De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

97. Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐς εἴριον ἐνειλίξας, καὶ ξηρήνας ἐν σκιᾷ, προστίθει. Γλήχωνα ξηρὴν λείην ποιήσας, μέλιτι δεύσας, προστιθέναι ἐν εἰρίῳ. Σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶ καὶ ἐν εἰρίῳ προστιθέναι. Στυπτηρίην Αἰγυπτίην εἰρίῳ καθελίξας προστίθει. Κανθαρίδας οἴνῳ δεύσας ἐν εἰρίῳ προστίθει. Τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Μελάνθιον τρίψας ἐν οἴνῳ λευκῷ εἰρίῳ προστίθει. Νεοτόκῳ· ῥόδινον μύρον καὶ κηρὸν ἐν εἰρίῳ προστίθει. Βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας, ἐν οἴνῳ δεύσας, ἐν εἰρίῳ προστίθει. Οἴνου λευκοῦ παλαιοῦ τὴν τρύγα κατακαύσας καὶ καταδεύσας ἐν οἴνῳ λευκῷ καὶ τρίψας, ἐν εἰρίῳ προστίθει. Χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ ἐν ὀθονίῳ προστίθει. Ἐλατήριον ὡς δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ ἐν ὀθονίῳ προστίθει. Βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ἐν ὀθονίῳ προστίθει. Ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυναναμίξας, οἴνῳ δεύσας, ἐν ὀθονίῳ προστίθει.