De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

109. Γυναικεῖα καθαρτήρια· ἢν μὴ πορεύηται ἡ κάθαρσις, λαβὼν σικύης ἐντεριώνην ὅσον τριώβολον καὶ ἀρτεμισίην ποίην καὶ

424
λιβανωτοῦ ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἰρίον ἐνελίξας, πρόσθες πρὸς τὸ στόμα τῆς μήτρης, τῆς ἡμέρης πεντάκις τοῦτο ποιῶν. Τὸ ἀμπέλιον τρίβων χλωρὸν ἐν μέλιτι, καὶ ἐς εἰρίον ἐνελίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ σικυώνης ἐντεριώνην καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες. Ἀβρότονον ὅσον τριώβολον τρίψας ἐν μέλιτι, ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἐλατηρίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν τρίψας, καὶ μέλιτι ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἢν γυνὴ μὴ κυΐσκηται, καθαρτήριον· ταύρου οὖρον ξυλλέξαι ὅσον τρεῖς κοτύλας, ἔπειτα λαβὼν ἀρτεμισίην ποίην ἢ παρθένιον ἢ ἀδίαντον καὶ δάφνην χλωρὴν καὶ κέδρου πρίσματα, κόψον λεῖα ἐν ὅλμῳ, εἶτα ὀρύξας βόθρον, ἐγκαύσας τε ἄνθρακας, καὶ ἐπιθεὶς χύτραν, ἔγχεον τὸ οὖρον τοῦ ταύρου, καὶ ἔμβαλε τὰ κεκομμένα ἐν τῷ ὅλμῳ· ἔπειτα περιθεὶς δίφρον, ἐπίθες τῆς ἀρτεμισίης ποίης, ἢ ὕσσωπον, ἢ ὀρίγανον· εἶτα ἐπικαθίσας τὴν γυναῖκα, πυρίησον ἕως ἂν ἱδρώσῃ· ὅταν δὲ ἱδρώσῃ, λοῦσαι θερμῷ· ἐς δὲ τὸ λουτρὸν ἐμβαλεῖν τὴν ἀρτεμισίην καὶ δάφνην· εἶτα πρόσθετον ποιῆσαι ἢ ἀρτεμισίην, ἢ βόλβιον ἐν οἴνῳ λευκῷ τρίψας, εἰρίῳ ἐνειλίξας, προστιθέτω· ταῦτα ποιέειν ἐφ’ ἡμέρας τρεῖς· εἶτα κοιμάσθω παρὰ ἀνδρί. Προσθετὸν κυητήριον· ἐκ νίτρου καὶ λιβανωτοῦ βάλανον ποιήσας ἐν μέλιτι πρόσθες. Προσθετὸν καθαρτήριον μαλθακτικόν·
426
ἰσχάδα λαβὼν, ἐψήσας, ἕως ἂν τὰς κεγχραμίδας ἀποβάλῃ, τοῦτο ἀποπιέσας, τρίψας ὡς λειότατον, προσθέσθω ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Ἕτερον δριμύτερον· κράμβης, πηγάνου, ἑκάτερον ἴσον τρίψας, χρῶ τὸν αὐτὸν τρόπον. Ἕτερον προσθετὸν μαλθακόν τε καὶ καθαρτήριον· χηνὸς μυελὸν ἢ βοὸς ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρου ῥοδίνου καὶ γάλα γυναικὸς, τρίβειν ὥσπερ τὸ μαλθακὸν φάρμακον τρίβεται· εἶτα ὑπαλείφειν ἐκ τούτου τὸ στόμα τῆς μήτρης. Ἕτερον χλιερὸν καθαρτήριον· χηνὸς. μυελὸν ὅσον κάρυον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κάρυον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, καὶ ποιήσας ὥσπερ κηρωτὴν, εἶτα τουτέῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Γλυκυσίδης κόκκους τοὺς ἐρυθροὺς τρεῖς ἢ τέσσαρας, τουτέους τρίβοντα ἐν οἴνῳ, δοῦναι πιεῖν· ἢν δὲ μᾶλλον κατασπάσαι θέλῃς, τῶν μελάνων τῆς γλυκυσίδης τρίψας τὸν αὐτὸν τρόπον, δὸς πιεῖν. Ἕτερον καθαρτήριον καὶ κατασπαστικόν· δαφνίδας εἴκοσι τὰς πλείστας καὶ σεσέλιος ἥμισυ ὀξυβάφου τρίψας μετὰ οἴνου πινέτω. Ταύρου χολὴν ὅσον τρία ἡμιωβόλια Ἀττικὰ τρίψας, ἐν οἴνῳ δοῦναι πιεῖν νήστει, καὶ περιπλάσσων καταπότια δίδου. Ἄλευρον σιτάνιον, σμύρνης ὅσον τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας ἐν· μύρῳ ῥοδίνῳ, προστιθέσθω. Ἕτερον καθαρτήριον· κνίδης καρπὸν καὶ μαλάχης χυλὸν ἐν στέατι χηνὸς τρίψαντα προσθεῖναι. Ἢν μὴ καθαρθῇ, τῆς πάλης τοῦ ἐκτόμου
428
ὅσον τοῖς τρισὶ δακτύλοις ἑψήσας μέλιτι, ἐγχέαι, καὶ συμπλάσαι τὴν πάλην, καὶ δοῦναι πιεῖν. Ὑστέρης ἀναστομωτήριον τὸ αὐτὸ καὶ καθαρτικόν· κανθαρίδας τρῖβε πέντε, ὄξος λευκὸν παραχέων, καὶ μὴ ὑγρὸν πάνυ ποίει, ἀλλ’ ὡς ἐκμάσσεσθαι δάκτυλον· λαβὼν δὲ σύκου λευκοῦ πίονος, ἄνευ τῶν κεγχραμίδων καὶ τοῦ δέρματος, διπλάσιον ξυμμίξας μέρος τῆς κανθαρίδος, λεῖον ποιήσας, εἰρίῳ λεπτῷ καθελίξας, προσθέσθω. Καθαρτήριον· ἢν ἐκ τόκου μὴ καθαρθῇ, τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν· τοῦτο δὲ καὶ τὰ καταμήνια καταῤῥήγνυσι καὶ ἔμβρυον ἐκβάλλει. Μητρέων καθαρτήριον· ὁκόταν παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ, κολοκύνθην ἀγρίην τρίψας ἐν μέλιτι, λειχέτω ἢ προστιθέσθω. Αἵματος καθαρτικὸν, αἷμα ἐξελάσαι ἐκ μητρέων· λευκοΐου καρπὸν τρίβων λεῖον, οἴνῳ διεὶς, διδόναι πίνειν. Αἷμα ὡσαύτως ἐξελάσεις ἐκ μητρέων· ῥοῦ τὸν καρπὸν, ὁκόταν ἐρυθρὸς ᾖ, τρίβων κόκκους τριήκοντα χλωροὺς καὶ κυνὸς ῥόδα ἐρυθρὰ, περιλέγων τὸ ἐρυθρὸν, διδόναι πίνειν ἐν οἴνῳ, ἔστ’ ἂν τὸ αἷμα ῥαγῇ. Προσθετὸν καθαρτήριον· ἢν τὰ γυναικεῖα μὴ φαίνηται, στύρακα καὶ ὀρίγανον τρίψας λεῖα καὶ ξυμμίξας, ἐπίχεον χηνὸς ἔλαιον, ἔπειτα προστιθέσθω. Προσθετὸν καθαρτικὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ κενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, καὶ περιμίξας μέλι, προσθεῖναι σὺν ἐλαίῳ. Προσθετὰ ὑστερέων καθαρτικὰ, ἀναστομωτήρια, καὶ ὕδωρ ἄγοντα· σκίλλης ὅσον ἑξαδάκτυλον
430
τὸ μῆκος, πάχος δὲ ὡς ὁ μικρὸς δάκτυλος, τουτέου περιξύσας ὅσον δύο δακτύλους, λεῖον ποιήσας, καθελίξας τὸ λοιπὸν ἐν εἰρίῳ ῥυπαρῷ, καὶ τὸ μὲν ἀπεξεσμένον πρὸς τὸ στόμα τῶν ὑστερέων ἐῇν προσκεῖσθαι ἡμέρην καὶ εὐφρόνην· λουσαμένη δὲ καὶ ἀφαιρεομένη, διανιζέσθω ὕδατι εὐώδει. Καθαρτικὸν μαλθακὸν, ὅπερ ὕδωρ ἄγει καὶ φλέγματα, χλωρά τε καὶ ὕφαιμα καταμήνια κατασπᾷ, ἢν μὴ πολυχρόνια ᾗ, καὶ τὸ στόμα μαλθάσσει· μύρον ναρκίσσινον, κύμινον ὃ ἐσθίομεν, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κυπάρισσον, ἅλας, ῥόδινον ἄλειφα, τῶν μὲν ἄλλων χοῦν ἑκάστων, τοῦ δὲ ναρκισσίνου τέσσαρας μοίρας, ἐπικτένιον ὠμόλινον ξυμμίξας, ἅπαντα τρίψας, ποιήσας βάλανον, περὶ τῷ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν Αἰγύπτιον, προσθεῖναι, καὶ ἐῇν ὅλην ἡμέρην προσκεῖσθαι· εἶτα λουσαμένη καὶ ἀφαιρευμένη διανιζέσθω ἐν ὕδατι εὐώδει.