De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

2. Φύσις δὲ τοῦ σώματος, ἀρχὴ τοῦ ἐν ἰητρικῇ λόγου· πρῶτον διατέτρηται ᾗ ἐσακούομεν· τὰ μὲν γὰρ περὶ τὰ ὦτα πέριξ κενεὰ, οὐκ ἐσακούει ἄλλο ἢ ψόφον καὶ ἰαχήν· ὅ τι δ’ ἂν διὰ τῆς μήνιγγος ἐς τὸν ἐγκέφαλον ἐσέλθῃ, τοῦτο διαφραδέως ἀκούεται ταύτῃ· καὶ μόνη τρῆσις διὰ τῆς μήνιγγός ἐστι τῆς περὶ τὸν ἐγκέφαλον περιτεταμένης. Κατὰ δὲ τὰς ῥῖνας τρῆμα μὲν οὐκ ἔνεστιν, σομφὸν δὲ, οἷον σπογγία· καὶ διὰ τοῦτο διὰ πλέονος ἀκούει ἢ ὀσφραίνεται· κατὰ πολὺ γὰρ σκίδναται ἡ ὀδμὴ τῆς ὀσφρήσιος. Καὶ ἐς τοὺς ὀφθαλμοὺς φλέβια λεπτὰ ἐς τὴν ὄψιν ἐκ τοῦ ἐγκεφάλου διὰ τῆς μήνιγγος τῆς περιεχούσης φέρονται· ταῦτα δὲ τὰ φλέβια τὴν ὄψιν τρέφουσι τῷ ὑγρῷ τῷ καθαρωτάτῳ τῷ ἀπὸ τοῦ ἐγκεφάλου, ἐς ὃ καὶ ἐμφαίνεται ἐν τοῖσιν

280
ὀφθαλμοῖσιν· ταῦτα δὲ τὰ φλέβια καὶ ἀποσβεννύασι τὰς ὄψεις ὅταν ξηρανθῶσιν. Μήνιγγες δὲ τρεῖς εἰσιν αἱ τοὺς ὀφθαλμοὺς φυλάσσουσαι, ἡ μὲν ἐπάνω παχυτέρη, ἡ δὲ διὰ μέσου λεπτοτέρη, ἡ δὲ τρίτη λεπτὴ ἡ τὸ ὑγρὸν φυλάσσουσα· τούτων ἡ μὲν ἐπάνω καὶ παχυτέρη, νοῦσος, ἢν κωφωθῇ· ἡ δὲ διὰ μέσου ἐπικίνδυνος αὕτη, καὶ ὅταν ῥαγῇ, ἐξίσχει οἷον κύστις· ἡ δὲ τρίτη ἡ λεπτοτάτη πάμπαν ἐπικίνδυνος, ἡ τὸ ὑγρὸν φυλάσσουσα. Μήνιγγες δὲ δύο εἰσὶ τοῦ ἐγκεφάλου, ἡ μὲν ἐπάνω παχυτέρη, ἡ δὲ λεπτὴ τοῦ ἐγκεφάλου ἁπτομένη, οὐκ ἔτι ἡ αὐτὴ ἐπὴν τρωθῇ.