De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

4. Καὶ ἀπὸ τῶν φλεβῶν ὅ τι ἂν νόσημα γένηται, ῥᾷόν ἐστιν ἢ ἀπὸ τῶν νεύρων· διαῤῥεῖ γὰρ σὺν τῷ ὑγρῷ τῷ ἐνεόντι ἐν τῇσι φλεψὶ, καὶ οὐκ ἀτρεμίζει· καὶ ἡ φύσις τῇσι φλεψὶν ἐν ὑγρῷ ἐστιν ἐν τῇσι

284
σαρξί. Τὰ δὲ νεῦρα ξηρά τέ ἐστι καὶ ἀκοίλια, καὶ πρὸς τῷ ὀστέῳ πεφύκασιν, καὶ τρέφονται δὲ τὸ πλεῖστον ἀπὸ τοῦ ὀστέου, τρέφονται δὲ καὶ ἀπὸ τῆς σαρκὸς, καὶ τὴν χροιὴν καὶ τὴν ἰσχὺν μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς πεφύκασι, καὶ ὑγρότερα μέν εἰσι τοῦ ὀστέου καὶ σαρκοειδέστερα, ξηρότερα δ’ εἰσὶν ἢ αἱ σάρκες καὶ ὀστοειδέστερα· νόσημα δ’ ὅ τι ἂν ἐς αὐτὰ ἔλθῃ, ῥώννυταί τε καὶ ἀτρεμίζει ἐν τῷ αὐτῷ, καὶ χαλεπόν ἐστιν ἐξάγειν· μάλιστα δ’ ἐσέρχονται τέτανοί τε καὶ ἄλλα, ἀφ’ ὧν τρόμος τὸ σῶμα λαμβάνει καὶ τρέμειν ποιέει.