De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

21. Ἢν δὲ τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τὸν δάκτυλον παρεισάγων, γνώσῃ, καὶ ἐπὴν πρὸς τὸ ἰσχίον ἔωσιν ἀπεστραμμέναι. Ὅταν ὧδε ἔχῃ, μηδὲν προσφέρειν δεινόν· ἢν γὰρ ἐξελκώσῃς τὸ στόμα, ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· ἀλλὰ προστιθέναι ἃ μὴ δάκνει, ὑφ’ ὧν καθαίρεται.

22. Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν ἐθέλῃς καθῆραι, καὶ ᾖ χολώδης ἢ φλεγματώδης, γνώσῃ τῷδε ὁκότερον ἂν ᾖ μᾶλλον· ψάμμον ὑποβάλλων, ἐπὴν τὰ ἐπιμήνια γένηται, ἐν τῷ ἡλίῳ ἐπιχέας τὸ αἷμα, ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπάνω τῆς ψάμμου ἔσται τὸ αἷμα ὠχρὸν, ἢν δὲ φλεγματώδης, οἷον μύξα· καὶ δὴ ὑκότερον ἂν ἔῃ καθήρας κάτω, πρὸς τὰς ὑστέρας προσθεῖναι προσθετά.

342

23. Ἢν τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται, ἢν μὲν ὑπὸ πόνου ᾖ, πρῶτον μὲν τὴν κοιλίην καθῆραι κάτω, ἔπειτα προσθεῖναι, ὑφ’ οὗ αἷμα καθαίρεται ἐκ τῶν ὑστερέων· ἔπειτα διαλιπὼν ἡμέρην μίην ἢ δύο, ὑφ’ οὗ αἷμα καθαίρεται προσθεῖναι· τὸν δὲ ἄλλον χρόνον τὸν φλοιὸν πινέτω τοῦ κρήθμου ἐν οἴνῳ τρίψασα.

24. Ἢν ὑγρότερον τοῦ καιροῦ τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθῇ, καὶ φλεγμῆναν σκληρὸν γένηται. Ἢν δὲ σκιῤῥωθῇ, τὰ δριμέα προσφέρειν· δάκνοντα γὰρ διαχεῖ τὸν ἰχῶρα· ἔπειτα μαλθακὰ προστιθέναι· ἐς δὲ τἄλλα νουσήματα ὡς ἥκιστα προστιθέναι.

25. Ἢν ἐς τὸ ἰσχίον λεχοῖ καταστηρίξωσιν αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα, προστίθεσθαι χρὴ πρὸς τὸ ὑγιὲς ἰσχίον ἔλαιον Αἰγύπτιον λευκὸν ἢ βακκάριον, καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω, καὶ πενέτω γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ὅσον χηραμίδα, καὶ κάστορος ὅσον κύαμον ἐν οἴνῳ· ἔπειτα λουσαμένη θυμιήσθω, καὶ τοῖσι πότοισι καὶ σιτίοισι χρήσθω μαλθακοῖσι, καὶ λινοζώστει, καὶ τοῖσι δριμέσι πᾶσι χωρὶς ῥαφάνου καὶ κρομμύων.

26. Ὁκόταν πνίγωσιν αἱ ὑστέραι, ὑποθυμιῇν χρὴ τὰ κακώδεα πάντα ὑπὸ τὰς ῥῖνας, ἄσφαλτον, θεῖον, κέρας, ἐλλύχνιον, φώκης ἔλαιον, καστόριον· ὑπὸ δὲ τὰ αἰδοῖα τὰ εὐώδεα.

344

27. Ἢν δὲ λεχοῖ αἱ ὑστέραι φλεγμήνωσι, πίμπραται καὶ πνὶξ ἔχει. Ὁκόταν ὧδε ἔχῃ, παρατείνας ὀθόνιον βρύα θαλάσσια λεπτὰ καταπλάσσειν· ἔπειτα ὠμήλυσιν καὶ σποδὸν κληματίνην καὶ λίνου σπέρμα, ὄξος καὶ ἔλαιον ἐπιχέας, ἑψεῖν ἕως ἂν οἷόν περ σταῖς γένηται· ἔπειτα καταπλάσαι, ἢν θερμοτέρῳ δύνηται ἀνέχεσθαι, τὴν νείαιραν γαστέρα.

28. Ἢν δὲ πεπήγωσι, φακοὺς ἑψήσας ἐν ὄξει καὶ ἡδυόσμῳ πολλῷ, ἕλκειν τὴν ἀτμίδα ἐς τὸ στόμα καὶ τὰς ῥῖνας προσίσχειν, καὶ τὰ κακώδεα ὑποθυμιῇν, καὶ λινόζωστιν ἐσθίειν· καὶ ἐν τῷ χυλῷ ἄλητον ἑφθὸν ῥοφείτω· ὅτι τάχιστά τε καὶ πρὶν ἢ τὴν ὀδύνην ἔχειν, πρότερον χρὴ διδόναι τῶν φαρμάκων ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης· καὶ σιτία διαχωρητικὰ προσφερέσθω· ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύσαι.

29. Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ μῆτραι, στρύχνου χυλὸν ἐγχέαι ἐς τὰ αἰδοῖα, καὶ ἐπὴν οὗτος θερμὸς γένηται, ἕτερον ἐγχεῖν· ἢν δὲ μὴ ᾖ, σχίνου ἢ ῥάμνου ἢ τεύτλου. Ἕτερον· κολοκύντης χυλὸν ἐκπιέσας ἔγχεον, καὶ αὐτῆς τὸ ἐν μέσῳ τὸ ἁπαλώτατον περιξύσας μακρὸν ἔνθες. Ὕστερον ὕδατι ψιμύθιον τρίβων, ἐν εἰρίῳ ἀνασπογγίζων, πρόσθες· ἢν δὲ φρίσσῃ, ἀφαιρέειν. Ἢν γυνὴ ἀσθενέῃ ἀπὸ ὑστερέων, καὶ χολαὶ αὐτὴν πνίγωσι, καὶ δέῃ αὐτὴν καθῆραι κούφως

346
καὶ τῆς ὀδύνης παῦσαι, πευκεδάνου ὀπὸν ὅσον τρεῖς κυάθους δίδου πίνειν.

30. Ἢν ἐν τῇ ὀσφύϊ αἱ ὑστέραι ἔωσιν ἢ ἐν τῷ κενεῶνι, ἢν θέλῃς μετακινῆσαι, τρίψας θεῖον καὶ ἄσφαλτον, μέλι ἑφθὸν παραχέας, καὶ ποιήσας βάλανον παχείην, ἐς τὴν ἕδρην ἔνθες· καὶ ἐκ τῶν ὑστερέων ἢν ξηραὶ γένωνται, τὰ αὐτὰ προσθεῖναι ὡς τάχιστα.

31. Γυναικὶ ὅταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίσχωσι καὶ οἱ βουβῶνες σκληροὶ γένωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι ἄρχεται. Ὅταν οὕτως ἔχῃ, σικύης χρὴ τὸ ἔσω τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνιεὶς ἐς τὴν ἕδρην, ἔα καθαίρεσθαι.

