De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
48. Ἢν ἐς τὴν κεφαλὴν τραπῶ σιν αἱ ὑστέραι, σημεῖον τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ, τάς τε ὑπὸ τοῖς ὀφθαλμοῖς ἀλγεῖν φησιν. Ταύτην χρὴ λούειν θερμῷ πολλῷ, καὶ κατὰ τῆς κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι, καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν ἐγχριέσθω, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ἐπιῤῥοφείτω.