De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

3. Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ ἔλθωσιν, ἄφωνος ἐξαπίνης γίνεται, καὶ τοὺς ὀδόντας ξυνερείδει, καὶ ἡ χροιὴ μέλαινα γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα· γίνεται δὲ τὸ τοιοῦτον πάθος παρθένοισι μάλιστα παλαιῇσιν ἐούσῃσι καὶ χήρῃσιν, αἳ νέαι ἐοῦσαι καὶ τοκήεσσαι χηῤεύουσιν. Ὁκόταν ὧδε ἔχῃ, τῇ χειρὶ πρώσας κάτω ἆπὸ τοῦ ἥπὰτος ἀποδῆσαι ταινίῃ ὑπὸ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διάγων οἶνον εὐωδέστατον ἐγχέαι, καὶ προσέχειν πρὸς τὰς ῥῖνας καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ὑστέρας τὰ εὐώδεα· ἐπὴν δὲ καταφρονήσῇ, πῖσαι φάρμακον κάτω, καὶ μεταπῖσαι γάλα

316
ὄνου, ἔπειτα πυριῆσαι τὰς ὑστέρας εὐώδεσι, καὶ προστιθέναι τὸ ξὺν τῇ βουπρήστει, τῇ δὲ ὑστεραίῃ νέτωπον· διαλιπὼν δὲ δύο ἡμέρας κλύσαι τὰς ὑστέρας εὐώδεσι· τῇ δὲ ὑστεραίῃ προσθεῖναι τὴν γλήχωνα· διαλιπὼν δὲ μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασι. Ταῦτα ποιέειν τὴν χήρην, ἄριστον δ’ ἐν γαστρὶ σχεῖν· τὴν δὲ παρθένον πείθειν ξυνοικῆσαι ἀνδρί· πρὸς δὲ τὰς ὑστέρας προσφέρειν μηδὲν, μηδὲ τὸ φάρμακον πίνειν, κόνυζαν δὲ καὶ καστόριον διδόναι ἐν οἴνῳ νήστει, καὶ τὴν κεφαλὴν μὴ ἀλειφέσθω εὐώδεσι, μηδὲ ὀσφραινέσθω.