32. Ὁκόταν δὲ γυναικὶ διδῷς φάρμακον, παράμισγε τῷ φαρμάκῳ ὅσα ὑστέρας καθαίρει καὶ ὅσα ἐλαύνει. Ἕτερα ποτὰ καὶ προσθετὰ, δυνάμενα χόριον ἐξάγειν καὶ ἐπιμήνια κατασπάσαι· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τοὺς πόδας καὶ τὴν κεφαλήν· ἔπειτα τριβόλους παραθαλασσίους σὺν τῇ ῥίζῃ τρίψας ὅσον κόγχην, καὶ τοῦ ἀνθέμου τοῦ χλωροῦ τὸ ἴσον τρίψας, σελίνου σπέρμα ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα, ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ δίδου πιεῖν. Καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητα ὑδαρέα πινέτω. Ἕτερον· βατραχίου τῶν φύλλων καὶ τοῦ ἄνθεος τετριμμένου

348
ὅσον στατῆρα Αἰγιναῖον ἐν οἵνῳ γλυκεῖ πιεῖν· ἐπὴν δὲ ἡ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας διδόναι πιεῖν, καὶ ὁκόταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθεζέσθω. Ἕτερον· ἀδιάντου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἴνῳ λευκῷ ἴσον ἴσῳ κεράσας δίδου πίνειν. Ἕτερον· λευκοΐου καρπὸν ὅσον τοῖσι τρισὶ δακτύλοις λαβὼν, ἐν οἴνῳ λευκῷ τὸν αὐτὸν τρόπον κεράσας, δοῦναι πίνειν. Ἕτερον· λευκοΐου ῥίζαν τοῦ μέλανος ἐν οἴνῳ τὸν αὐτὸν τρόπον χρήσθω. Ἕτερον· κρινάνθεμον τὸ ἐπὶ τῶν οἰκιῶν φυόμενον τὸν αὐτὸν τρόπον πῖσαι. Ἕτερον· τῆς ἀγχούσης τὰ φύλλα ὅσον δύο δραχμίδας ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι ἴσῳ πῖσαι. Ἕτερον· χαμαιλέοντος τὴν ῥίζαν ξύσας ὅσον ἐλλεβόρου πόσιν ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι πῖσαι. Ἕτερον· κράμβης καὶ πράσου χυλὸν ἑκατέρου μίξας, ὀπὸν σιλφίου ὅσον τρία ἡμιωβόλια, οἴνῳ ἴσῳ μίξας λευκῷ πῖσαι. Ἕτερον· ἐλαίας λευκὰς πρόσθεν ἢ ἔλαιον εἶναι κατακνήσας ξήρανον· ἔπειτα κόψας καὶ σήσας ἐν οἴνῳ ἐπιβαλὼν διδόναι πίνειν. Τοῦτο καὶ ἐπιμήνια κατασπᾷ καὶ χόριον ἐξελάσει. Δικτάμνου κρητικοῦ ὅσον ὀβολὸν, ἐν ὕδατι πιεῖν. Χόριον ἢν μὴ δύνασαι ἐκβαλεῖν πιπίσκων, προπυριήσας τῇ ἀκτῇ, χυλῷ ἑφθῷ πυρίην ἐμβαλὼν, τὴν κανθαρίδα προστιθέναι· τοῦτο καὶ τὸ ἔμβρουν ἐξελαύνει· ὁκόταν δὲ δάκνῃ, ἀφαιρευμένη, ἐς ῥόδινον μύρον ἐμβάπτουσα,
350
προστιθέσθω, ἔστ’ ἂν ἀποφύγῃ. Ἕτερον αἰγεἴρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ διδόναι πίνειν τουτέῳ καὶ ἀπολύσασθαι, ἢν δυστοκέῃ. Ἕτερον κονύζης ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον ξυμμίξας ὅσον χηραμίδα, ταῦτα ἐν οἴνῳ δίδου πίνειν. Ἐπιμήνια κατασπᾷ. Πευκέδανον καὶ πάνακες καὶ γλυκυσίδης ῥίζαν ἐν οἴνῳ δίδου πίνειν. Ἔμβρυον ἐκβάλλει τεθνεὸς καὶ τὰ ὕστερα. Τοῦ ἴου καὶ τῆς ἀνδράχνης τὸν καρπὸν, ταῦτα μίξας, λεῖα κόψας, δίδου ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἐπιμήνια κατασπᾷ. Λευκοΐου τὸν καρπὸν ὅσον τρισὶ δακτύλοισι, καὶ αἰγὸς σπυράθους ὅσον πέντε ἢ ἓξ ξυμμίξας οἴνῳ εὐωδεστάτῳ, προπυριήσας, ἐς ὕδωρ καὶ ἔλαιον τὴν πυρίην ἐμβαλὼν, πυριῇν δὲ ἐπὶ δίφρου· ἐπὴν δὲ πυριήσῃς, δοῦναι πιεῖν, καὶ ὡς τάχιστα λούσαντα κατακλῖναι· δοῦναι δὲ φαγεῖν κράμβην, καὶ τοῦ χυλοῦ ῥοφῇν. Ἕτερον· λευκοΐου τὸν καρπὸν ὅσον τοῖς τρισὶ δακτύλοισιν ἐν οἴνῳ δοῦναι πιεῖν, καὶ καθήσθω ἐν ὕδατι θερμῷ ἢν δὲ μὴ ἔχῃ, μαράθρου ῥίζας κλάσας, ἐν μελικρήτῳ χλιερῷ ἀποβρέχων, δίδου. Ἕτερον· μελίης ὅσον, κόκκους δέκα ἐν οἴνῳ δοῦναι πιεῖν. Τοῦτο ἀγαθὸν ἐπὶ παντὸς ἀλγήματος ὑστερέων, καὶ σφόδρα διουρητικόν. Ἕτερον· ὀπὸν σιλφίου ὅσον ὄροβον, καὶ καρδάμου καρπὸν τρίψας λεῖα καὶ ξυμμίξας ἐν οἴνῳ, ἢ ἐν κυνὸς γάλακτι, δίδου πιεῖν. Τοῦτο καὶ ἔμβρυον ἐξελαύνει. Ἐκβόλιον· βατράχιον καὶ ἐλατηρίου μικρὸν μίξας ἐν ὄξει εὔκρατον
352
πῖσαι. Ἐπὶ τοῦ αὐτοῦ· κράμβης καυλὸν ἁπαλὸν, τὸ ἄκρον χρίσας νετώπῳ, τύψαι. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται· τερμίνθου καρπὸν τρίψας ἐν οἴνῳ καὶ ὕδατι διεὶς καὶ διηθήσας διδόναι νήστει πιεῖν, καὶ θερμῷ λουέσθω. Ἐμμήνια κινεῖν· φοινικικοὺς κόκκους ἐν οἴνῳ νήστει διδόναι πίνειν. Λοχεῖα καθαίρειν· μαράθρου καρπὸν καὶ κρηθμοῦ τὸν φλοιὸν καὶ λιβανωτὸν ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον· δᾷδα ὡς πιοτάτην ἐν οἴνῳ ἑψήσας, καὶ γλυκυσίδης κόκκους πέντε τρίψας ἐν οἴνῳ, ὅσον τεταρτημόριον κοτύλης δοῦναι πιεῖν. Ἕτερον· λινοζώστιος τὸν καρπὸν καὶ τὰ φύλλα ἐν οἴνῳ δοῦναι πιεῖν. Ἕτερον· γλυκυσίδης τοὺς μέλανας κόκκους ὅσον πέντε καὶ ὠὰ σηπίης δοῦναι πίνειν ἐν οἴνῳ. Λεχοῖ πάσῃ· ἐρύσιμον καὶ ἄλφιτον, ἔλαιον παραχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφείτω, καὶ σιτίοισιν ὡς μαλακωτάτοισι χρήσθω. Ἕτερον· σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ ἐν εἰρίῳ ἀνασπογγίσας προσθεῖναι. Ἕτερον· λινοζώστιος φύλλα τρίψας, ἐν ῥάκει προσθεῖναι. Ἕτερον· τὴν ποίην τὴν ἀρτεμισίην τρίψας καὶ μύρῳ ῥοδίνῳ δεύσας προσθεῖναι. Ἕτερον· τὴν λευκὴν ῥίζαν λείην κόψας ῥοδίνῳ μύρῳ δεύσας προσθεῖναι. Ἕτερον· τῆς γλυκυσίδης μέλιτι δεύσας καὶ μύρῳ ῥοδίνῳ καὶ Αἰγυπτίῳ ἐν ἐρίῳ προσθεῖναι. Ἕτερον· ἄλητον ἄπλυτον τὸν αὐτὸν τρόπον προστιθέναι.
