ νουσήματα πάντα τὰ τοιουτότροπα γεραιτέρῃσι μᾶλλον γίνεται ἢ νεωτέρῃσι, πρὸς τὰς ἀπολείψιας τῶν ἐπιμηνίων· γίνεται δὲ καὶ νέῃσιν ἐούσῃσιν, ὁκόταν χηρεύσωσι πουλὺν χρόνον. Ἢν δὲ ἐς τὴν ἕδρην τράπωνται, τὰ ὑποχωρήματα κωλύονται, καὶ ὀδύναι ἴσχουσι τήν τε ὀσφὺν καὶ τὴν νειαίρην γαστέρα καὶ τὸν ἀρχόν. Ὅταν ὧδε ἔχῃ, λούειν χρή μιν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφὺν, καὶ ὑποθυμιῇν τὸ κατόπιν κακώδεσι, καὶ προστιθέναι ἅσσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν προσδέχηται τῶν ξυμφερόντων μάλιστα. Ἢν δὲ κάτω ἐγκέωνται ἐς τοὺς βουβῶνάς τε καὶ οὐρητῆρα, ὀδύναι γίνονται ἰσχυραὶ, καὶ νάρκη ἐν τοῖσι σκέλεσι, καὶ ὁ οὐρητὴρ ἀποφράσσεται, καὶ τὸ οὖρον οὐ μεθίησι. Θεραπεύειν δὲ χρὴ ὧδε· πρὸς μὲν τὰς ῥῖνας προστιθέναι τὰ εὐώδεα καὶ μύρα, πρὸς δὲ τὰς ὑστέρας τὰ δύσοδμα θυμιῶντα.

138. Ἅπασα δὲ πρόφασις ἱκανὴ τὰς ὑστέρας παροτρῦναι, ἢν ἔχωσί τι φλαῦρον· καὶ γὰρ ἀπὸ ῥίγεος τῶν ποδῶν καὶ ὀσφύος, καὶ

312
ἀπὸ τοῦ ὀρχέεσθαι καὶ πτίσαι καὶ κεάσαι καὶ δραμεῖν πρὸς ἄναντες χωρίον καὶ πρὸς κάταντες, καὶ ἀπ’ ἄλλων. Ταῦτ’ οὖν χρὴ σκέπτεσθαι ἐς οὖλον τὸ σῶμα καθορέοντα, ὅταν τὰ παρεόντα συθῇ νουσήματα· τὰ γὰρ τοιάδε ἀνάγκη ἐστὶ τῷ πλέονι ἢ τῷ ἐλάσσονι νοσέειν· καθ’ ὃ δ’ ἂν ἐκλάμψῃ μάλιστα, ταύτῃ τὰ ἐξαπιναῖα δῆλα τῶν νουσημάτων· ὁκόταν οὖν τὰ ἐξαπιναῖα ταῦτα συθῇ, ἀνωτέρω χρὴ λαμβάνεσθαι ἐκ τοῦ παντὸς ἀνθρώπου. Ὁκόσαι δὲ ἀποψύξιες σκελέων ἢ ναρκώσιες ψύξει γίνονται ἐν τοῖσιν ὑστερικοῖσι, ταῦτα πάντα μεταρσιοῖ τὰς ὑστέρας. Ἐν τοῖσι τοιουτέοισι καταχεῖν χρὴ θερμὸν ὕδωρ κατὰ τῆς ὑστέρης καὶ τῶν πέριξ χωρίων, καὶ ἐκθερμαίνειν αὐτὰς καὶ τὰ σκέλεα, καὶ ὅταν προσπεπτωκυῖαι ἔωσιν.

139. Ἢν περιστραφῶσιν αἱ μῆτραι ἐκ τόκου κατὰ τὰ δεξιὰ, τά τε λοχεῖα οὐ γίνονται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ δεξιὸν σκέλος βαρύνεται, καὶ νάρκη ἔχει, καὶ τετρεμαίνει, καὶ οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ’ ὄψει λείας τε καὶ ὁμαλὰς ἰσχυρῶς. Ὅταν δὲ ὧδε ἔχῃ, φάρμακον πῖσαι ὑφ’ οὗ καθαίρεται καὶ ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον, καὶ πυριῇν ὅλον τὸ σῶμα καὶ τὰς ὑστέρας ὡς μάλιστα προσηνέως, καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ τῶν ποτημάτων ὅ τι μάλιστα ἂν προσδέξηται πειρώμενος, καὶ τῷ ἀνδρὶ ξυνευδέτω θαμινὰ, καὶ τὴν κράμβην ἐσθιέτω.

140. Ἢν αἱ ὑστέραι κατὰ τὰ ἀριστερὰ κλιθέωσιν ἢ τὸ ἰσχίον,

314
ὀδύνη ἴσχει ὀξείη τε καὶ σπερχνὴ τὰς τε ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὸ σκέλος, καὶ ἐπισκάζει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, τῇ δὲ ὑστεραίῃ ὑποθνμιῇν· τῶν κριθέων χοίνικας δύο, καὶ ἐλαίης φύλλα κατακνῆσαι σμικρὰ, καὶ κικίδα κατακόψαι καὶ κατασῆσαι, καὶ ὑοσκυάμου τρίτον χοίνικος· ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιήσας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ καινῆ, ὑποθυμία τέσσαρας ἡμέρας· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ τῷ θερμῷ λουέσθω.

141. Ἢν παραλοξαίνωνται αἱ μῆτραι καὶ δοχμοὶ ἔωσι καὶ τὸ στόμα σφέων, τἀπιμήνια ταύτῃ τὰ μὲν κρύπτονται, τὰ δὲ προφανέντα οἴχονται, καὶ οὐχ ὅμοια γίνονται, ἀλλὰ κακήθεα καὶ ἐλάσσονα ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τὸ ἰσχίον, καὶ ἐφέλκεται αὐτό. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πίνειν ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν. Ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον παραφάσασα, ἀπορθούτω, καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου ὅ τι ἂν μάλιστα προσδέχηται πειρεόμενος· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω καὶ ὠμὰ καὶ ἑφθά· καὶ τῷ ἀνδρὶ ξυνευδέτω· καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω· ἐπὶ θάτερον καὶ πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.

142. Ἢν δὲ ἄγχιστα ἔωσιν, ἐμέειν θαμινά· τὰς δὲ ὑστέρας πυριῆσαι τοῖσι δυσόδμοισι, μέχρι ἂν ἐς χώρην ἱδρυθέωσιν· διαίτῃσι δὲ χρήσθω μὴ λαπακτικῇσιν.

316

143. Ἢν αἱ μῆτραι προΐωσιν ἐξωτέρω τῆς φύσιος, πυρετὸς ἔχει τὸ αἰδοῖον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει θαμινὰ καὶ κατ’ ὀλίγον, καὶ δάκνεται σφοδρῶς τὸ αἰδοῖον· πάσχει δὲ, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυνευνάζηται. Ὅταν οὖν ὧδε ἔχῃ, μύρτα καὶ λωτοῦ ξύσματα ἑψῆσαι ἐν ὕδατι, καὶ θεῖναι τὸ ὕδωρ ἐς τὴν αἰθρίην· προσαιονῇν δὲ ὧδε ὡς ψυχρότατον τὸ αἰδοῖον· καὶ τρίβων λείως πρόσπλασσε· ἔπειτα πίνουσα ὕδωρ φακῶν ξὺν μέλιτι καὶ ὄξει ἐμεέτω, ἔστ’ ἂν αἱ ὑστέραι ἀνελκυσθέωσι· καὶ τὴν κλισίην ἀνεκὰς χρὴ ποιέειν τὰ ἀπὸ τῶν ποδῶν· καὶ τὸ αἰδοῖον ὑποθυμιῇν τὰ κακώδεα, τὰς δέ γε ῥῖνας τὰ εὐώδεα· σιτίοισι δὲ χρεέσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, μηδὲ τῷ ἀνδρὶ ξυνερχέσθω.

