De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

34. Τῶν νοσημάτων ὧν μὴ ἐπίστηταί τις, φάρμακον πίσαι μὴ ἰσχυρόν· ἢν δὲ ῥᾴων γένηται, δέδεικται ὁδὸς, εὐτρεπιστέον ἐστὶν ἰσχνήναντα· ἢν δὲ μὴ ῥᾴων ᾖ, ἀλλὰ χαλεπώτερον ἔχῃ, τἀναντία. Ἢν μὴ ἰσχναίνειν ξυμφέρῃ, φλεγμαίνειν συνοίσει καὶ θαμινὰ μεταλλάσσειν, ταύτῃ τῇ γνώμῃ χρώμενος. Τῶν δὲ νοσημάτων ἤν τις, ἰσχύοντος μὲν τοῦ ἀλγέοντος, παραλήψηται, τοῦ δὲ νοσήματος ἀσθενέος, ἐνταῦθα μὲν ἰσχυροτέρῳ θαρσεῦντα τῷ φαρμάκῳ τοῦ νοσήματος χρῆσθαι, ὥστε καὶ ἤν τι τοῦ ὑγιαίνοντος ᾖ ἀπάγειν σὺν τῷ ἀσθενέοντι, οὐδεμία βλάβη ἐστίν· ἐπὴν δὲ τὸ μὲν νόσημα ἰσχυρότερον, τὸν δὲ νοσέοντα ἀσθενέα λάβῃς, ἀσθενέσι τοῖσι φαρμάκοισιν εὐτρεπίζειν, ἅσσα αὐτοῦ τοῦ νοσήματος περιέσονται καὶ ἀπάξουσιν, ἀσθενέστερον δὲ μηδὲν ποιήσουσι τὸν ἀλγέοντα.

35. Γυμναστικὴ δὲ καὶ ἰητρικὴ ὑπεναντία πέφυκεν, ἡ μὲν γὰρ γυμναστικὴ οὐ δεῖται μεταλλαγὰς ποιέειν, ἀλλ’ ἡ ἰητρική· τῷ μὲν

328
γὰρ ὑγιαίνοντι οὐκ ἀρήγει ἐκ τοῦ παρεόντος μεταλλάσσειν, τῷ δὲ ἀλγέοντι.