De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

18. Τοὺς ἐμπύους καθαίρειν τὴν κεφαλὴν μὴ ἰσχυροῖσι φρμάκοισιν, ἀλλὰ κατὰ μικρὸν ἀποτρέπειν ἐς τὰς ῥῖνας, καὶ ἅμα διαχωρητικοῖσι σιτίοισι χρῆσθαι· καὶ ἐπὴν ἡ ἀρχὴ τοῦ νοσήματος μηκέτι ᾖ, ἀλλ’ ἐκτρέπηται ὁ ῥόος, ἐπανάχρεμψιν ποιέεσθαι, καὶ βῆχα ποιέειν, καὶ ἐγχύτοισι φαρμάκοισι χρῆσθαι καὶ σιτίοισιν ἅμα· ὁπόταν δὲ δέῃ ἀπόχρεμψιν ποιέεσθαι, καὶ πλέοσι σιτίοισι καὶ ἁλυκοῖσι χρῆσθαι καὶ λιπαροῖσι, καὶ οἴνῳ αὐστηρῷ, καὶ βῆχα ποιέειν ὅταν ὧδε ἔχῃ.

19. Καὶ τοὺς ὑπὸ τῆς φθίσιος τὸν αὐτὸν τρόπον τἄλλα, πλὴν τὰ σιτία μὴ πολλὰ ἅμα, καὶ τὰ ὄψα μὴ πλέονα ἢ τὰ σιτία, καὶ τῷ

312
οἴνῳ ὑδαρεῖ χρῷ ἐπὶ τῷ σιτίῳ, ὡς μὴ θερμαίνῃ, καὶ τῷ σώματι ἀσθενεῖ ἐόντι θερμότητα παρέχῃ, καὶ ἅμα ἀμφότερα θερμαίνωσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ θερμωλὴν ποιέωσιν.