354
Ἕτερον· αἰρῶν ἄλευρον καὶ πύρινα ἅμα μέλιτι φυρήσας ἐν εἰρίῳ προστιθέναι. Καθαρτήριον ἐπιμηνίων λαὶ λοχείων, καὶ ὕδορ ἄγει· στρουθίου ῥίζης λείου κεκομμένου ὅσον τοῖσι τρισὶ δακτύλοισι μέλιτι δεύσας προσθεῖναι· φύεται δὲ ἐν Ἅνδρῳ έν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον· ὑστέρας ἀποκαθῆραι· λινοζώστιος κεκομμένης καὶ σικύης ὀλίγον τρίψας, ἐν οἴνῳ καὶ μέλιτι δεύσας προστιθέναι. Ἕτερον· λαγωοῦ τρίχας κατακαύσας καὶ τρίψας ἐν οἴνῳ καὶ μέλιτι δεύσας ἑφτῷ καὶ ὕδατι δοῦναι πιεῖν, καὶ τῷ θερμῷ λουέσθω. Τόκου καθαρτήριον· κρίθην ἐρείξας, ὅσον ἥμισυ ἡμιχοινικίου, ἑψεῖν ἐν ὕδατος κοτύλαις τέσσαρσιν· ὁκόταν δὲ ζέσῃ, δοῦναι δὶς ἢ τρὶς ῥοφῆσαι. Λοχεῖα καθῆραι· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας, ἐπιχέας ἔλαιον, δοῦναι πιεῖν· ἐσθιέτω δὲ καὶ κράμβας ἑφτὰς καὶ πράσα. Καθαρτήριον ὑστερέων· τοῦ ῥοῦ τὰ φύλλα καὶ τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι, καὶ ἐρύσιμον λεῖον ποιήσας ἐν οἴνῳ, ἄλφιτα ἐπιβαλὼν, δοῦναι πιεῖν. Ἕτερον· μίσυος ὅσον δύο ὀβολοὺς τρίψας ἐν οἴνῳ καὶ φυρήσας προσθεῖναι. Ἕτερον· λίνου καρπὸν τρίψας ἐν οἴνῳ φυρήασς προσθεῖναι. Ἕτερον· τριφύλλου τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι. Ἢν ἐς τὴν ὀσφῦν ὑστέραι καταστρηρίξωσιν, ἐσθιέτω πουλύποδας ἑφτοὺς καὶ ὀπτοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὡς πλεῖστον. Ἕτερα ποτὰ καὶ προσθετὰ καθαρτήρια· ῥοῦν τὴν ἐρυθρὴν καὶ γίγαρτα ἑψήσας ἐν ὕδατι, τοῦ σιτανίου ἐμωαλὼν ἐπὶ τὸ ὕδορ
356
δίδου πίνειν. Ἕτερον· ἄλητον ἐφ’ ὕδωρ ἐμβαλὼν, δίδου πιεῖν. Ἕτερον· μόρα τὰ ἀπὸ τοῦ βάτου ξηρήνας καὶ τρίψας λεῖα καὶ ἄλφιτα ποταίνια ἀναμίξας ὅσον ὀξύβαφον ἀμφοτέρων ἐν οἴνῳ εὐώδει καὶ ὑδαρεῖ πινέτω. Ἕτερον τὴν γῆν τὴν μέλαιναν τὴν Σαμίην ἐν ὕδατι τρίψας ὅσον ἀστράγαλον δίδου πιεῖν. Ἕτερον· ὑποκιστίδος ἐν οἴνῳ διδόναι πιεῖν. Ἕτερον· σίδας οἰνώδεας ἐκχυλώσας, ἄλφιτα φυρήσας τῷ χυλῷ, ξήρηνον· ἔπειτα τρίψας ἐν οἴνῳ λεῖον, δίδου πιεῖν. Ἕτερον· μύρτων μελαινῶν τὸν καρπὸν τρίψας, διεὶς ἐν ὕδατι, ἄλφιτα ἐπιβαλὼν, δίδου πίνειν. Ἕτερον· ῥοιὴν γλυκείην ὀπτήσας, ὁλκὴν τρίψας ἐν οἴνῳ δίδου πίνειν. Ἕτερον· πυροὺς καὶ κάγχρυας τρίψας, φρύξας τε καὶ ἄλητα ποιήσας, ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ἕτερον· ῥοιῆς γλυκείης τὰ εἴσω ξυμμίξας ἴσῳ ὕδατι, δίδου πίνειν. Ἕτερον· κώνειον ὅσον τοῖσι τρισὶ δακτύλοισιν ἐν ὕδατι δίδου πίνειν. Ἕτερον· ἀλήτου σιτανίου καὶ γύψου τὸ ἴσον μίξας ἐν ὕδατι δίδου πίνειν. Ἕτερον· ῥοιῆς γλυκείης τὸν φλοιὸν καὶ σίδια ἐν οἴνῳ δίδου πίνειν. Ἢν αἷμα ἐξ ὑστερέων ῥέῃ, ἄγνου φύλλα ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζην ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερα ποτὰ ὑστερέων· κεδρίδας, σέσελι, κύμινον Αἰθιοπικὸν, κασίης καρπὸν, ἀρκευθίδας, κεγχρίδας, ἐχινίδας, μελάνθιον, δαύκου ῥίζην καὶ τὸν καρπόν· ἀρώματα δὲ θύμον, θύμβρην, ἐρίκην, ὑπερικὸν, μήκωνα λευκὴν, κρήθμου ῥίζας καὶ τὸν καρπὸν, μαλάχης
358
ῥίζας, λινοζώστιος καρπὸν καὶ τὰ φύλλα, κνίδης καρπὸν, ἐλελίσφακον, αἴγειρον, δίκταμνον, ψευδοδίκταμνον, ἄμωμον, καρδάμωμον, ἑλένιον, ἀριστολοχίαν, καστόριον, ἀδίαντον, δρακόντιον, πευκέδανον, πηγάνου φύλλα καὶ τὸν καρπὸν, σελίνου καρπὸν, μαράθρου καρπὸν, ἱπποσελίνου καὶ τὸν καρπὸν καὶ τὰς ῥίζας, ἱππομαράθρου καρπὸν καὶ τὰς ῥίζας, στρουθίου τὸν καρπὸν καὶ τὰς ῥίζας, ὕσσωπον Κιλίκιον, ἐρύσιμον, γλυκυσίδην, πάνακες· τουτέων ὅ τι ἂν βούλῃ, καὶ ξυμμίσγων καὶ αὐτὸ καθ’ ἑαυτὸ ἀφεψῶν ἐν ὕδατι ἢ ἐν οἴνῳ ὡς ἂν βούλῃ, δίδου πίνειν. Ἀγαθὰ καὶ καθαρτικὰ καὶ τὰς ὀδύνας παύοντα· τῆς μαλάχης δίδου ἐν ὕδατι τὴν ῥίζην. Ὑστερέων· γλυκυσίδης καρπὸν καὶ κέδριον ὀλίγον ξυμμίσγων, ἐν οἴνῳ δίδου πίνειν, καὶ παύσεις ὑστερέων ὀδύνας. Ὅταν αἱ ὑστέραι πνίγωσι· καστόριον καὶ κόνυζαν ἐν οἴνῳ λευκῷ δίδου πίνειν· ἢν δὲ προσεστήκῃ [πρὸς τῇ ῥινὶ], κόκκου τὸ εἴσω τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἕτερον παῦον ὀδύνας· μαλάχης τὴν ῥίζαν καὶ μαράθρου φλοιὸν καὶ κρήθμου ἐν ὕδατι δοῦναι πιεῖν. Ἕτερον· ἀστέρας θαλασσίους τοὺς μέλανας καὶ κράμβην, μίξας ἐν οἴνῳ εὐώδει, δοῦναι πιεῖν. Ἕτερον· σμύρναν ὅσον τριώβολον, κόριον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον Αἰθιοπικόν· ταῦτα τρίψας λεῖα, οἴνῳ λευκῷ διεὶς, δίδου πίνειν, ἀκροχλίερον ποιήσας. Ὑστέρας ἐλαύνει· τοῦ κροτωνοειδέος τὴν ῥίζαν δίδου πίνειν. Ἢν πρὸς τὴν καρδίην προσπεσοῦσαι αἱ
360
ὑστέραι πνίγωσιν, ἄγνου τὸν καρπὸν καὶ γλυκυσίδης δίδου ἐν οἴνῳ πίνειν. Προσθετὰ δριμέα αἷμα ἄγοντα· κανθαρίδας πέντε ξυμμίξας τῷ λιβανωτῷ καὶ τῇ σμύρνῃ, τὸ μέγεθος ποίει ὅσον κηκίδα, πρόμακρον ποιήσας, καὶ περιθεὶς εἰρίῳ, περιελίξας τε ὀθονίῳ λεπτῷ, βρέξας μύρῳ Αἰγυπτίῳ λευκῷ ἢ ῥοδίνῳ, πρόσθες. Ἕτερον· βούπρηστιν, ἢν μὲν μικρὴ ᾖ, ὅλην, ἢν δὲ μεγάλη, τὸ ἥμισυ ξύμμισγε πρὸς τοῖς ῥηθεῖσι καὶ τὸν αὐτὸν τρόπον προστίθει. Ἢν δὲ μαλακωτέροισιν ἐθέλωσι χρῆσθαι, τὰς βουπρήστιας ἔμβαλλε ἐς οἶνον, κύμινον Αἰθιοπικὸν παρεμβαλὼν, καὶ σέσελι, καὶ ἄνισον, ἀναζέσαι, ἐς τὰς δέκα βουπρήστιας ξυμμίξας ὀξύβαφον ἐλαιηρὸν, τῶν ἄλλων ἁπάντων ἴσον ἑκάστου· μῖξαι δὲ σμύρναν, λιβανωτὸν ὀλίγον· τούτου λαβὼν ὅσον δραχμίδα, προσθεῖναι, ὥσπερ ἐν τῷ πρόσθεν προσθήματι. Ἕτερον· τοῦ μελανθίου τρίψας μέλιτι, δεύσας οἴνῳ, βάλανον ποιήσας πρὸς τῷ πτέρῳ προσθέσθω. Ἕτερον· φιλίστιον τὸν αὐτὸν τρόπον ποιέων προστίθει. Ἕτερον· τηλεφίου καρπὸν τὸν αὐτὸν τροπον ποιέων προστίθει. Ἕτερον· ἀνεμώνης φύλλα τρίψας, ἐνθεὶς ἐς ῥάκος, καὶ σμύρνης μικρὸν ξυμμίσγων, τὸν αὐτὸν τρόπον χρῆσθαι. Ἄγει αἷμα· βάλανον Αἰγυπτίην τρίψας καὶ Σούσινον [ὅ ἐστι γῆ
362
Αἰγυπτίη], ὕδατι διεὶς, εἰρίῳ ἑλίξας, προστίθει. Ἕτερον χολὴν καθαῖρον· σικύης ἐντεριώνην λείην τρίψας, μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει. Ἕτερον· κολοκυνθίδος ἀγρίης τὸ εἴσω λεῖον ποιήσας, μέλιτι φυρήσας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· ἐλατηρίου πόσιας τέσσαρας, ξυμμίσγων στέαρ χήνειον καὶ αἴγειον καὶ μίσυ, βάλανον ποιέων, προστίθει ἐν τῷ ῥάκει. Ἕτερον· θλάσπιν λείην ποιέων, μέλιτι φυρέων, προστίθει. Ἕτερον· σύκου παλαιοῦ τὸ πῖον ξύσας, καὶ ξυμμίξας πόσιας ἐλατηρίου δύο καὶ νίτρου ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἕτερον· ἢν φλεγμήνῃ· νίτρον ἐρυθρὸν, σύκου τὸ εἴσω τὸ πῖον, ἴσον ἑκάστου, τρίψας λεῖα, ὅσον κηκίδα ποιήσας, προστίθει. Ἕτερον· κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν ῥᾴκει προστίθει. Ἕτερον· τὴν λευκὴν ῥίζαν τρίψας λείην, μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανον ποιήσας, προστίθει. Ἕτερον· ὀπὸν σιλφίου καὶ σῦκον μίξας, βάλανον ποιέων, προστίθει. Ἕτερον· σικύης σπέρμα τρίψας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· χολὴν ταύρου, καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλάμινον, τρίψας τουτέων ὅσον κηκίδα, τοῦ κυκλαμίνου δὲ πλεῖστον, μέλιτι ξυμμίξας, προστίθει. Ἕτερον· τοῦ κρομμύου τὴν κεφαλὴν καθαίρειν, ἐν ὕδατι τρίψας, ἐς ῥάκος ἀποδήσας, προσθεῖναι. Ἕτερον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, μέλιτι ταῦτα φυρήσας, ἐς
364
ῥάκος ἔνθετα προσθεῖναι. Ἕτερον· κόκκους ἐκλέξας ὅσον τριήκοντα, καὶ τρίμματα μηδικοῦ φαρμάκου τοῦ τῶν ὀφθαλμῶν ὃ καλεῖται πέπερι, καὶ τοῦ στρογγύλου ὃ καλεῖται, ταῦτα τὰ τρία τρίβων ἐν οἴνῳ παλαιῷ, λεῖα διεὶς, γλυκεῖ ἐλαίῳ ἀναφυρέων, περὶ τὸ εἰρίον περιθεὶς, προσθέσθω, καὶ διανιζέσθω οὔρῳ. Ἕτερον· τιθυμάλου ὀπὸν μέλιτι φυρήσας, ἐς ῥάκος ἐνθεὶς, προστιθέναι. Ἕτερον· σκίλλης ῥίζαν ὅσον ἑξαδάκτυλον καθελίξας τοὺς δύο δακτύλους, ἐρίῳ πρόσθες. Ἕτερα μαλθακτικὰ, ὑφ’ ὧν καθαίρεται ὕδωρ καὶ αἷμα, ἐπιμήνιά τε ἄγονται, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσεται· ναρκίσσινον, κύμινον Αἰθιοπικὸν, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, τῶν μὲν ἄλλων ἴσον ἑκάστου, τοῦ δὲ ναρκισσίνου μοίρας τέσσαρας, ἐπικτένιον ὠμόλινον ξυμμίξας, ταῦτα τρίψας, καὶ ποιήσας βάλανον, προστίθει. Ἕτερον· κυκλαμίνου μέγεθος ὅσον ἀστραγάλου, καὶ ἄνθος χαλκοῦ ὅσον κύαμον τρίψας, καὶ μέλιτι δεύσας, καλῶς ποιήσας βάλανον, προστιθέναι. Ἕτερον· γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν, μέλιτι φυρήσας, καὶ ποιήσας βάλανον, προστιθέναι. Ἕτερα στρυφνά· ῥοῦν οἴνῳ μέλανι φυρήσας, προσθεῖναι. Ἕτερον· κνίκον τὸν αὐτὸν τρόπον ποιήσας, προστίθει. Ἕτερον· λωτοῦ πρίσματα τὸν αὐτὸν τρόπον ποιέειν. Ἕτερον· ῥοῦν μέλιτι μίξας, προσθεῖναι.
366
Ἕτερα μαλθακτήρια· θεῖον, στέαρ, ὠοῦ λέκιθον, ἄλητον, μέλιτι φυρήσας, ταῦτα παραχλιαίνων, τὸ ἀποστάζον εἰρίῳ πρόσθες. Ἕτερον· χηνὸς ἔλαιον καὶ στέαρ μήλειον, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον, ῥάκος κατατίλας λεπτὸν, προστίθει. Ἕτερον· ἐλάφου μυελὸν καὶ στέαρ τήξας ἐν εἰρίῳ πρόσθες. Ἕτερον· στέαρ ὄϊος ἢ αἰγὸς καὶ ὠοῦ τὸ λευκὸν ῥοδίνῳ μύρῳ ἀναφυρήσας, εἰρίῳ ἀνασπογίσας, πρόσθες.

