De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

40. Ἢν παραλοξαίνωνται αἱ μῆτραι, καὶ τὸ στόμα αὐτέων λοξὸν γίνεται, καὶ τὰ ἐπιμήνια αὐτῇ τοτὲ μὲν κρύπτεται, τοτὲ δὲ προφανέντα οἴχεται, καὶ οὐχ ὅμοια γίνεται, ἀλλὰ κακίω τε καὶ ἐλάσσω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τὴν ὀσφῦν καὶ τὸ ἰσχίον, καὶ ἐφέλκει αὐτό. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν· ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον ἐσαφάσσουσα, ἀπορθούτω καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου πειρεύμενος ὅ τι ἂν μάλιστα προσδέχηται· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω ἑφθὰ καὶ ὠμὰ, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐπὶ τοῦ ὑγιέος ἰσχίου κατακείσθω· τὸ δὲ ἕτερον πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.