De affectionibus interioribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

31. Ἄλλη νοῦσος σπληνός· γίνεται μὲν ἀπὸ τῶν αὐτῶν ἀφ’ ὧν καὶ ἡ πρόσθεν· πάσχει οὖν ὑπὸ τούτου τοῦ νοσήματος τάδε· ἡ γαστὴρ

248
φυσᾶται, μετὰ δὲ καὶ ὁ σπλὴν οἰδέει καὶ σκληρός ἐστι, καὶ ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν ἐς τὸν σπλῆνα· ἡ δὲ χροιὴ τρέπεται, καὶ ὁρᾶται μέλας, ἔπωχρος, σιδιοειδὴς, καὶ ἐκ τοῦ ὠτὸς κακὸν ὄζει, καὶ τὰ οὖλα ἀφίσταται ἀπὸ τῶν ὀδόντων καὶ κακὸν ὀζει, καὶ ἐκ τῶν κνημέων ἕλκεα ἐκρήγνυται, ὁκοῖά περ ἐπινυκτίδες· τὰ δὲ γυῖα λεπτύνεται, καὶ ἡ κόπρος οὐχ ὑποχωρέει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, μελετῇν τοῖσιν αὐτοῖσι φαρμάκοισι καὶ ἐδέσμασι καὶ ποτῷ καὶ ταλαιπωρίῃσι καὶ τοῖσιν ἄλλοισι πᾶσι· καὶ κλύζειν, ὁκόταν μὴ θέλῃ ἡ κόπρος διαχωρέειν, ἐν τούτοισι· μέλιτος ἡμικοτύλιον καὶ νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον οἰός· ταῦτα τρίψας διεῖναι ἀπὸ τεύτλων ἑφθῶν ὕδατι τέσσαρσι κοτύλῃσιν· εἶτα οὕτω κλύζειν. Ἢν δὲ μὴ ὑπὸ τούτων ἡ νοῦσος καθίστηται, καῦσαι αὐτοῦ τὸν σπλῆνα ὡς τὸν πρόσθεν, καὶ ἢν τύχῃς καύσας, ὑγιέα ποιήσεις.

32. Ἄλλη νόσος σπληνός· γίνεται μὲν τοῦ ἔτεος ἔαρος ὥρῃ μάλιστα, ἀπὸ δὲ αἵματος· ὁκόταν γὰρ ἐμπλησθῇ ὁ σπλὴν αἵματος, ἐκρήγνυται ἐς τὴν κοιλίην, καὶ ὀδύναι ὀξεῖαι ἐς τὸν σπλῆνα ἐμπίπτουσι καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν ὦμον καὶ ὑπὸ τὴν ὠμοπλάτην. Ἡ δὲ χροιὴ τοῦ γυίου μολιβδοειδὴς, καὶ ἀμυχὰς ἐν τῇσι κνήμῃσι λαμβάνει, καὶ ἕλκεα μεγάλα γίνεται ἐξ αὐτέων, καὶ τὰ κάτω ὑποχωρέοντα ἅμα τῇ κόπρῳ αἱματώδεα καὶ ἰώδεα ὑπέρχεται, ἡ δὲ γαστὴρ σκληρὴ, καὶ ὁ σπλὴν καθὰ λίθος ἐστίν. Οὗτος τῶν πρόσθεν θανατωδέστερος, καὶ ἐξ αὐτέου παῦροι διαφυγγάνουσι. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, τοῖσιν αὐτέοισι θεράπευε οἷσι καὶ τὸν ἔμπροσθεν, πλὴν ἄνω φάρμακον μὴ δῷς· κάτω δὲ τοῦ κόκκου τοῦ κνιδίου δοῦναι·

250
τῇ δ’ ὑστεραίη ὀνείου ἢ ἱππείου γάλακτος ἑφθοῦ ὀκτὼ κοτύλας, μέλι παραχέων· εἰ δὲ μὴ, βοείῳ· ἢ αἰγείῳ ἑφθῷ δύο χοεῦσι, μέλι παραχέων παρὰ τὴν ἑτέρην κύλικα, ἐναλλὰξ δὲ πίνειν χρή· ἐς δὲ τὴν ἑσπέρην διδόναι μετὰ τὴν κάθαρσιν ταὐτὰ ἃ καὶ τῷ πρόσθεν μετὰ τὸ φάρμακον· καὶ ἢν δοκέῃ, τοῦ αἵματος ἀφελεῖν ἀπὸ τοῦ ἀγκῶνος τοῦ ἀριστεροῦ τῆς εἴσω φλεβός. Τὰς δὲ λοιπὰς τῶν ἡμερέων διδόναι νήστει ἑκάστης ἡμέρης βοείου γάλακτος τέσσαρας κοτύλας, τρίτον μέρος ἅλμης παραμίσγων· σιτίοισι δὲ καὶ ποτοῖσι καὶ τοῖσιν ἄλλοισι τοῖσιν αὐτοῖσι θεραπεύειν οἷσι καὶ τοὺς πρόσθεν· ἀπέχεσθαι δὲ λαγνείης καὶ οἰνοφλυγίης καὶ τοῦτον καὶ τοὺς πρόσθεν· καὶ ἤν σοι δοκέῃ, καὶ καῦσαι, ὁκόταν· παχύτατος καὶ μέγιστος ὁ σπλὴν γένηται· καὶ ἢν τύχῃς καύσας τοῦ καιροῦ, ὑγιέα ποιήσεις· ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς ἰήσιος ὑγιὴς γένηται, φθειρόμενος χρόνῳ θνήσκει· ἡ γὰρ νοῦσος λίην ἐστὶ χᾳλεπή.

