De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
107. Ὑστερέων πυρίαι· ἢν σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ μὴ κυΐσκηται, οἶνον ὡς ἥδιστον ἴσον κεράσας, ὡσεὶ τρία ἡμίχοα Ἀττικὰ, καὶ μαράθρου ῥίζας, καὶ τοῦ καρποῦ τοῦ μαράθρου τετάρτην μοίρην, καὶ ῥοδίνου ἀλείμματος ἡμικοτύλιον· ταῦτα ἐγχέας ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέας, τοῦ δὲ ἐχίνου τρυπῆσαι τὸ ἐπίθεμα, καὶ ἐνθέντα κάλαμον πυριῇν· τὸν δὲ κάλαμον σὺν τῷ ἐπιθέματι ἀφαιρέεσθαι· ἢν γὰρ ἄνευ τοῦ ἐπιθέματος ἀφαιρέηται, καυθήσεται. Ἐπὴν δὲ πυριήσηται, τὴν σκίλλην προστίθεσθαι, ὡς κάτω γέγραπται· προστίθεσθαι δὲ ἔστ’ ἂν φῇ μαλακὸν εἶναι τὸ στόμα καὶ εὐρύ.