De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
20. Ῥεῦμα πουλὺ ὁπόταν διὰ τοῦ οἰσοφάγου ἐς τὴν κοιλίην ῥεύσῃ, ἴνησις γίνεται κάτω, ἔστι δ’ ὅτε καὶ ἄνω· τούτῳ ἢν μὲν ὀδύνη ἐνῇ ἐν τῇ γαστρὶ, ὑπεξάγειν πρῶτον φαρμάκῳ ἢ χυλῷ, ἔπειτα φαρμάκῳ ἰσχητηρίῳ χρῆσθαι, τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν ἕως ἂν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, καὶ τοῖσι σιτίοισιν ἰσχητηρίοισι χρῆσθαι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὴν πολλὰς ἡμέρας ἴνησις ἔχῃ, ἰᾶσθαι· ἢν δὲ ἀσθενὴς ᾖ καὶ μὴ δύνηται προσφέρεσθαι ὑπὸ ἀσθενείης, κλύζειν πρῶτον μὲν χρὴ χυλῷ πτισάνης, ἔπειτα ἐπὴν τούτῳ καθήρῃς, τῶν στυφόντων τινί.
21. Ὁπότε δ’ ἐς τὴν σάρκα ὄπισθεν παρὰ τοὺς σπονδύλους ῥεῦσαν ὕδρωπα ποιήσῃ, ὧδε χρὴ ἰᾶσθαι· καίειν τὴν σάρκα τὴν ἐν τῷ τραχήλῳ μεταξὺ τῶν φλεβῶν ἐσχάρας τρεῖς, καὶ ἐπὴν καύσῃς, ξυνάγειν καὶ ποιέειν ὡς ἰσχνοτάτας οὐλάς· καὶ ἐπὴν ἀποφράξῃς, πρὸς τὰς ῥῖνας φάρμακον πρόσφερε, ὡς ἐκτρέπηται, καὶ ἀσθενὲς αὖθις καὶ αὖθις, ἕως ἂν ἀποτρεφθῇ· καὶ τὰ μὲν ἔμπροσθεν τῆς κεφαλῆς θέρμαινε, τὰ δ’ ὄπισθεν ψῦχε· καὶ ἐπήν σοι ἐκτεθερμασμένος ᾖ τὰ ἔμπροσθεν τῆς κεφαλῆς, σιτία ἐσθίειν τὰ φλεγματωδέστατα καὶ ἥκιστα
22. Ὁπόταν ἰσχιὰς ἀπὸ ῥόου γένηται, σικύην χρὴ προσβάλλειν, καὶ ἕλκειν ἔξω, καὶ μὴ κατακρούειν, καὶ ἔνδοθεν θερμαντήρια φάρμακα πιπίσκοντα διαθερμαίνειν, ὅπως ἔξοδος ᾖ καὶ ἔξω ἐς, τὸ δέρμα ὑπὸ τῆς ἑλκύσιος τῆς σικύης, καὶ ἐντὸς πρὸς τὴν κοιλίην ὑπὸ τῆς θερμασίης· ὁπόταν γὰρ ἀποφραχθῇ καὶ μὴ ἔχῃ ὅπη ὁδοιπορέῃ, ὁδοιπορέουσα ἐς τὰ ἄρθρα ῥέει ἐς τὸ ὑπεῖκον, καὶ ἰσχίαδα ποιέει.
23. Ἡ ὄπισθεν φθίσις· τούτῳ τὴν κεφαλὴν καθαρτέον ἀσθενεῖ φαρμάκῳ, ἕως ἂν ἀποτρεφθῇ ὁ ῥόος, καὶ τῇ διαίτῃ ὥσπερ ἔμπροσθεν χρῶ, φάρμακον δὲ πίσον ἐλατήριον, καὶ κάτω γάλακτι κλύσον, τὰ δ’ ἄλλα πυρίῃσιν ἰῶ.
24. Ἐπὴν ὁ σπλὴν ὑπὸ πυρετοῦ μέγας γένηται, γίνεται δὲ ὅταν τὸ σῶμα λεπτυνθῇ, τοῖσι γὰρ αὐτοῖσιν ὅ τε σπλὴν θάλλει καὶ τὸ σῶμα φθίνει· ὅταν δὲ τὸ σῶμα λεπτὸν ᾖ καὶ ὁ σπλὴν θάλλῃ καὶ τὸ ἐπίπλοον ἅμα τῷ σώματι λεπτυνθῇ, ἡ πιμελὴ ἡ ἐν τῷ ἐπιπλόῳ ἐκτήκεται· ἐπὴν δὲ ταῦτά τε κενὰ πιμελῆς γένηται καὶ ἀπὸ τοῦ σπληνὸς θάλλοντος ἀποῤῥέῃ ἐς τὸ ἐπίπλοον, ὡς ἐγγύτατα ἐὸν τὸ ἐπίπλοον, ὥστε τεύχεα ἔχον καὶ ταῦτα κενεὰ, ἐσδέχεται· καὶ ἐπὴν τὸ
25. Παιδίῳ δὲ χρὴ ὕδρωπα ὧδε ἰᾶσθαι· τὰ οἰδέοντα καὶ ὕδατος ἔμπλεα ἐξοίγειν μαχαιρίῳ πυκνὰ καὶ σμικρὰ ἐξοίγοντα, ἐξοίγειν δ’ ἐν μέρει ἑκάστῳ τοῦ σώματος, καὶ πυρίῃσι χρήσασθαι, καὶ αἰεὶ τὸ ἐξοιγόμενον χρίειν θερμαντηρίῳ φαρμάκῳ.
26. Πλευρῖτις ξηρὴ ἄνευ ῥόου γίνεται ὅταν ὁ πλεύμων λίην ξηρανθῇ ὑπὸ δίψης ἀναγκαίης· ὁ γὰρ πλεύμων, ἅτε ξηρὸς ἐὼν, ἐπήν τι μᾶλλον ξηρανθῇ τῆς φύσιος, ἰσχνὸς γίνεται, καὶ ἀκρατὴς γενόμενος, κλιθεὶς ἐς τὸ πλευρὸν ὑπ’ ἀκρασίης, ψαύει τοῦ πλευροῦ· καὶ ἐπὴν θίγῃ ὑγροῦ ἐόντος, ἅπτεται, καὶ πλευρῖτιν ποιέει· τότε δὲ καὶ ὀδύνη γίνεται ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληβδα, καὶ πυρετὸς, καὶ ἐπαναχρέμπτεται λευκόν. Τοῦτον χρὴ πολλοῖσι πότοισιν ἰᾶσθαι, καὶ λούειν, καὶ τῆς ὀδύνης φάρμακον διδόναι καὶ τἄλλα τὰ ἀνάχρεμψιν ποιεῦντα·