144. Ἢν παντάπασιν ἐκ τοῦ αἰδοίου ἑκπέσωσιν αἱ μῆτραι, ἐκκρίμναται οἷον ὄσχη, καὶ ὀδύνη λάζεται τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ ὁκόταν ἐπιγένηται χρόνος, οὐκ ἐθέλουσιν ἐς χώρην ἰέναι. Ἡ δὲ νοῦσος λαμβάνει, ὁκόταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε ψαίρειν τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυνίῃ ἐν τῇ λοχίῃ καθάρσει. Ὅταν ὧδε ἔχῃ ψύγματα χρὴ προστιθέναι παρηγορικὰ πρὸς τὸ αἰδοῖον· καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἴνῳ μέλανι ἑψήσας, τουτέῳ περιπλῦναι, καὶ ἔσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντῆξαι ἴσον ἑκατέρου, καὶ ἐγχέειν ἐς τὸ αἰδοῖον, καὶ κατακείσθω ὑπτίη, ἄνω τοὺς πόδας ἔχουσα ἐκτεταμένη. Κᾄπειτα

318
σπόγγους προσθεῖσα ἀναδῆσαι ἐκ τῶν ἰξύων. Ἕστ’ ἂν δ’ οὕτως ἔχῃ, σιτίων μὲν ἀπεχέσθω, ποτῷ δὲ ὡς ἐλαχίστῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἐνακούειν καὶ ἀπιέναι, ἅλις ἔστω· ἢν δὲ μὴ, ἄκρα περιξέσας τὰ λέγνα τῆς ὑστέρης καὶ ἀμφιπλύνας, χρῖσαι τῇ πισσηρῇ· ἔπειτα πρὸς κλίμακα δῆσαι τοὺς πόδας, τὴν δὲ κεφαλὴν κάτω ἔχειν, καὶ τῇ χειρὶ ἔσω ἀπωθέειν· ἔπειτα λύειν, καὶ ξυνδῆσαι αὐτῆς τὰ σκέλεα ἐναλλὰξ, καὶ ἐῇν νύκτα καὶ ἡμέρην οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν. Τῇ δὲ ὑστεραίῃ κατακλίνας ἐπὶ τὸ ἰσχίον, σίκύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐῇν ἕλκειν πουλὺν χρόνον, καὶ ἐπὴν ἀφέλῃς, μὴ ἀποσχάσῃς, ἀλλὰ κατακλίνας ἔα καὶ μὴ πρόσφερε μηδὲν ἀλλ’ ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ δίψα ἔχῃ, ὕδωρ ἐλάχιστον πινέτω· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω· ὁκόταν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι γένωνται· ἔπειτα κλυζέσθω χλιαρῇσι πυρίῃσιν· ἄμεινον δὲ θερμῷ, ὡς ἐξ ἡλίου, καὶ περιπατείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω· κοιλίην δὲ μὴ λύσῃς· σιτίοισι δὲ ὀλιγίστοισι χρεέσθω, μήτε δριμέσι μήτε ἁλμυροῖσι· καὶ θυμιήσθω τὸ αἰδοῖον τοῖσι κακώδεσι· κἀπειδὰν ἄρξηται περιπατεῖν, τὴν σφενδόνην φορείτω.

