De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
26. Πλευρῖτις ξηρὴ ἄνευ ῥόου γίνεται ὅταν ὁ πλεύμων λίην ξηρανθῇ ὑπὸ δίψης ἀναγκαίης· ὁ γὰρ πλεύμων, ἅτε ξηρὸς ἐὼν, ἐπήν τι μᾶλλον ξηρανθῇ τῆς φύσιος, ἰσχνὸς γίνεται, καὶ ἀκρατὴς γενόμενος, κλιθεὶς ἐς τὸ πλευρὸν ὑπ’ ἀκρασίης, ψαύει τοῦ πλευροῦ· καὶ ἐπὴν θίγῃ ὑγροῦ ἐόντος, ἅπτεται, καὶ πλευρῖτιν ποιέει· τότε δὲ καὶ ὀδύνη γίνεται ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληβδα, καὶ πυρετὸς, καὶ ἐπαναχρέμπτεται λευκόν. Τοῦτον χρὴ πολλοῖσι πότοισιν ἰᾶσθαι, καὶ λούειν, καὶ τῆς ὀδύνης φάρμακον διδόναι καὶ τἄλλα τὰ ἀνάχρεμψιν ποιεῦντα·
27. Πυρετοὶ διὰ τόδε γίνονται, ὅταν τοῦ σώματος ὑπερφλεγμήναντος αἱ σάρκες ἀνοιδήσωσιν, καὶ τὸ φλέγμα καὶ ἡ χολὴ κατακλεισθέντα ἀτρεμίζωσι, καὶ μὴ ἀναψύχηται μηδὲν μήτ’ ἐξιὸν μήτε κινεύμενον, μήτ’ ἄλλου ὑπιόντος. Ὁπόταν κόπος ἔχῃ καὶ πυρετὸς καὶ πλησμονὴ, λούειν χρὴ πολλῷ, καὶ χρίειν ὑγρῷ, καὶ θερμαίνειν ὡς μάλιστα, ὡς ἡ θερμωλὴ, ἀνοιχθέντος τοῦ σώματος, ὑπὸ τοῦ ἱδρῶτος ἐξέλθῃ· ἑξῆς δὲ ταῦτα ποιέειν καὶ τρεῖς καὶ τέσσαρας ἡμέρας· καὶ ἢν μὴ παύηται, φάρμακον πίσαι χοληγαγικὸν, καὶ [μὴ] ψύχειν τὸν πυρετὸν, πρὶν ἢ τεταρταῖος ᾖ, μηδ’ ὡς ἂν τὸ σῶμα θάλλῃ, πιπίσκειν φάρμακον· οὐ γὰρ ἰνῶνται εἰ μὴ σμικρὸν, ὥστε συνοιδέοντος τοῦ σώματος· ἐπὴν δὲ ἰσχνὸς ᾖ, πιπίσκειν, καὶ ἰνήσεται. Πυρετῷ σιτίον μὴ προσφέρειν, μηδὲ ῥοφήμασιν ὑπεξάγειν, καὶ ποτὸν ὕδωρ θερμὸν καὶ μελίκρητον καὶ ὄξος σὺν ὕδατι, ταῦτα δὲ πιπίσκειν ὡς πλεῖστα· ἢν γὰρ μὴ ψυχρὸν ἐσίῃ, τὸ ποτὸν θερμὸν ἐὸν καὶ μένον ἐκ τοῦ σώματος τοῦ νοσέοντος ἀφαιρέει, ἤν τε διουρήσῃ, ἤν τε διιδρώσῃ· πάντη δὲ ἀνοιγόμενόν τε καὶ ἀναπνέον καὶ κινεύμενον τὸ σῶμα συμφέρον ποιήσει. Ἐπὴν δὲ ἰσχνὸν ἐόντα καίῃ, δῆλον ὅτι οὐ διὰ τὸ φλεγμαίνειν ὁ πυρετὸς ἔχει· καὶ ἢν μὴ παύηται, τρέφειν, καὶ φλεγμαίνειν ποιέειν· καὶ ἢν μηδ’ οὕτω ξυμέρῃ, δῆλον ὅτι οὐκ ἐχρῆν τὸν πυρετὸν παρέχειν· τοῦτον χρὴ φάρμακον πίσαι, ὡς ὑπεξάγῃ, ὅπη ἂν μᾶλλον ὁ πυρετὸς ἔχῃ, ἤν τε κάτω, ἤν τε ἄνω, ἢν