33. Ἄλλη νοῦσος σπληνός· προσπίπτει καὶ αὕτη ἡ νοῦσος ἦρος μάλιστα, ὁκόταν φλέγμα ἀναλάβῃ ὁ σπλὴν ἐς ἑωυτὸν, μέγας παραχρῆμα γίνεται καὶ σκληρός· εἶτ’ αὖθις καθίσταται· καὶ ὅταν μὲν ἐξηρμένος ᾖ, ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν· ὁκόταν δὲ λαπαρὸς ᾖ, ἀνώδυνός ἐστι· καὶ ὁκόταν χρόνος ἐγγένηται τῇ νούσῳ, ἀμαυροτέρη δοκέει, καὶ ἐπανίσταται, καὶ ταχέως καθίσταται. Οὗτος ὁκόταν οὕτως ἔχῃ, κατ’ ἀρχὰς τοῦ νοσήματος τὰ σιτία οὐ δύναται προσίεσθαι, καὶ ταχέως καταλεπτύνεται, καὶ ἀκρῃσίην ἔχει τὸ σῶμα πολλήν. Το δὲ νούσημα ἢν μὴ παραχρῆμα θεραπευθῇ, ἢ αὐτόματον καταστῇ, διαλιπὸν πέντε μῆνας ἢ ἕξ αὖθις ἐπανίσταται· διαλιμπάνει δὲ μάλιστα τὸν χειμῶνα. Τοῦτον κατ’ ἀρχὰς ἢν λάβῃς, καῦσον δέκα

252
ἐσχάρας ἐς τὸν σπλῆνα, καὶ παρ’ εὐθὺ ὑγιέα ποιήσεις· ἢν δὲ μὴ καύσῃς, τοῖσιν αὐτοῖσι φαρμάκοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ταλαιπωρίῃσιν· οὕτων γὰρ ἂν τάχιστα ὑγιέα ποιήσῃς. Τούτου δὲ ἡ χροιὴ γίνεται ἔκλευκος, ἄρτι ὕπωχρος, ἄρτι αὐτχμηρή.

34. Ἄλλη νοῦσος σπληνός· γίνεται μετοπώρου μάλιστα ἀπὸ χολῆς μελαίνης· γίνεται δὲ ἀπὸ λαχανοφαγίης τρωξίμων πολλῶν καὶ ὑδροποσίης. Πάσχει οὖν τάδε· ὁκόταν τὸ νούσημα λάβῃ, ἀλγέει τὸν σπλῆνα σφόδρα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἀσιτίη ἔχει αὐτὸν, τό τε γυῖον ξυμπίπτει ταχέως· ὁ δὲ σπλὴν μέγας μὲν πάνυ οὐ γίνεται, σκληρὸς δὲ, καὶ παραπίπτει παρὰ τὰ σπλάγχνα καὶ μυζέει προσκείμενος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσιν ἰῆσθαι καὶ φαρμάκοισι καὶ βρωτοῖσι καὶ πότοισι καὶ ταλαιπωρίῃσιν, οἷσιν ἂν καὶ τοὺς πρόσθεν, καὶ ἤν σοι παρέξῃ, καῦσαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. Αὕτη ἡ νοῦσος τοῖσι πολλοῖσιν, ἢν παραχρῆμα μελετηθῇ, ἐν τάχει ἐξέρχεται.