145. Ἢν δὲ ἔξω τοῦ αἰδοίου τὸ στόμα τῶν μητρέων ἐκπέσῃ,

320
οἷα τοῦ αὐχένος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου καὶ εὐρέος ἐόντος· γίνεται δὲ τοῦτο μᾶλλον τῇσιν ἀτόκοισι, μάλιστα δὲ γίνεται ἐκ ταλαιπωρίης, ἐπὴν ταλαιπωρήσῃ ἡ γυνὴ, καὶ αἱ μῆτραι θερμανθέωσι καὶ ἱδρώσωσιν, ἐκτρέπεται τὸ στόμα αὐτέων διὰ τοῦ αὐχένος, ἅτε ἐν ὑγροτέρῳ καὶ ὀλισθηροτέρῳ καὶ θερμοτέρῳ χωρίῳ γενόμενον ἢ ἐν τῷ πρὶν χρόνῳ· καὶ ἐπὴν τοῦτο γένηται, θύουσιν ἔξω πρὸς τὸ ψῦχος, καὶ σφέων τὸ στόμα ἔρχεται ἔξω ἐκτραπέν. Καὶ ἢν μὲν ἐν τάχει θεραπευθῇ, ὑγιὴς γίνεται· ἄφορος δὲ πάντως καταλιμπάνεται· ἢν δὲ μὴ ἐν τάχει, ἔξω ἀεὶ ἔσται οἱ σκληρὸν τὸ στόμα, καὶ ῥεύσεται αὐτόθεν ἰχὼρ ἄλλοτε καὶ ἄλλοτε γλίσχρος καὶ κάκοδμος, καὶ ἢν τἀπιμήνια χωρήσῃ, ἢν ἔτι ἐν τῇ ἡλικίῃ ᾖ ἐν εὐνῇ εἶναι· χρόνου δὲ γενομένου, ἡ τοιήδε νοῦσος ἀνίητος γίνεται, καὶ ξυγκαταγηράσκουσιν ἔξω τὰς μήτρας ἔχουσαι. Ἢν δὲ αἱ μῆτραι ἐξίσχωσι, περινίψας αὐτὰς ὕδατι χλιηρῷ, καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι καὶ ἀναδῆσαι, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ πλείονα χρόνον αἱ ὑστέραι ἐξίσχωσι καὶ περιψύχωνται ναρκωδέως, καταχέειν ὕδωρ θερμὸν πουλὺ, ὅκως διαπυριηθέωσιν. Ἢν δὲ ἤδη φυσέωνται, καὶ ὄξεος μίσγοντα, ξυμπυριῇν ἢ δάφνης ἢ μυρσίνης ὕδωρ, καὶ ἠρέμα προωθέειν, καὶ κηρωτῇ ἢ μύρῳ χρίειν, ἢν ἐσακούῃ· ἢν δὲ μὴ, περικλύσαι τῷ ὕδατι, καὶ ὄξεος ὀλίγον χλιήνας καταχέαι, εἶτα ἁλὶ ψαύειν· ὁκόταν δὲ ξυντακέωσι, περινίψας ὡς λέλεκται, ἐνθεῖναι, καὶ τἄλλα ποιέειν τὰ
322
προειρημένα· ἔλκιον δὲ μὴ προσφέρειν, μηδ’ ἄλλο τι πῖον, μηδὲ λίπα ἔχον.

146. Ἢν ὑποπτυχθῇ τι τῶν στομάτων τῆς ὑστέρης, τὰ ἐπιμήνια οὐ γίνονται, ἢ ὀλίγα καὶ πονηρὰ καὶ ἀλγεινὰ, καὶ ὁκόταν τῷ ἀνδρὶ ξυνεύδῃ, ἀλγέει, καὶ ὅ τι ἂν ὁ ἀνὴρ μεθίῃ, ἔξεισι, καὶ οὐ θέλει ψαύεσθαι, οὐδ’ ἕλκουσι τὴν γονὴν, καὶ ὀδύνη ἴσχει τὴν νειᾳίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τὸ στόμα τῶν ὑστερέων οὐ δῆλον ψηλαφήσει. Ὅταν τοίνυν ὧδε ἔχῃ, πυριῆσαι οὔρῳ παλαιῷ· ἔπειτα ἐμεσάτω τῷ φακίῳ ξυμμίξασα, μέλι καὶ ὄξος· ἔπειτα λουέσθω ὕδατι θερμῷ· ἔπειτα ἐγχέασα ἐς φιάλην ἀργυρέην ἢ χαλκέην ἔλαιον λευκὸν αἰγύπτιον καὶ ἅλας, καλυψαμένη δὲ καθέξεσθαι ἀμφὶ τὴν φιάλην· κἢν μὲν ἴῃ ὀδμὴ αὐτῇ διὰ τοῦ στόματος τοῦ ἐλαίου, φάναι αὐτὴν τέξεσθαι, καὶ τὴν ὑστέρην ἔτι ὑγιῆ εἶναι. Ἢν δὲ μὴ ἴῃ ὀδμὴ, θαρσύνειν· κἀπειδὰν μέλλῃ εὕδειν, προστιθέσθω τὸ αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ σκεψάσθω ἤν τι μᾶλλον κατ’ ἰθὺ ᾖ τὸ στόμα τῶν ὑστερέων· καὶ ἢν φῇ εἶναι, πυριῆσαι εὐώδεσιν ἡμέρας τρεῖς, καὶ προστιθέναι, προσθετὰ ὁκοῖα μὴ ἀναδήξεται· καθαίρειν δὲ καὶ μετακλύζειν εὐώδεσι καὶ μαλθακοῖσιν, ἴσας ἡμέρας τῇσι πρόσθεν· ὁκόταν δὲ τὰ ἐπιμήνια γένηται, νὴστεῦσαι, καὶ ἀλουτήσασα παρὰ τὸν ἄνδρα ἴτω, θυμιησαμένη τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ πολλαὶ καὶ ἐκ ταύτης τῆς νούσου γίνονται, ἢν μὴ μελεδανθῇ.

