De ulceribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
19. Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.
20. Ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ. Καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.
21. Μαλθακώδεα, τοῖσίδε χρὴ τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει· φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει· σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου.—Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον.—Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν.—Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον.—Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι.—Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον. Πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς
22. Περὶ πυρικαύστου· ἑψεῖν χοὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον.—Ἕτερον μὴ δάκνον· ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν.—Ἄλλο· τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν.—Ἕτερον· ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας.—Ἕτερον· τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ
23. Ὅταν ἐν τῷ νώτῳ ὑπὸ πληγέων ἢ ἄλλως ἕλκος γένηται, τῇ σκίλλῃ διέφθῳ τρίψας καὶ ἐπ’ ὀθόνιον ἀλείψας ἐπιδεῖν, ὕστερον δὲ στέαρ αἰγὸς, καὶ συὸς νέον, καὶ σποδὸν, καὶ ἔλαιον, καὶ λιβανωτὸν ἐπαλείφειν.
24. Οἰδήματα ἐν τοῖσι ποσὶ γινόμενα, αὐτόματα καὶ μὴ αὐτόματα, οὐδὲν ὑπὸ τῶν καταπλασμάτων καθιστάμενα, τά τε οἰδήματα, καὶ ἡ φλεγμασίη, καὶ ἢν σπόγγους ἐπιδέῃ τις ἢ εἴρια ἤ τι ἄλλο ἐπὶ τὸ ὑγιὲς, ἔπειτα ἀνοιδίσκηται αὐτόματον καὶ ἀναφλεγμαίνῃ, κατὰ φλέβας ἐπίῤῥους αἴτιόν ἐστιν αἵματος, ᾥτινι μὴ φλάσμα αἴτιόν ἐστι, καὶ ἤν που ἄλλοθι τοῦ σώματος τοιοῦτόν τι γίνηται, ὁ αὐτὸς λόγος. Ἀλλὰ τοῦ αἵματος· χρὴ ἀφίεναι, μάλιστα μὲν κατὰ φλέβας τὰς ἐπιῤῥεούσας, ἢν καταφανέες ἔωσιν· ἢν δὲ μὴ, κατακρούειν τὰ οἰδήματα βαθύτερα καὶ πυκνότερα, καὶ ἄλλο πᾶν ὅ τι ἂν κατακρούῃς, οὕτω χρὴ ποιέειν, καὶ ὡς ὀξυτάτοισι σιδηρίοισι καὶ λεπτοτάτοισι, καὶ ὅταν ἀφαιρέῃς τὸ αἵμα, τῇ μήλῃ μὴ κάρτα πιέζειν, ὡς μὴ φλάσις προσγίνηται· ὄξει δὲ κατανίζειν, καὶ θρόμβον αἵματος ἐν τοῖσι σχάσμασι μὴ ἐᾷν ἐγκαταλείπεσθαι, καταχρίσας τῷ ἐναίμῳ φαρμάκῳ, εἴρια οἰσυποῦντα κατεξασμένα μαλθακὰ ἐπιδῆσαι, ῥήνας οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῥους εἴη τοῦ αἵματος καὶ μὴ κατάῤῥους. Καὶ μὴ τεγγέτω ὅλως, καὶ ὀλιγοσιτεέτω, καὶ πινέτω ὕδωρ·