35. Ἴκτεροι τέσσαρες· ὅδε μὲν τοῦ θέρεος μάλιστα ἐπιλαμβάνει χολῆς κινηθείσης· ἵσταται οὖν ἡ χολὴ ὑπὸ τῷ δέρματι καὶ ἐν τῇ κεφαλῇ, ὥστ’ εὐθὺς ἀλλοχροέει τὸ σῶμα καὶ γίνεται ὠχρὸν ὁκοῖόν περ σίδιον, καὶ οἱ ὀφθαλμοὶ ὠχροὶ, καὶ ἐν τῇ κεφαλῇ ὑπὸ τὰς τρίχας οἷον χνοῦς ὕπεστι, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ οὐρέει ὠχρὸν τὸ οὖρον, καὶ ὑφίσταται ὑπ’ αὐτῷ παχὺ ὕπωχρον, καὶ τὸ ἕωθεν, ἕως ἂν νῆστις ᾖ, πρὸς τὴν καρδίην καὶ τὰ σπλάγχνα μύζει, καὶ ὁκόταν τις αὐτὸν προσφθέγξηται ἢ ἐρωτήσῃ, ἀσῇ τε καὶ λυπέεται, καὶ οὐκ ἀνέχεται ἀκροώμενος· ὁ δὲ ἀπόπατος προῖὼν ὠχρόλευκος

254
καὶ κάκοδμος. Οὗτος, ὁκόταν ὧδε ἔχῃ, θνήσκει μάλιστα ἐν τῇσι τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται. Μελετῇν δὲ αὐτὸν χρὴ ὧδε· ὁκόταν ὁ πυρετὸς ἀνῇ, λούειν πολλῷ καὶ θερμῷ, πίνειν τε διδόναι μελίκρητον· καὶ ῥοφήμασι διαχρεέσθω πτισάνης χυλῷ, μέλι παραχέων, καὶ μὴ συνεψεῖν τὸ μέλι, ἕως ἂν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν· αὗται γὰρ κρίνουσὶν ἢν θανάσιμον ἢ οὔ. Μετὰ δὲ ταῦτα λούειν δὶς τῆς ἡμέρης, καὶ εὐωχέειν τὸ πρῶτον ὀλίγοισιν ἅσσα ἂν μάλιστα προσίηται, ἔπειτα μέντοι πλείω διδόναι· πινέτω δὲ οἶνον λευκὸν ὡς πλεῖστον δι’ ἡμέρης· καὶ ἤν σοι δοκέῃ προϊόντος τοῦ χρόνου ὠχρὸς εἶναι καὶ ἀσθενὴς, ἔμεντον κελεύειν ποιέεσθαι ἀπὸ τῶν σιτίων, ὡς ἐν τῇσιν ἄνω νούσοισιν ἔχει. Καὶ ἢν μὲν ἀπὸ τουτέων παύσηται, ἅλις· ἢν δὲ μὴ, ἐλλέβορον πῖσαι· μετὰ δὲ τὴν κάθαρσιν ἐς ἑσπέρην φαγέτω μᾶζαν μαλθακὴν ἢ ἄρτου τὸ ἐντός· ὄψον δὲ ἐσθιέτω νεοσσὸν ἀλεκτορίδος δίεφθον ἐζωμευμένον κρομμύῳ καὶ κοριάνῳ καὶ τυρῷ καὶ ἁλὶ καὶ σησάμῳ καὶ σταφίδι λευκῇ· οἶνον δὲ πινέτω λευκὸν, ἀυστηρὸν, ὡς παλαιότατον· τὴν δὲ κάτω κοιλίην ὑποκαθῆραι· τῇ δὲ ὑστεραίῃ χυλῷ ἀπ’ ἐρεβίνθων λευκῶν, μέλι δὲ χρὴ τῷ χυλῷ παραχέαι, τούτῳ δὲ χρεέσθω, καὶ ἐκπιέτω δύο κοτύλας τοῦ χυλοῦ. Τῇ δὲ τρίτῃ ἀρξάμενος, ἑκάστης ἡμέρης πινέτω τὸ ὕδωρ, ἀπὸ τῶνδε ἑψήσας· μαράθρου ῥίζας λεπτὰς πλῆθος ὁκόσον τρισὶ δακτύλοισι περιλαβεῖν, τὴν δραγμίδα, ἑψεῖν ἐν δύο χοεῦσιν ὕδατος, ἑψεῖν δὲ ἕως ἂν λειφθῇ τὸ ἥμισυ· ἑψεῖν δὲ καὶ ἐρεβίνθων λευκῶν χοίνικα ἐν δυσὶ χοεῦσι, καὶ τούτου λειπέτω τὸ ἥμισυ· ταῦτα ὁκόταν λειφθῇ, διηθήσας, ἐξαιθριάσαι, καὶ ἀμφότερα μίξας, τούτῳ τῷ ὕδατι τὸν οἶνον κρήσας πινέτω,
256
καὶ αὐτὸ τὸ ὕδωρ μοῦνον, ἢν βούληται, πινέτω ὡς πλεῖστον, καὶ ἄλλο ὕδωρ μὴ πινέτω. Ἢν δὲ τοῦτο τὸ ποτὸν μὴ προσίηται, τόδε σκευάσας οὕτω διδόναι· ἰσχάδων λευκῶν χοίνικα ἑψήσας ἐν δυσὶ χοεῦσι διηθῆσαι καὶ ἐξαιθριάσαι· ἔπειτα τὸ ὕδωρ τοῦτο πινέτω, ἤν τε ψιλὸν αὐτὸ βούληται, ἤν τε σὺν τῷ οἴνῳ κιρνάς· πινέτω δὲ μὴ ἀθρόον πουλὺ, ἀλλὰ κατὰ φορὰν ἡμικοτύλιον, ὅκως μὴ διάῤῥοια αὐτῷ ἐπιγένηται, καὶ διαλιπὼν χρόνον ὀλίγον πινέτω. Ἀγαθὰ δὲ καὶ τάδε διδόναι πίνειν νήστει ἑκάστης ἡμέρης· τρίβοντα λεῖα καὶ διέντα κοτύλην οἴνου παλαιοῦ λευκοῦ, σελίνου καρπὸν, σικύου σπέρμα, μαράθρου καρπὸν, Αἰθιοπικὸν κύμινον, ἀδίαντον, κόριον τὴν ποίην, ἀσταφίδας λευκάς· ταῦτα πίνων κἀκεἵνα ὠφεληθήσεται καὶ τάχιστα ὑγιὴς γενήσεται.

