De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
20. Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον πουλὺ καὶ παχὺ ἀποπιέζει τὰς ὑστέρας, καὶ τὴν γονὴν οὐκ εἰσδέχεται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὅ τι καθαίρει αὐτὰς καὶ φύσας οὐκ ἐμποιεῖ.
21. Ἢν δὲ τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τὸν δάκτυλον παρεισάγων, γνώσῃ, καὶ ἐπὴν πρὸς τὸ ἰσχίον ἔωσιν ἀπεστραμμέναι. Ὅταν ὧδε ἔχῃ, μηδὲν προσφέρειν δεινόν· ἢν γὰρ ἐξελκώσῃς τὸ στόμα, ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· ἀλλὰ προστιθέναι ἃ μὴ δάκνει, ὑφ’ ὧν καθαίρεται.
22. Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν ἐθέλῃς καθῆραι, καὶ ᾖ χολώδης ἢ φλεγματώδης, γνώσῃ τῷδε ὁκότερον ἂν ᾖ μᾶλλον· ψάμμον ὑποβάλλων, ἐπὴν τὰ ἐπιμήνια γένηται, ἐν τῷ ἡλίῳ ἐπιχέας τὸ αἷμα, ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπάνω τῆς ψάμμου ἔσται τὸ αἷμα ὠχρὸν, ἢν δὲ φλεγματώδης, οἷον μύξα· καὶ δὴ ὑκότερον ἂν ἔῃ καθήρας κάτω, πρὸς τὰς ὑστέρας προσθεῖναι προσθετά.
23. Ἢν τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται, ἢν μὲν ὑπὸ πόνου ᾖ, πρῶτον μὲν τὴν κοιλίην καθῆραι κάτω, ἔπειτα προσθεῖναι, ὑφ’ οὗ αἷμα καθαίρεται ἐκ τῶν ὑστερέων· ἔπειτα διαλιπὼν ἡμέρην μίην ἢ δύο, ὑφ’ οὗ αἷμα καθαίρεται προσθεῖναι· τὸν δὲ ἄλλον χρόνον τὸν φλοιὸν πινέτω τοῦ κρήθμου ἐν οἴνῳ τρίψασα.
24. Ἢν ὑγρότερον τοῦ καιροῦ τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθῇ, καὶ φλεγμῆναν σκληρὸν γένηται. Ἢν δὲ σκιῤῥωθῇ, τὰ δριμέα προσφέρειν· δάκνοντα γὰρ διαχεῖ τὸν ἰχῶρα· ἔπειτα μαλθακὰ προστιθέναι· ἐς δὲ τἄλλα νουσήματα ὡς ἥκιστα προστιθέναι.
25. Ἢν ἐς τὸ ἰσχίον λεχοῖ καταστηρίξωσιν αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα, προστίθεσθαι χρὴ πρὸς τὸ ὑγιὲς ἰσχίον ἔλαιον Αἰγύπτιον λευκὸν ἢ βακκάριον, καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω, καὶ πενέτω γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ὅσον χηραμίδα, καὶ κάστορος ὅσον κύαμον ἐν οἴνῳ· ἔπειτα λουσαμένη θυμιήσθω, καὶ τοῖσι πότοισι καὶ σιτίοισι χρήσθω μαλθακοῖσι, καὶ λινοζώστει, καὶ τοῖσι δριμέσι πᾶσι χωρὶς ῥαφάνου καὶ κρομμύων.
26. Ὁκόταν πνίγωσιν αἱ ὑστέραι, ὑποθυμιῇν χρὴ τὰ κακώδεα πάντα ὑπὸ τὰς ῥῖνας, ἄσφαλτον, θεῖον, κέρας, ἐλλύχνιον, φώκης ἔλαιον, καστόριον· ὑπὸ δὲ τὰ αἰδοῖα τὰ εὐώδεα.
27. Ἢν δὲ λεχοῖ αἱ ὑστέραι φλεγμήνωσι, πίμπραται καὶ πνὶξ ἔχει. Ὁκόταν ὧδε ἔχῃ, παρατείνας ὀθόνιον βρύα θαλάσσια λεπτὰ καταπλάσσειν· ἔπειτα ὠμήλυσιν καὶ σποδὸν κληματίνην καὶ λίνου σπέρμα, ὄξος καὶ ἔλαιον ἐπιχέας, ἑψεῖν ἕως ἂν οἷόν περ σταῖς γένηται· ἔπειτα καταπλάσαι, ἢν θερμοτέρῳ δύνηται ἀνέχεσθαι, τὴν νείαιραν γαστέρα.
28. Ἢν δὲ πεπήγωσι, φακοὺς ἑψήσας ἐν ὄξει καὶ ἡδυόσμῳ πολλῷ, ἕλκειν τὴν ἀτμίδα ἐς τὸ στόμα καὶ τὰς ῥῖνας προσίσχειν, καὶ τὰ κακώδεα ὑποθυμιῇν, καὶ λινόζωστιν ἐσθίειν· καὶ ἐν τῷ χυλῷ ἄλητον ἑφθὸν ῥοφείτω· ὅτι τάχιστά τε καὶ πρὶν ἢ τὴν ὀδύνην ἔχειν, πρότερον χρὴ διδόναι τῶν φαρμάκων ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης· καὶ σιτία διαχωρητικὰ προσφερέσθω· ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύσαι.