De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

7. Μύξα πᾶσίν ἐστι φύσει, καὶ ὅταν αὕτη καθαρὴ ᾖ, ὑγιαίνουσι τὰ ἄρθρα, καὶ διὰ τοῦτο εὐκίνητά ἐστιν, ὥστε ὀλισθαίνοντα πρὸς ἑωυτά. Πόνος δὲ καὶ ὀδύνη γίνεται, ὅταν ἀπὸ τῆς σαρκὸς ὑγρασίη ῥυῇ πονησάσης τι· πρῶτον μὲν πήγνυται τὸ ἄρθρον, οὐ γὰρ ὀλισθηρὴ ἡ ὑγρότης ἡ ἐπεῤῥυηκυῖα ἀπὸ τῆς σαρκός· ἔπειτα, ὥστε πολλὴ λίην γενομένη, καὶ οὐκ ἀρδομένη ἐκ τῆς σαρκὸς αἰεὶ, ξηραίνεται, καὶ ὥστε πολλὴ ἐοῦσα καὶ οὐ χωρεῦντος τοῦ ἄρθρου ἐκρεῖ, κακῶς τε πεπηγυῖα μετεωρίζει τὰ νεῦρα, οἷσι τὸ ἄρθρον συνδέδεται, καὶ ἄδετα ποιέει καὶ διαλελυμένα, καὶ διὰ τοῦτο χωλοὶ γίνονται, καὶ ὅταν μὲν τοῦτο μᾶλλον γίνηται, μᾶλλον, ὅταν δὲ ἧσσον, ἧσσον.