De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
34. Ὑποθυμιήσεις δέ ἐστι κεκομμένα ταῦτα· κηκίδα θυμιῇν. Πρίσματα λωτοῦ ἐλαίης φύλλοις ξηροῖς κεκομμένοις μίξας καὶ φυρήσας ἐλαίῳ, ὑποθυμιῇν. Ἀνθρακας ὑποβαλὼν, κριθῶν ἄχυρα νοτερὰ ἐπιβάλλων, ὑποθυμιῇν. Ἀπ’ ἀμφορέως ἐλαιηροῦ τὸ ἐπίθεμα, τὴν στοιβὴν ὑποκαίων, πρίσματα κυπαρίσσου ὑποβάλλων, θυμιῇν. Σκαμμωνίην, σμύρναν, λιβανωτὸν, μύρον περιχέας, ὑποθυμιῇν. Ἄσφαλτον, κριθῶν ἄχυρα ξυμμίξας, ὑποθυμιῆν. Θεῖον ἐλαίῳ φώκης ἀναδεύσας, ὑποθυμιῇν. Μελίην, κυπαρίσσου πρίσματα, κυπείρου ῥίζαν, μύρον
372
ῥόδινον δεύσας, θυμιῇν. Κάλαμον, κύπειρον, βρυωνίην, βρύον, σελίνου σπέρμασι ἄνισα μίξας ὁμοῦ καὶ μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Ῥητίνην αὔην ἐπὶ σποδὸν ἐπιβάλλων, ὑποθυμιῇν. Κιννάμωμον, σμύρναν, κασίην, ἴσον ἑκάστου, κρόκον μίσγοντα. Σμύρναν, τὸ βρύον ἴσον τῷ κρόκῳ. Κάλαμον, κνέωρον, κρόκον, ῥόδων φύλλα ἐρυθρὰ τὰ ἡδὺ ὄζοντα τρίψας καὶ ξηρήνας, ξυμμίσγειν τῷ κρόκῳ καὶ στύρακα ἥμισυ τοῦ κρόκου, ταῦτα λεῖα ξυμμίξας καὶ ξηρήνας, μέλιτι ἑφθῷ δεύσας ὡς ἐλαχίστῳ, τουτέων δὲ πάντων ξυμμεμιγμένων ἔστω ἡ θυμίησις, ὀβολὸς Ἀττικὸς σταθμός· ταῦτα θυμιῇν ἐπὶ βολβίτου· τὸ δὲ βόλβιτον πλάσσειν, οἷον ὀξύβαφον ἐλαιηρόν· τὸν πυθμένα δὲ ἐχέτω λεπτόν· ἔστω δὲ ξηρόν· τὸ πῦρ δὲ ἔστω κλημάτινον, ἐφ’ οὗ τὸ βόλβιτον κείσεται· ἐν τῷ ἐχίνῳ περιβάσα θυμιήσθω. Χαλβάνην, ῥητίνην, μάνναν, μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Πανάκεος καὶ κυπαρίσσου πρίσματα δεύσας μύρῳ Αἰγυπτίῳ λευκῷ θυμιῇν. Κιννάμωμον καὶ νάρδον καὶ σμύρναν μύρῳ ῥοδίνῳ δεύσας ὑποθυμιῇν. Λευκοΐου τὸν καρπὸν, κέδρου πρίσματα, καὶ χαλβάνην μέλιτι ἀναφυρήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας ἐλαίῳ φώκης δεύσας, ὑποθυμιῇν. Φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον καὶ σπόγγον καὶ βρύα ὁμοῦ λεῖα μίξας, τῷ ἐλαίῳ τῆς φώκης περιποιήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ φώκης πλεύμονα καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Βόλβιτον, κέρατος πρίσματα, καὶ ἄσφαλτον ὑποθυμιῇν. Ἀκάνθης Αἰγυπτίης καρπὸν καὶ 374
