De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
14. Ἢν αἱ μῆτραι ἐς τὸ μέσον τῶν ἰξύων ὦσιν, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰ σκέλεα ὕστερον, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἐγγίνονται ὀξύτεραι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης, καὶ τὸ οὖρον στάζει, καὶ λειποψυχέει. Ὁκόταν ὧδε ἔχῃ, αὐλίσκον προσδήσας πρὸς κύστιν, φυσῆσαι τὰς ὑστέρας, καὶ πυριῆσαι ἢ λοῦσαι πολλῷ θερμῷ, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, φάκιον προπίσας, φάρμακον πῖσαι ἄνω, ὑφ’ οὗ ἡ κοιλίη οὐ κινηθήσεται. Ἐπὴν δὲ αἱ ὑστέραι καταστῶσιν ἐς χώρην, φάρμακον πῖσαι κάτω καὶ γάλα μεταπῖσαι· ἔπειτα πυριήσας τὰς ὑστέρας οἴνῳ, τὰ σὺν τῇ δάφνῃ ἐμβάλλειν, καὶ προστιθέναι ἃ μὴ δήξεται, ξυμμίσγων τὸ ὄξος· ἔπειτα ὑποθυμιῇν τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ καὶ χωλαὶ ἐκ ταύτης τῆς νούσου γίνονται.