33. Κλυσμοί· ὀλύνθους τοὺς χειμερινοὺς ἐμβαλὼν, ἑψεῖν ἐν ὕδατι ὑποκαίων ἡσυχῇ, ἔπειτα ἀποχέας, ἔλαιόν τε ἐπιχέων, κλύζειν· μετακλύζειν δὲ σιδίοισι καὶ κηκίδι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ ἑψῶν στρυφνῷ, ἀποχέων δὲ κλύζειν. Ἕτερον· τρύγα κατακαίων ἐς ὕδωρ βάλλε, ἔπειτα τῷ ὕδατι κλύζειν, μετακλύζειν δὲ σιδίοις, μύρτοις, ῥοῦ φύλλοις, ἀφεψῶν ἐν οἴνῳ. Ἕτερον· σχίνου φύλλα, ἐλελισφάκου, ὑπερικοῦ ἑψήσας ἐν οἴνῳ μέλανι· ἢν ἑλκωθῇ δέ τι τῶν μητρέων, βούτυρον, λιβανωτὸν, σμύρναν, ῥητίνην ὀλίγην, τουτέοισι χρὴ κλύζειν. Ἕτερον· πράσα ἑψήσας ἐν ὕδατι, ἀποχέων δὲ ὕδωρ, οἴνῳ μίξας, κλύζε. Ἀκτῆς καρπὸν, ἄνισον, λιβανωτὸν, σμύρναν, οἶνον, τῷ χυλῷ τουτέων κλύζειν. Ἕτερον· κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ τῆς κράμβης ἕψε τὴν λινόζωστιν, παρεμβάλλων λίνου σπέρμα μικρόν· ἔπειτα ἀποχέας κλύζε. Ἕτερον· σμύρνης ὅσον ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄνισον, λίνου σπέρμα, νέτωπον, ῥητίνην, μέλι, χηνὸς ἔλαιον, ὄξος λευκὸν, τὸ Αἰγύπτιον,

