De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
7. Ἢν ὑποπτυχθῇ τὸ στόμα τῶν μητρέων, τὰ ἐπιμήνια οὐκ ἔτι γίνεται· ἢν δὲ ἐγγένηται, ὀλίγα καὶ πονηρά· καὶ τῷ ἀνδρὶ ὁκόταν ξυνίῃ, ἀλγέει, καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἢν ἀφάσσῃ τῷ δακτύλῳ καὶ σκέπτηται τὸ στόμα, οὐ δῆλόν
322
ἐστιν. Ὁκόταν ὧδε ἔχῃ, πυριῆσθαι τῷ ἀνθρωπίνῳ οὔρῳ· ἐπὴν δὲ πυριήσηται, λουσάσθω ἀπὸ τοῦ φακίου· ἔπειτα λουσαμένη πυριήσθω τῷ Αἰγυπτίῳ μύρῳ τὰς ὑστέρας, καὶ ἢν ἐς τὰς ῥῖνας ἀνέλθῃ ἡ ὀδμὴ, ἐλπὶς αὐτὴν ὑγιέα γενέσθαι. Καὶ ὁκόταν μέλλῃ καθεύδειν, προσθέσθω τὸ Αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ αὔριον σκέψασθαι, εἴ τι μᾶλλον ὤρθωνται· ἔπειτα πυριῇν εὐώδεσι καὶ προστιθέναι ἃ μὴ δήξεται καθαρτήρια, καὶ μετακλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων· ὅταν δὲ τὰ ἐπιμήνια ἐγγένηται, ἐκνηστεύσασα καὶ ἀλουτήσασα καὶ θυμιησαμένη τῷ ἀνδρὶ συνέστω. Μάλιστα δὲ ἐκ ταύτης τῆς νούσου ἄφοροι γίνονται.