De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

10. Ἢν αἱ μῆτραι φλεγμήνασαι πρησθῶσι, φῦσα ἐγγίνεται,

326
καὶ τὰ ἐπιμήνια λευκὰ ἐπέρχεται φλεγματώδεα· ἔστι δ’ ὅτε καὶ αἷμα λεπτῶν ὑμένων ἔμπλεων· καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, καὶ ὠχρὴ καὶ λεπτὴ γίνεται. Ἐρέσθαι οὖν χρὴ αὐτὴν τὸ ῥέον ἢν δάκνῃ τε καὶ ἐξελκοῖ· καὶ ἢν μὴ δάκνῃ, ἀπὸ τοῦ ἐγκεφάλου φάναι εἶναι τὸ ῥεῦμα· εἰ δ’ οὖν, ἀπὸ τῆς κοιλίης. Ἢν μὲν οὖν ἀπὸ τῆς κοιλίης ᾗ, ἐμείτω ἀπὸ τοῦ φακίου· ἔπειτα ἐλλεβόρῳ καθῆραι, ἔπειτα ἐς τὰς ῥῖνας ἐνεῖναι· ἐπὴν δέ σοι ἡ ἄνω κοιλίη κεκαθάρθαι δοκέῃ, φάρμακον πῖσαι κάτω· σιτίων δὲ ἀπεχέσθω λιπαρῶν καὶ γλυκέων· τὰ δὲ δριμέα προσφέρειν ὡς ξύμφορα, ἢν μὴ τὰ αἰδοῖα ἡλκωμένα ἔῃ· ψυχρὰ δὲ ἀμείνω· καὶ λουέσθω ὀλίγῳ, πλὴν μὴ θερμῷ, μηδὲ τὴν κεαλήν· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ ὑδαρεῖ· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, κλύσαι τῷ χυλῷ τῶν ὀλύνθων, καὶ μετακλύζειν τοῖσι στρυφνοῖσιν. Ἡ δὲ νοῦσος χαλεπή.