368
τουτέων ἑκαστου τὸ ἴσον τρίψας, διεῖναι οἴνου λευκοῦ κοτύλαις δυσὶν· ἔπεῖτα χλιερῷ κλύζειν. Ἕτερον· λινόζωστιν ἐν ὕδατι ἑψήσας, ἀπηθήσας, σμύρνης ὀξύβαφον, λιβανωτοῦ, νετώπου, ἴσον ἑκάστου μίζας, χλιερῷ κλύζειν. Ἕτερον· ἐλελίσφακον καὶ ὑπερικὸν ἐν ὕδατι ἑψήσας, τῷ ὕδατι κλύζε. Ἕτερον· ἀκτῆς καρπὸν, δαφνίδας, ἑατέρου τὸ ἴσον, ἐν οἴνῳ ἕψε, ἔπειτα τῷ οἴνῳ κλύζε. Ἕτερον· γλήχωνα ἐν ὕδατι ἑψήσας, ἔλαιον περιχέας, μεθ’ ὕδατος κλύσον. Ἕτερον· χηνὸς ἔλαιον, ῥητίνην ξυντήξας, κλύσον. Ἕτερον· βούτυρον, κέδρίνον ἔλαιον παραμίξας ὀλίγον, μέλιτι διατήξας ταῦτα, κλύσαι· χλιερῷ. Ἕτερον· κύπειρον, σχοῖνον, κάλαμον, ταῦτα ἴσα τῇ σμύρνῃ μίγνυται, σισύμβριον οἴνῳιέψῶν κλύζειν. Ἕτερον· σελίνου καρπὸν, ἀνίσου, σεσέλιος σπέρμα, μελάνθιον οἴνῳ ἑψήσας, κλύζειν. Ἕτερον· κέδρον κρητικὴν ἐν οἴνῳ ἑψήσας, κλύζε. Ἕτερον· ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι, κλύζε. Ἕτερον· ἀργυρίου ἄνθος ἐν οἴνῳ καὶ ὕδατι κλύσαι. Ἕτερον· ἐλατήριον ὅσον δύο πόσιας ὕδατι διεὶς, κλύσαι. Ἕτερον· κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ γάλακτι ἑφθῷ ἀποβρέξας, ὅσον τέσσαρας, κοτύλας, ἀπηθήσας, κλύζε. Ἕτερον· σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κατύλαις τέσσαρσι, μέλι καὶ ἔλαιον ἐπιχέας, κλύσαι. Ἕτερον· τῆς θαψίης ῥίζης ὅσον δύο πόσιας καὶ μέλι καὶ ἔλαιον, διεὶς ὕδατος κοτύλῃσι δυσὶ, κλύσαι. Ἕτερον· ἐλλεβόρου ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ, ὅσον δύο κοτύλαις, κλύσαι χλιερῷ. Ἕτερον· θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμίξας, ὕδατος διεὶς ὅσον δύο κοτύλῃσι κλυσαι χλιερῷ. Ἕτερον· σικύης
370
ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατος κοτύλῃσι πέντε, ἔλαιον παραμίξας, κλύσαι. Ἕτερον· κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὑποδιεὶς, κλύσαι. Ἕτερον· ἢν φύσει φλεγματώδης ᾖ· κνεώρου ποσὸν τρίψας, διεῖναι μελικρήτου κοτύλῃ αἰγινητικῇ, τουτέῳ κλύσαι· ἢν δὲ χολώδης ᾖ, τῆς δάφνης ὅσον πόσιν, τῆς ἐδώδεος ὅσον δραχμήν. Ἕτερον· σκαμμωνίης ὅσον πόσιν τρίψας, διεῖναι μελικρήτῳ ἢ ἀπὸ σταφίδος ὕδατι, ὅσον κοτύλῃ Ἀττικῇ. Ἕτερον· δαφνοειδέος πόσιν κατὰ τὸν αὐτὸν λόγον, ἢν φύσει ᾖ χολώδης, τουτέῳ κλύσαι· ἢν δὲ φλεγματώδης, κόκκους ἐκλελεγμένους καὶ τοῦ τιθυμάλου ὀποῦ ὅσον πόσιν κλύζειν ὡσαύτως· κνεώρου καὶ μηκωνίου, ὡσαύτως ἑκατέρου τουτέων χρῆσθαι χρή. Κλύζε δὲ, ἢν δέη, κλυσμῷ πλέον ἢ δυσὶ κοτύλαις.

