De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
5. Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρήμναται ὥσπερ ὄσχη, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας,
318
καὶ ὁκόταν ὁ χρόνος ἐγγένηται, οὐ θέλουσιν ἐς χώρην ἰέναι· ἡ δὲ νοῦσος λαμβάνει ὁκόταν ἐκ τόκου ἐοῦσα πονήσῃ τὰς ὑστέρας ἢ τῷ ἀνδρὶ ἐν τῷ λοχίῳ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὗτως ἔχῃ, ψύγματα χρὴ προστιθέναι πρὸς τὰ αἰδοῖα, καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἶνῳ μέλανι ἐψήσας, τούτῳ περιπλύνας, εἷσω ἀπωθέειν, εἶτα μέλι καὶ ῥητίνην μίξας ἐγχεῖν καὶ κατακείσθω ὁπτίη καὶ ἄνω τοὺς πάδας ἔχουσα ἐκτειναμένη· ἔπειτα σπόγγους ἐπιθεὶς ἀναδῆσαι ἐκ τίον ἰξύων· ὁκόταν δὲ οὕτως ἔχῃ, σίτων μὲν ἀπεχέσθω, ποτῷ· δὲ ὡς ἐλαχίοτῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσι· καὶ ἢν μὲν οὖτως ἐθέλωσιν ἐὀιέναι· ἢν δὲ μὴ, ἄκρας περιξέσας καὶ θερμήνας, περιπλύνας τε καὶ χρίσας, καὶ δήσας τὴν γυναῖκα πρὸς κλίμακα, κρούειν, τὴν κλίμακα κατὰ κεφαλῆς, καὶ τῇ χειρὶ ἐσωθεῖν τὰς ὑστέρας, ἔπειτα ξυνὃῆσαι αὐτῆς τὰ σκέλεα ἐπαλλὰξ, καὶ ἐᾷν ἡμέρην καὶ νύκτα οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον κατακλίνας, ἐπὶ τὸ ἰσχίον σικύην προσβάλλειν ὡς μεγίστην καὶ ἐᾷν χρόνον πουλὺν ἕλκειν· ἐπὴν δὲ ἀφέλῃς, μὴ ἀποσχάζειν, ἀλλὰ κατακλίνας ἔα. Καὶ μὴ πρόσφερε ἄλλο ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ διψῇ; ὕδωρ δίδου ψυχρὸν ὡς ἐλάχιστον· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω. Ἢν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαράκοντα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνιστάσθω καὶ περιχωρείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω, καὶ ὑποθυμιήσθω τοῖσι κακῴδεσι, καὶ ἐσθιέτω ὀλίγα.