κέδρου πρίσματα καὶ μυρσίνης φύλλα ξηρὰ, ταῦτα ποιήσας λεῖα, μύρῳ ὀποβαλσάμῳ δεύσας, ὑποθυμιῇν. Ἀρώματα ἐς μύρον ἐμβάλλόμενα ὑποθυμιῇν. Γίγαρτα κόψας λεῖα, καὶ κεδρίδας, καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυρίῃσιν ἐς βόλβιτον κεκομμένον καὶ σεσησμένον, ὄξους τὸ ἥμισυ, ὀροβίου τὸ ἥμισυ ἐμβάλλων, πυριῇν βληχρῶς· ἐπὴν δὲ πυριήσῃς, φάκιον πιπίσκειν, καὶ ἀπεμεῖν, καὶ ῥοφῇν δοῦναι ἄλητον, καὶ ἐπιπίνειν οἶνον· τῇ δ’ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ ἑτέρῃ διουρητικόν. Ἐρεβίνθους λευκοὺς δύο τρίψας, τῆς δὲ σταφίδος τρίτον, ἐπιχέας ἥμισυ ὕδατος, ἐνεψεῖν, ἔπειτα ἀποχέας, ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ δοῦναι πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον καὶ τοῦ λίνου σπέρμα τουτέοις ἀμφοτέροις μίξας καὶ ἀλφίτον, διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ κοτύλῃσι τέσσαρσιν. Ἐλαίου τρία ἡμικοτύλια, ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, ταῦτα ἑψεῖν ἐγχέας ἐς κρατήριον θερμὸν, πυριῇν ὀστράκοις θερμοῖς, ἐπὶ διφροῦ ἐπικαθίσας, περικαλύψας τε ἱματίοις. Τῆς ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, καὶ τῆς μυρσίνης τὸ ἴσον ἐμβάλλων ἐς ὕδωρ, ἑψήσας καὶ ἀποχέας τὸ ὕδωρ, ἐμβάλλων κριθῶν ἄχυρα, ἑψήσας, ἔμβαλλε ἐς ῥάκος, ἔπειτα τουτέῳ πυριῇν, ὡς ἂν δύνηται θερμοτάτῳ ἀνέχεσθαι μάλιστα. Ὄξος, ἔλαιον, ὕδωρ, μέλι κεράσας, ταῦτα ἀνάζεσον σφόδρα, ἔπειτα λαβὼν κύστιν χωρέουσαν ὡσεὶ χοέα, ἢ ἀσκίον ὡς λεπτοδερμότατον, ἐγχέας, καὶ περιελίξας ῥάκει εἰρίῳ, πυριῇν· ὁκόταν δὲ διερὸν τὸ ῥάκος γένηται, ἕτερον περιελίσσειν. Τῆς πίτυος τὸν φλοιὸν καὶ τοῦ ῥοῦ τὰ φύλλα ἐμβάλλων, ἑψήσας ἰσχυρῶς, ἀποχέας τε τὸ ὕδωρ, καὶ κριθῶν ἄχυρον ἕψε, ἔλαιον ἐπιχέας· ὁκόταν δὲ συνεψήσῃς, ἐμβαλὼν ἐς ῥάκος, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ 376
ἔλαιον, ἕψε, ἕως ἂν ξυνεψήσῃς· ἔπειτα ἐμβαλὼν ἐς ῥάκος, πυρία. Ἀρώματα ἐς τὸ ὕδωρ ἐμβαλλόμενα ἑψήσας ὅσον χοίνικα, καὶ τῷ ὕδατι πίτυρα πύρινα ἑψήσας, τὸν αὐτὸν τρόπον πυρία. Κηκίδα κόψας καὶ ῥάμνου τὸν φλοιὸν, ἀφεψήσας ἰσχυρῶς, πίτυρα πύρινα φύρησον τῷ ὕδατι καὶ παράμιξον ἔλαιον· ἔπειτα ἡμίοπτον ποιήσας ἄρτον ὅσον διχοίνικον, ἐνδήσας ἐς ῥάκος, πυρία. Κράμβην καὶ σίσαρα ἀφεψῶν, τῷ χυμῷ ποίησον τὸν αὐτὸν τρόπον. Κριθῶν ἄχυρα ξυνεψῶν, ἔλαιον ἐπιχέας, ἐς ῥάκος ἐνδέων, πυρία. Στρύχνον καὶ τῆς ἐλαίης τὰ φύλλα ἀφεψῶν, τὸν αὐτὸν ποίει τρόπον. Καὶ ταῦτα δὴ, ἢν μὲν βούλῃ ὑγροῖσι χρῆσθαι, πυρία, ὡς γέγραπται· ἢν δὲ βούλῃ ξηροῖς, ἄρτους ποιέων καὶ ἐξόπτους καὶ ἡμιόπτους, πυρία· πυρία δὲ καὶ ὀστράκοις ἐς ῥάκος ἐνειλίσσων, καὶ αὐτοῖς τοῖς ῥάκεσι θερμαίνων, καὶ τοῖς φακοῖς τοῖς ὀστρακίνοις, τὸ ὕδωρ ἐγχέων ζεστόν. Προστίθει δὲ καὶ πρὸς τοὺς πόδας τῆς ἴρεως τὴν ῥίζαν, κόπτων καὶ ἀφεψῶν τὸν αὐτὸν τρόπον πυρία.