34. Ὑποθυμιήσεις δέ ἐστι κεκομμένα ταῦτα· κηκίδα θυμιῇν. Πρίσματα λωτοῦ ἐλαίης φύλλοις ξηροῖς κεκομμένοις μίξας καὶ φυρήσας ἐλαίῳ, ὑποθυμιῇν. Ἀνθρακας ὑποβαλὼν, κριθῶν ἄχυρα νοτερὰ ἐπιβάλλων, ὑποθυμιῇν. Ἀπ’ ἀμφορέως ἐλαιηροῦ τὸ ἐπίθεμα, τὴν στοιβὴν ὑποκαίων, πρίσματα κυπαρίσσου ὑποβάλλων, θυμιῇν. Σκαμμωνίην, σμύρναν, λιβανωτὸν, μύρον περιχέας, ὑποθυμιῇν. Ἄσφαλτον, κριθῶν ἄχυρα ξυμμίξας, ὑποθυμιῆν. Θεῖον ἐλαίῳ φώκης ἀναδεύσας, ὑποθυμιῇν. Μελίην, κυπαρίσσου πρίσματα, κυπείρου ῥίζαν, μύρον

372
ῥόδινον δεύσας, θυμιῇν. Κάλαμον, κύπειρον, βρυωνίην, βρύον, σελίνου σπέρμασι ἄνισα μίξας ὁμοῦ καὶ μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Ῥητίνην αὔην ἐπὶ σποδὸν ἐπιβάλλων, ὑποθυμιῇν. Κιννάμωμον, σμύρναν, κασίην, ἴσον ἑκάστου, κρόκον μίσγοντα. Σμύρναν, τὸ βρύον ἴσον τῷ κρόκῳ. Κάλαμον, κνέωρον, κρόκον, ῥόδων φύλλα ἐρυθρὰ τὰ ἡδὺ ὄζοντα τρίψας καὶ ξηρήνας, ξυμμίσγειν τῷ κρόκῳ καὶ στύρακα ἥμισυ τοῦ κρόκου, ταῦτα λεῖα ξυμμίξας καὶ ξηρήνας, μέλιτι ἑφθῷ δεύσας ὡς ἐλαχίστῳ, τουτέων δὲ πάντων ξυμμεμιγμένων ἔστω ἡ θυμίησις, ὀβολὸς Ἀττικὸς σταθμός· ταῦτα θυμιῇν ἐπὶ βολβίτου· τὸ δὲ βόλβιτον πλάσσειν, οἷον ὀξύβαφον ἐλαιηρόν· τὸν πυθμένα δὲ ἐχέτω λεπτόν· ἔστω δὲ ξηρόν· τὸ πῦρ δὲ ἔστω κλημάτινον, ἐφ’ οὗ τὸ βόλβιτον κείσεται· ἐν τῷ ἐχίνῳ περιβάσα θυμιήσθω. Χαλβάνην, ῥητίνην, μάνναν, μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Πανάκεος καὶ κυπαρίσσου πρίσματα δεύσας μύρῳ Αἰγυπτίῳ λευκῷ θυμιῇν. Κιννάμωμον καὶ νάρδον καὶ σμύρναν μύρῳ ῥοδίνῳ δεύσας ὑποθυμιῇν. Λευκοΐου τὸν καρπὸν, κέδρου πρίσματα, καὶ χαλβάνην μέλιτι ἀναφυρήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας ἐλαίῳ φώκης δεύσας, ὑποθυμιῇν. Φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον καὶ σπόγγον καὶ βρύα ὁμοῦ λεῖα μίξας, τῷ ἐλαίῳ τῆς φώκης περιποιήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ φώκης πλεύμονα καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Βόλβιτον, κέρατος πρίσματα, καὶ ἄσφαλτον ὑποθυμιῇν. Ἀκάνθης Αἰγυπτίης καρπὸν καὶ
374
κέδρου πρίσματα καὶ μυρσίνης φύλλα ξηρὰ, ταῦτα ποιήσας λεῖα, μύρῳ ὀποβαλσάμῳ δεύσας, ὑποθυμιῇν. Ἀρώματα ἐς μύρον ἐμβάλλόμενα ὑποθυμιῇν. Γίγαρτα κόψας λεῖα, καὶ κεδρίδας, καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυρίῃσιν ἐς βόλβιτον κεκομμένον καὶ σεσησμένον, ὄξους τὸ ἥμισυ, ὀροβίου τὸ ἥμισυ ἐμβάλλων, πυριῇν βληχρῶς· ἐπὴν δὲ πυριήσῃς, φάκιον πιπίσκειν, καὶ ἀπεμεῖν, καὶ ῥοφῇν δοῦναι ἄλητον, καὶ ἐπιπίνειν οἶνον· τῇ δ’ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ ἑτέρῃ διουρητικόν. Ἐρεβίνθους λευκοὺς δύο τρίψας, τῆς δὲ σταφίδος τρίτον, ἐπιχέας ἥμισυ ὕδατος, ἐνεψεῖν, ἔπειτα ἀποχέας, ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ δοῦναι πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον καὶ τοῦ λίνου σπέρμα τουτέοις ἀμφοτέροις μίξας καὶ ἀλφίτον, διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ κοτύλῃσι τέσσαρσιν. Ἐλαίου τρία ἡμικοτύλια, ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, ταῦτα ἑψεῖν ἐγχέας ἐς κρατήριον θερμὸν, πυριῇν ὀστράκοις θερμοῖς, ἐπὶ διφροῦ ἐπικαθίσας, περικαλύψας τε ἱματίοις. Τῆς ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, καὶ τῆς μυρσίνης τὸ ἴσον ἐμβάλλων ἐς ὕδωρ, ἑψήσας καὶ ἀποχέας τὸ ὕδωρ, ἐμβάλλων κριθῶν ἄχυρα, ἑψήσας, ἔμβαλλε ἐς ῥάκος, ἔπειτα τουτέῳ πυριῇν, ὡς ἂν δύνηται θερμοτάτῳ ἀνέχεσθαι μάλιστα. Ὄξος, ἔλαιον, ὕδωρ, μέλι κεράσας, ταῦτα ἀνάζεσον σφόδρα, ἔπειτα λαβὼν κύστιν χωρέουσαν ὡσεὶ χοέα, ἢ ἀσκίον ὡς λεπτοδερμότατον, ἐγχέας, καὶ περιελίξας ῥάκει εἰρίῳ, πυριῇν· ὁκόταν δὲ διερὸν τὸ ῥάκος γένηται, ἕτερον περιελίσσειν. Τῆς πίτυος τὸν φλοιὸν καὶ τοῦ ῥοῦ τὰ φύλλα ἐμβάλλων, ἑψήσας ἰσχυρῶς, ἀποχέας τε τὸ ὕδωρ, καὶ κριθῶν ἄχυρον ἕψε, ἔλαιον ἐπιχέας· ὁκόταν δὲ συνεψήσῃς, ἐμβαλὼν ἐς ῥάκος, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ
376
ἔλαιον, ἕψε, ἕως ἂν ξυνεψήσῃς· ἔπειτα ἐμβαλὼν ἐς ῥάκος, πυρία. Ἀρώματα ἐς τὸ ὕδωρ ἐμβαλλόμενα ἑψήσας ὅσον χοίνικα, καὶ τῷ ὕδατι πίτυρα πύρινα ἑψήσας, τὸν αὐτὸν τρόπον πυρία. Κηκίδα κόψας καὶ ῥάμνου τὸν φλοιὸν, ἀφεψήσας ἰσχυρῶς, πίτυρα πύρινα φύρησον τῷ ὕδατι καὶ παράμιξον ἔλαιον· ἔπειτα ἡμίοπτον ποιήσας ἄρτον ὅσον διχοίνικον, ἐνδήσας ἐς ῥάκος, πυρία. Κράμβην καὶ σίσαρα ἀφεψῶν, τῷ χυμῷ ποίησον τὸν αὐτὸν τρόπον. Κριθῶν ἄχυρα ξυνεψῶν, ἔλαιον ἐπιχέας, ἐς ῥάκος ἐνδέων, πυρία. Στρύχνον καὶ τῆς ἐλαίης τὰ φύλλα ἀφεψῶν, τὸν αὐτὸν ποίει τρόπον. Καὶ ταῦτα δὴ, ἢν μὲν βούλῃ ὑγροῖσι χρῆσθαι, πυρία, ὡς γέγραπται· ἢν δὲ βούλῃ ξηροῖς, ἄρτους ποιέων καὶ ἐξόπτους καὶ ἡμιόπτους, πυρία· πυρία δὲ καὶ ὀστράκοις ἐς ῥάκος ἐνειλίσσων, καὶ αὐτοῖς τοῖς ῥάκεσι θερμαίνων, καὶ τοῖς φακοῖς τοῖς ὀστρακίνοις, τὸ ὕδωρ ἐγχέων ζεστόν. Προστίθει δὲ καὶ πρὸς τοὺς πόδας τῆς ἴρεως τὴν ῥίζαν, κόπτων καὶ ἀφεψῶν τὸν αὐτὸν τρόπον πυρία.

35. Ἢν ὕδωρ ἐγγένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου, καὶ κυΐσκεται ἑκάστοτε διμήνου μικρῷ πλέον· ἐπειδὰν δὲ οὗτος ὁ χρόνος γένηται, καὶ διαφθείρει, καὶ ὕδωρ ἐν αὐτῇ γίνεται πουλὺ. Ταύτην δὲ χρὴ γαλακτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἕως ἂν κινεῖσθαι ἄρχηται τὸ ἔμβρυον· ὡς ἐπιτοπουλὺ δὲ πρὸ τουτέου διαφθείρεται καὶ ἐξαμβλοῦται, καὶ αἵματος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλλον ἐκ πόνου ἢ ἄλλως. Τοῦτο δ’ ἂν γνοίης ὅτι ὕδρωψ ἔνεστιν, ἐσαφάσσων