147. Ἢν ἑλκωθέωσιν αἱ μῆτραι καὶ πρόσω χωρήσωσιν ἐξωτάτω,

324
ἐλαίῳ χρίων λίπα τὰς χεῖρας ἐντιθέναι, καὶ δίδου καταπότιον σμύρνης ἀκρήτου, τρεῖς καταπιεῖν σπυράδας, καὶ πινέτω δάφνην χλωρὴν τετριμμένην, οἴνῳ διεῖσα, καὶ ὑγιὴς οὕτω γίνεται.

148. Ἢν ἔξουρα ᾖ τὰ αἰδοῖα, προσθετὸν, ἀννήσου καρπὸν καὶ σελίνου τρίψας λεῖα, πρόσθες πρὸς τὰ αἰδοῖα.

149. Ἢν μὴ κατὰ χώρην μένωνσιν, ἀλλ’ ὁτὲ μὲν ἔνθα, ὁτὲ δὲ ἔνθα ἴωσιν, ὀδύνας παρέχουσιν· αἱ δὲ ἀφανέες γίνονται, τοτὲ δὲ ἐξίασιν ὡς ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη ᾖ, κατὰ χώρην μένουσιν· ὁκόταν δὲ ἀναστῇ ἢ ἐξ ὕπνου ἔγρηται ἢ ἐπικύψῃ ἢ ἄλλο τι ποιήσῃ κίνημα, ἐξέρχονται, πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἠρεμέειν τε καὶ ἀτρεμέειν καὶ μὴ κινέεσθαι, καὶ τὸν κλισμὸν κεῖσθαι πρὸς ποδῶν ὑψηλότερον· καὶ τοῖσιν ἐμέτοισι χρέεσθαι, χρὴ γὰρ ἀντισπάσαι ἀνεκάς· καὶ τοῖσι δὲ στρυφνοῖσιν ἀπαιονᾷν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, ἐν οἴνῳ χλιήναντα, ἥτις ἂν ἁρμόζῃ μάλιστα, καὶ μή τι κωλύῃ, προστίθει ὡς ἐσωτάτω· εἶτ’ ἀναῆσαι ταινίῃ πλατείῃ, καὶ ἀναλαβεῖν, ὡς μὴ ὀλισθάνῃ, ἀλλὰ μένῃ, καὶ ποιέῃ τὸ δέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, καθάπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω, καὶ μετ’

326
ἀνδρὸς οὐ χρὴ κοιμᾶσθαι, ἄχρις οὗ κατὰ χώρην οἵη τε ᾖ βαίνειν. Ἢν αἱ μῆτραι ἐκπέσωσι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, ἐνδήσας τε ἐς ὀθόνιον, προσίσχειν, καὶ λιπαρὸν προσφέρειν μηδέν πιεῖν δὲ διδόναι πυροὺς προκόψας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελίσφακον, καὶ κύπερον, καὶ ἄννησον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθέων, διδόναι δὶς τῆς ἡμέρης, ἐφ’ ἑκατέρου ἡμικοτύλιον.