36. Ἄλλος ἴκτερος· οὗτος ἐπιλαμβάνει χειμῶνος ἐν ὥρῃ ἐκ μέθης καὶ ῥίγεος· ἄρχεται δὲ τοπρῶτον ῥῖγος ἐπιλαμβάνειν, ἔπειτα καὶ πυρετὸς κατέχει· τὸ δὲ ὑγρὸν τὸ ἐν τῷ σώματι πήγνυται ἐν τῷ δέρματι. Τοῖσι δὲ δείκνυται ὅτι οὕτως ἔχει· πελιδνόν ἐστιν αὐτοῦ τὸ σῶμα καὶ ὑπόσκληρον, καὶ αἱ φλέβες διὰ τοῦ σώματος τέτανται ὠχραί· μέζονες δὲ καὶ παχύτεραι ἢ πρόσθεν εἰσί· τέτανταί τε ὑπομελάντεραι καὶ ἄλλαι φλέβες, καὶ ἢν τάμνῃ τίς τινα αὐτῶν, ῥεύσεται τὸ αἷμα ὠχρὸν, ἢν ὠχραὶ ἔωσιν αἱ φλέβες· ἢν δὲ μέλαιναι ἔωσι, μέλαν τὸ αἷμα ῥεύσεται. Καὶ τὸ ἱμάτιον πρὸς τῷ σώματι προσκείμενον οὐκ ἀνέχεται ὑπὸ τοῦ κνησμοῦ. Οὗτος πρόθυμός ἐστι

258
πρὸς τὸ πορεύεσθαι καὶ φοιτῇν, ἀλλ’ ὑπὸ τῆς ἀσθενείης αὐτοῦ τὰ σκέλεα ὑποφέρεται, καὶ διψῇ σφόδρα. Αὕτη ἡ νοῦσος οὔπω ἧσσον τῆς προτέρης θανασίμη· προέρχεται δὲ πλείω χρόνον, ἢν μὴ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ὑγιὴς γένηται· ἢν δὲ ἡ νοῦσος ἀπομηκύνηται καὶ γένηται ὄγδοος ἢ ἔννατος, συμπίπτει ἐς κλίνην, καὶ ἡ νοῦσος καὶ ἡ ἀλγηδὼν πιέζει μᾶλλον, καὶ ἀνίστασθαι οὐ δύναται, καὶ οἱ πολλωὶ ἐν τούτῳ τῷ χρόνῳ παραχρῆμα φθείρονται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, κατ’ ἀρχὰς μὲν τῆς νούσου ἢν παραγένηται, ὁκόταν ἤδη αἱ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἐλλέβορον πῖσαι, τὴν δὲ κάτω κοιλίην χυλῷ ὑποκαθῆραι, ὡς ἐν τῷ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ διδόναι φάρμακα. Διδόναι δὲ καὶ κανθαρίδας, ἄνευ πτερῶν καὶ κεφαλῆς, τέσσαρας τρίβων καὶ διεὶς οἴνῳ λευκῷ ἡμικοτυλίῳ, ἤδη δὲ καὶ μέλι παραχέαι ὀλίγον, εἶτα οὕτω διδόναι πιεῖν· τοῦτο πινέτω δὶς ἢ τρὶς τῆς ἡμέρης. Προϊούσης δὲ τῆς νούσου λουτροῖσι καὶ πυριήμασι θεραπεύειν· ἐσθιέτω δὲ ἅσσα προσίεται· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω ἃ καὶ τῇ πρόσθεν. Αὕτη ἡ νοῦσος χρονίη καὶ χαλεπὴ, ἢν μὴ κατ’ ἀρχὰς καλῶς μελετηθῇ.