378
τῷ δακτύλῳ·, ὄψει γὰρ τὸ στόμα αὐτέων ἰσχνὸν καὶ ἀφανιζόμενον, περίπλειον ὑγρασίης. Ἢν δὲ αὐτῇ μὴ κατ’ἀρχὰς ἀλλ’ ἤδηεκινούμενον διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νείαιρα ἐπανοιδέει, καὶ ἀλγέει ἁπτομένη ὥσπερ ἕλκεος, καὶ πυρετὸς αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἔχει ἐς αὐτά τε τὰ αἰδοῖα καὶ τὴν νειαίρηνγαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὴν ὀσφῦν ὀξεῖά τε καὶ σπερχνή. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν θερμῷ, καὶ ὅπη ἂν ἡ ὀδύνη λαμβάνῃ, τῶν, χλιασμάτων πειρεύμενος ὅ τι μάλιστα προσδέχεται· προστιθέναι, καὶ φάρμακον πῖσαι καθαρτήριον κάτω· διαλιπὼν δὲ χρόνον ὅσον ἂν δοκέῃ σοι καιρὸς εἶναι, καὶ πυριήσας, προστιθέναι· τῆς κυκλαμίνου ἀποδήσας ὅσον περ, ἔνθες ἐς ῥάκος, καὶ τῷ μέλιτι δεύων, προστιθέναι πρὸς τὸ στόμα τῶν ὑστερέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προστιθέναι ὡσαύτως, ἐλάσσω δὲ χρόνον καὶ διὰ πλείονος τοῦτο ὅσῳ μᾶλλον δάκνει καὶ ἐξελκοῖ· καὶ μήλην ποιησάμενος κασσιτερίνην καθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν προσδέχηται πιπίσκειν· καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ, ὡς μάλιστα τῶν καιρῶν παριόντων· ἢν γὰρ ξυλλάβᾑ τὴν γονὴν καὶ κυήσῃ καὶ τέκῃ, ὑπεκκαθαίρεται, καὶ τὰ πρόσθεν ὑπεόντα ξὺν αὐτῷ, καὶ ὧδε ἂν μάλιστα ὑγιὴς γένοιτο.

36. Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τό τε στόμα τρηχὺ γίνεται, καὶ τὰ ἐμμήνια κρύπτεται· ὁκόταν δὲ προφανῇ, ὥσπερ ψάμμος, καὶ ἡ γονὴ οὐ γίνεται τουτέου τοῦ χρόνου· ἢν δὲ καὶ ἐσαφάσσῃς τῷ δακτύλῳ, τρηχὺ τὸ στόμα εὑρήσεις τῶν μητρέων. Ὁκόταν ὧδε ἔχᾑ,

380
τῆς κυκλαμίνου χρὴ τρίψαντα καὶ ἁλὸς καὶ σύκου ὠμοῦ μίσγοντα καὶ ἀναποιοῦντα μέλιτι προστιθέναι, καὶ πυριήσαντα κλύσαι τοῖσι καθαρτηρίοισιν· ἐσθιέτω δὲ τὴν λινόζωστιν καὶ κράμβας ἑφθὰς, καὶ τὸν χυλὸν ῥοφεέτω, καὶ θερμῷ λουέσθω.

37. Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια κρύπτεται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται. Ἕως ἂν οὕτως ἔχῃ, ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει τὸ στόμα τρηχὺ, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ πυρετὸς αὐτὴν λαμβάνει καὶ βρυγμὸς, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὸν κενεῶνα καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἢν ἐν αὐτῇ διαφθαρὲν σαπῇ τὸ ἔμβρυον· ἔστι δ’ ᾗσι καὶ ἐκ τόκου γίνεται· πολλάκις δὲ καὶ ἄλλως. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν· ὅταν δὲ νεόλουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦ, καὶ ἀνεύρυνε τὸ στόμα αὐτέων, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ προστιθέναι ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων ὡσαύτως πιπίσκειν, καὶ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρότερον.

38. Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἔχει καὶ ὀδύνη, ὑπὸ τὸ πλευρὸν οἷον σφαῖρα, καὶ ἁπτομένη πονέει ὥσπερ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει περιπλευμονίη εἶναι, καὶ σπᾶται, καὶ κυφὴ γίνεται, καὶ τὰ ἐπιμήνια ὅλως οὐ προφαίνεται, ἐνίῃσι δὲ προφανέντα οἴχεται, τὰ δὲ γενόμενα ἀσθενέα τε καὶ ὀλίγα ἢ κακίω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου. Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν

382
αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται, προσίσχειν, καὶ προστιθέναι, ὑφ’ ὧν καθαίρεται αἷμα· καὶ λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας καὶ τῶν μηκώνων τῶν λευκῶν σὺν ἀλφίτοις λεπτοῖς, καὶ τυρὸν αἴγειον, περιξέσας τὸν, ῥύπον καὶ τὴν ἅλμην, ταῦτα μίσγειν, τοῦ τυροῦ δύο, ἓν δὲ τῶν ἄλλων, ἓν δὲ τῶν ἀλφίτων ἑώλων ἀνάλτων, νήστει δίδου πίνειν ἐν οἴνῳ· ἑσπέρης δὲ κυκεῶνα παχὺν, μέλι ἐπιχέων, δίδου· καὶ τῶν πομάτων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· καὶ πυριῇν πυκνὰ, τῷ θερμῷ δὲ αἰονᾷν· καὶ τῇ κηρωτῇ ἡσυχῇ μαλάσσοντα ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ· καὶ γαλακτοποτεῖν, τὸ βόειον γάλα ὅτι πλεῖστον, ἐφ’ ἡμέρας τεσσαράκοντα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος σπερχνή τε, καὶ θανατώδης, καὶ ὀλίγαι διεκφυγγάνουσιν αὐτὴν καὶ μελεδαινόμεναι.

39. Ἢν τὸ στόμα, ξυμμύσῃ, γίνεται ἰσχυρὸν ὥσπερ ἐρινεὸν, καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει σκληρὸν καὶ ξυνεστραμμένον, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ τὰ ἐπιμήνια ἀποκεκρύφαται, καὶ τὴν γονὴν οὐκ ἐνδέχεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἔχει τὴν νείαιραν γαστέρα καὶ τὴν ὀσφῦν καὶ τὸν κενεῶνα· ἔστι δ’ ὅτε καὶ ἄνω προσίσταται καὶ πνίγει. Ὁκόταν οὖν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ καὶ θερμῷ, καὶ προστιθέναι ἅπερ μαλθάσσει τὸ στόμα, καὶ τὴν μήλην καθιέναι, καὶ ἀναστομοῦν, καὶ τὸν δάκτυλον

384
ὡσαύτως, καὶ αἰονῇν. Ὁκόταν οὖν μαλθακὸν ᾖ, προστιθέναι ὁκόσα καθαίρει αἷμα· καὶ τῶν ποτημάτων διδόναι πειρώμενον ὅ τι ἂν προσδέχηται· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφείτω.

40. Ἢν παραλοξαίνωνται αἱ μῆτραι, καὶ τὸ στόμα αὐτέων λοξὸν γίνεται, καὶ τὰ ἐπιμήνια αὐτῇ τοτὲ μὲν κρύπτεται, τοτὲ δὲ προφανέντα οἴχεται, καὶ οὐχ ὅμοια γίνεται, ἀλλὰ κακίω τε καὶ ἐλάσσω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τὴν ὀσφῦν καὶ τὸ ἰσχίον, καὶ ἐφέλκει αὐτό. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν· ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον ἐσαφάσσουσα, ἀπορθούτω καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου πειρεύμενος ὅ τι ἂν μάλιστα προσδέχηται· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω ἑφθὰ καὶ ὠμὰ, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐπὶ τοῦ ὑγιέος ἰσχίου κατακείσθω· τὸ δὲ ἕτερον πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.