De ulceribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

7. Ἢν ὁκοθενοῦν ὀστέον ἀφιστῆται ἢ καυθὲν ἢ πρισθὲν ἢ ἄλλῳ τῳ τρόπῳ, τῶν ἑλκέων τούτων αἱ οὐλαὶ κοιλότεραι γίνονται.

8. Ἕλκεα οὐ κεκαθαρμένα οὐκ ἐθέλει ξυνιέναι ξυναγόμενα, οὐδ’ αὐτόματα ξυνέρχεται. Ὧν τὰ περιέχοντα φλεγμαίνει τοῦ ἕλκεος, ἔστ’ ἂν μὴ παύσηται τῆς φλεγμασίης, οὐκ ἐθέλει ξυνιέναι· οὐδὲ ὧν τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, οὐδὲ ταῦτα ἐθέλει ξυνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. Τῶν ἑλκέων τὰ κυκλοτερέα ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ πάντη ἐπιτάμνειν χρὴ τὰ ἀφεστεῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τῆς φύσιος τοῦ ἀνθρώπου.

9. Ἐπὶ παντὶ ἕλκεϊ ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν δεῖ ποιέεσθαι τοῦ σώματος, ἐφ’ ὁκότερα ἂν ξυμφέρῃ τῷ ἕλκεϊ, εἴτε ἄνω, εἴτε κάτω.

10. Ὅτῳ ἂν οἴδημα γένηται παρὰ τὸ ἕλκος, ἀφλεγμάντου ἐόντος τοῦ ἕλκεος, χρόνῳ ὕστερον πύου ὑπόστασιν ἴσχει τὸ οἴδημα. Καὶ ὅ τι ἂν τῇ φλεγμασίῃ οἰδῆσαν μὴ καθιστῆται, τῶν ἄλλων καθισταμένων, ὅσα ἅμα ἤρξατο φλεγμαίνειν καὶ οἰδίσκεσθαι, καὶ τοῦτο κίνδυνος μηδ’ ἅμα ξυνιέναι. Ὅσα δὲ πιπτόντων ἢ ἄλλῳ τῳ τρόπῳ διακόπτεται καὶ φλᾶται, καὶ ἀνοιδίσκεται τὰ περιέχοντα τὸ ἕλκος,

408
καὶ, διαπυήσαντα, πῦον ἀπὸ τῶν οἰδημάτων ἀποχωρέει κατὰ τὸ ἕλκος, τῶν τοιούτων ὅ τι ἂν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα λαπαχθῇ ἐπειδὰν δὲ λαπαχθῇ, καὶ ἡ φλεγμασίη παύσηται, ἐπὶ τὰ ἀφεστηκότα σπόγγους ἐπιδέων προσιστάναι, ἀρχόμενος ἀπὸ τοῦ ὑγίεος ὀλίγον προσχωρέων· ἐπὶ δὲ τῷ σπόγγῳ ἄνωθεν φύλλα ἐπέστω συχνά. Ὅ τι δ’ ἂν μὴ δύνηται προστῆναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ταύτην ἐκβάλλειν. Ἢν ὑπὸ βαθείῃ σαρκὶ τὸ ἕλκος ἔῃ, κατ’ ἄμφω κἀκ τῆς ἐπιδέσιος κἀκ τοῦ προσπιέζοντος ὑποκιρσοῦται· τὸ δὴ τοιοῦτον ἤν τις τάμνῃ, πρὸς μήλην, ἢν ἐνδέχηται, εὔροον ἀπὸ τοῦ στόματος τὸ ἕλκος ἀνατάμνειν, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι, καὶ οὕτως ἰητρείην προσφέρειν, ὁκοίης ἂν δοκέῃ προσδεῖσθαι. Ὡς δὲ τὰ πολλὰ ἐπὶ παντὶ ἕλκει, ὅ τι ἂν κοιλίην ἔχῃ πρὸς τὸ ἰθὺ, καταφανὲς ἰδεῖν, οἰδήματος μὴ προσεόντος· [ὅ τι δ’ ἂν κοιλίην ἔχῃ μὴ πρὸς τὸ ἰθὺ ἢ οἰδήματος προσεόντος,] ἢν μὲν ἔῃ ἐν αὐτῷ σηπεδὼν, ἢ ἡ σὰρξ ὑπέῃ μυδῶσα καὶ σαπρὴ, ἔσται
410
τοῦτο τὸ ἕλκος καὶ τὰ περιέχοντα τὸ ἕλκος ἰδεῖν μέλανα ὑποπέλια· καὶ τῶν ἐσθιομένων ἑλκέων, ὅπη ἂν φαγέδαινα ἐνέῃ, ἰσχυρότατά τε νέμηται καὶ ἐσθίῃ, ταύτῃ τοῦ ἕλκεος τὸ περιέχον χροιὴν ἕξει μέλαιναν ὑποπέλιον.

11. Καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖσι περιέχουσιν· ἡ ἑφθὴ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ, καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ, καὶ τὸ πόλιον· ἢν δὲ καὶ καθαίρεσθαι δέῃ τὸ ἕλκος, παντὰ μὲν καὶ ταῦτα καθαίρει· ἀτὰρ καὶ τῆς συκῆς τὰ φύλλα καὶ τῆς ἐλαίης, καὶ τὸ πράσιον. Ἕψειν δὲ ταῦτα πάντα, μάλιστα δὲ τούτων ἕψειν τὸν ἄγνον, καὶ τὴν συκῆν, καὶ τὴν ἐλαίην, καὶ τῆς σίδης τὰ φύλλα ὡσαύτως ἕψειν. Ὠμοῖσι δὲ τοῖσίδε χρέεσθαι, τῆς μαλάχης τὰ φύλλα τρίβων ξὺν οἴνῳ, καὶ τοῦ πηγάνου τὰ φύλλα καὶ τῆς ὀριγάνου χλωρῆς· πᾶσι τούτοισι χρὴ τοῦ λίνου τὸν καρπὸν φρύξαντα καὶ κόψαντα ὡς λειότατον μιγνύναι. Ὅκου δὲ ἐρυσίπελας κίνδυνος ἐφ’ ἕλκεσι γενέσθαι, τῆς ἰσάτιδος τὰ φύλλα τρίβων ὠμὰ καταπλάσσειν σὺν τῷ λίνῳ, ἢ τὸ λίνον δεύων στρύχνου χυλῷ ἢ ἰσάτιδος καταπλάσσειν. Ὅταν δὲ τὸ ἕλκος καθαρὸν μὲν ἔῃ, φλεγμαίνῃ δὲ τό τε ἕλκος καὶ τὰ περιέχοντα τοῦ ἕλκεος, φακὸν ἐν οἴνῳ ἑψήσας καὶ τρίψας λεῖον, ἐλαίῳ ὀλίγῳ φυρήσας, καταπλάσας, ἐπιδεῖν· καὶ τοῦ κυνοσβάτου ἑψήσας τὰ φύλλα ἐν ὕδατι, τρίψας λεῖα, καταπλάσσειν, ὀθόνιον ὑποτείνας λεπτὸν καθαρὸν, οἴνῳ καὶ ἐλαίῳ τέγξας· καὶ ὅταν ξυνάγειν βούλῃ, τοῦ κυνοσβάτου τὰ φύλλα, ὥσπερ τὸν φακὸν σκευάζειν. Σαυρίδιον, οἶνος καὶ λίνου καρπὸς παραμίγνυται

412
λεπτός· καὶ τόδε, ὁ τοῦ λίνου καρπὸς, καὶ ἄγνος ὠμὸς, καὶ μηλεία στυπτηρίη, ὄξει ταῦτα δευθέντα.

12. Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι’ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ’ ἂν παχὺ γένηται ὥσπερ μέλι· ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνη, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν· ἔπειτα τὴν μὲν ῥητίνη ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι· ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι· καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ’ ὀλίγον· ἔπειτα ἕψειν αὐτὴν ἐφ’ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέονται, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου· ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται· καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον· χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός.— Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων· χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος

414
λευκός· ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα· λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ· ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή.—Ἕτερον· οἶνος, μέλι κέδρινον, ὀλίγον· τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον.—Ἕτερον· ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὐπτώμενα.—Ἕτερον· λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι·τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἂν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας· ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ’ ὀλίγον δίεσθαι.—Ἕτερον· ἐν οἴνῳ γλυκέϊ ἕψειν λευκῷ πρίνου ῥίζας· ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν.—Ἕτερον· τὰ μὲν ἄλλα, τὰ αὐτά· ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν· ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα· κἄπειτα δεύσας τῇ ἀμόργῃ ἕψειν· καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα. Τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον.—Ἕτερον· τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος. Ἀπὸ τῶνδε διαπυΐσκεσθαι
416
ἐξέσται τὰ νεότρωτα τάχιστα.—Ἄλλο· ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν.—Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι.—Ἕτερον· ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν· καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν.